- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:77.26-78.41
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
赫利奥多罗斯释义了亚里士多德《尼各马可伦理学》第四卷第五章关于温和(关乎愤怒的中庸)的学说,分析了过度(易怒、急躁、刻毒、暴躁)与不及(无怒)的特征,并指出中庸在具体境况中无法机械界定。
Περὶ πραότητος. κεφ. ζʹ#1 Περὶ πραότητος. κεφ. ζʹ. Ἡ δὲ πραότης περὶ τὰς ὀργάς ἐστι μεσότης, ἧς ἡ μὲν ὑπερβάλλουσα ἕξις ὀργιλότης καλεῖται ἡ δὲ ἐλλείπουσα ἀνώνυμος. τὸ μὲν οὖν πάθος, περὶ ὃ ἡ πραότης, ὀργή ἐστι· τὰ δὲ κινοῦντα τὴν ὀργὴν πολλὰ καὶ διαφέροντα. ὁ μὲν οὖν ὡς δεῖ καὶ ὅτε δεῖ καὶ ἐφ’ οἷς δεῖ ὀργιζόμενος ἐπαινεῖται· ὃς δὴ ὁ πρᾶός ἐστι. δοκεῖ γὰρ πρᾶος εἶναι ὁ ἀτάραχος καὶ μὴ ἀγόμενος ὑπὸ τοῦ πάθους ἀλλ’ αὐτὸς ἄγων τὸ πάθος, καθὼς ὁ ὀρθὸς προστάττει λόγος· δοκεῖ δὲ μᾶλλον πρὸς τὴν ἔλλειψιν ἀποκλίνειν, καθόσον οὐ τιμωρητικός ἐστιν ἀλλὰ μᾶλλον συγγνωμονικός. ἡ δὲ ἔλλειψις κακίζεται, εἴτε ἀοργησία καλεῖται εἴτε ὁτιδήποτε· τὸ γὰρ ἐν οἷς δέον μὴ ὀργίζεσθαι καὶ περιορᾶν προπηλακιζόμενον καὶ ἑαυτὸν καὶ τοὺς οἰκείους ἠλίθιον καὶ ἀνδραποδῶδες.1 ἡ δὲ ὑπερβολὴ κατὰ πάντα μὲν γίνεται· καὶ γὰρ ὅτε παρὰ τὸ δέον καὶ τοῦ τόπου καὶ τοῦ χρόνου καὶ τοῦ πράγματος καὶ τοῦ προσώπου καὶ τῶν ἄλλων περιστάσεων ὀργίζεταί τις,2 ὑπερβάλλει. 〈οὐ μὴν ἀεὶ ὁ ὑπερβάλλων καὶ πάντῃ ὑπερβάλλει〉· σχεδὸν δὲ καὶ ἀδύνατον τοῦτο· τὸ γὰρ κακόν, εἰ κατὰ μηδένα τρόπον ἀγαθὸν εἴη, οὐ δύναται συστῆναι ἀλλὰ καὶ ἑαυτὸ ἀπόλλυσι· κἂν ὁλόκληρον ᾖ, ἀφόρητον γίνεται. οἱ μὲν οὖν ὀργίλοι ταχέως μὲν ὀργίζονται καὶ οἷς οὐ δεῖ, παύονται δὲ ταχέως· ὃ καὶ βέλτιστον ἔχουσι· τοῦτο δὲ πάσχουσιν, ὅτι οὐ κατέχουσι τὴν ὀργὴν οὐδὲ κρύπτουσιν ἀλλὰ ἐξάγονται καὶ ἀμύνονται εὐθὺς δι’ ὧν ἔξεστιν· ἀμυνάμενοι δὲ ταχέως διὰ τὴν ὀξύτητα παύονται εὐθὺς τῆς ὀργῆς. καθ’ ὑπερβολὴν δέ εἰσιν ὀξεῖς οἱ ἀκρόχολοι καὶ πρὸς πᾶν ὀργίλοι καὶ ἐπὶ παντί· ὅθεν καὶ τὸ ὄνομα ἔχουσιν ἀπὸ τοῦ ἄκρου παρηγμένον. οἱ δὲ πικροὶ καὶ δυσδιάλυτοι καὶ πολὺν χρόνον ὀργίζονται· οὐ γὰρ εὐθὺς φανεροῦσι τὸν θυμὸν ἀλλὰ κατέχοντες κρύπτουσι· παύονται δὲ τοῦ θυμοῦ, ἐπειδὰν ἀνταποδώσωσι κακά τοῖς λελυπηκόσιν. ἡ γὰρ τιμωρία ἡδονὴν αὐτοῖς ἐμποιεῖ καὶ διὰ τοῦτο τῆς λύπης ἀφίστησι· τούτου δὲ μὴ γινομένου τὸ βάρος ἔχουσι καὶ περιφέρουσι τὴν ὀργήν. διὰ γὰρ τὸ μὴ φανεροῦν τὴν ὀργὴν οὐδὲ παραμυθίας παρὰ τῶν ἀνθρώπων τυγχάνουσιν οὐδὲ παρακαλεῖ τις αὐτούς· ὅθεν καὶ κατέχουσιν αὐτήν, μέχρις ἂν αὐτὴ ὑφ’ ἑαυτῆς διαλυθῇ καὶ πεφθῇ· τοῦτο δὲ διὰ χρόνου γίνεται. οἱ τοιοῦτοι δὲ καὶ ἑαυτοῖς εἰσιν ὀχληροὶ καὶ τοῖς μάλιστα φίλοις. οὗτοι δὴ καὶ χαλεποὶ καλοῦνται, οἵτινες χαλεπαίνουσιν ἐφ’ οἷς οὐ δεῖ καὶ ὅτε μὴ δεῖ καὶ ὅσον οὐ δεῖ καὶ πλεῖστον ὀργίζονται χρόνον καὶ οὐ διαλλάττονται, εἰ μὴ ἀντιλυπήσουσι τοὺς λελυπηκότας. οὗτοι δὲ καὶ συνοικῆσαι χαλεποὶ καὶ βαρεῖς τοῖς ὁμοδιαίτοις. ἡ μὲν οὖν μεσότης ἡ πραότης ἐστίν, ὑπερβολὴ δὲ ἡ ὀργιλότης, ἔλλειψις δὲ ἀναισθησία τις ἂν καλοῖτο καὶ ἠλιθιότης ἢ ἀοργησία. ἀμφοτέρων δὲ ἀντικειμένων τῇ μεσότητι μᾶλλον ἀντίκειται ἡ ὀργιλότης ἢ ἡ ἀοργησία· χεῖρον γὰρ κακόν ἐστιν ἡ ὀργιλότης τῆς ἀοργησίας, ὅτι μᾶλλον γίνεται· ἐλάχιστοι γὰρ οἱ ἀόργητοι· καὶ ὅτι συνοικῆσαι ὁ μὲν ἀόργητος ἡδύς, ὁ δὲ ὀργίλος χαλεπός, καὶ διὰ τοῦτο χεῖρον τὸ κακόν· τὸ γὰρ ἥμερον τῶν ἀνθρώπων καὶ φιλάλληλον ἀναιρεῖ. ὅτι μὲν οὖν ἡ μεσότης ἐστὶ τὸ ἀγαθὸν καὶ ἡ ἀρετή, αἱ δὲ παρ’ ἑκάτερα ὑπερβολαὶ καὶ ἐλλείψεις κακά, δῆλον· καὶ εἴρηται ὅτι τὸ ὡς δεῖ ὀργισθῆναι καὶ ἐφ’ οἷς δεῖ καὶ ὅτε, τοῦτό ἐστιν ἡ μεσότης. μέχρι δὲ τίνος ὀργιζόμενοι καὶ ἐπὶ τίσι τὰ δέοντα ποιήσομεν3 καὶ τίς ὁ δέων τῆς ὀργῆς καιρὸς καὶ ὁ τόπος καὶ τὸ πρόσωπον καὶ τὰ τοιαῦτα, οὐ δυνατόν ἐστι διορίσασθαι· τὰ γὰρ κατὰ μέρος καὶ τὰ καθ’ ἕκαστα ἀόριστα, καθὼς καὶ περὶ τὰς ἀρχὰς εἴρηται· καὶ ἄλλοτε ἄλλα εἰσὶ τὰ προσήκοντα καὶ οὐδὲν τούτων ἐπὶ τοῦ αὐτοῦ ἕστηκε. τοῦτο δὲ μόνον δυνατὸν εἰπεῖν, ὅτι ἡ μὲν μέση ἕξις ἐπαινετή, αἱ δὲ ὑπερβολαὶ καὶ ἐλλείψεις ἐπὶ παντὸς πάθους κακίζονται· καὶ αἱ μὲν μικρὸν ἀφιστάμεναι τοῦ μέσου οὐ πάνυ γίνονται φανεραὶ καὶ διὰ τοῦτο οὐδὲ πάνυ ψέγονται, αἱ δὲ πλεῖστα καὶ πλεῖστα δοκοῦσι καὶ σφόδρα κακίζονται· ὅθεν δῆλον, ὅτι τῆς μέσης ἕξεως ἀνθεκτέον.
Περὶ πραότητος. κεφ. ζʹ#1论温和。第七章。 温和是关于愤怒的中庸,其过度的品质被称为易怒,而不及的品质则是无名的。温和所关涉的情感即是愤怒;而激起愤怒的事物繁多且各不相同。因此,凡是以所应有的方式、在所应有的时刻、针对所应针对之事发怒的人,都受到称赞;这正是温和的人。因为温和的人似乎是心神安宁、不为情感所驱使,而是如正确理性所命令的那样自己引导情感的人;但他似乎更偏向于不及,因为他不具有报复心,而是更具宽恕心。然而,这种不及无论被称为无怒还是别的什么,都是受谴责的;因为在应当发怒的事上不发怒,坐视自己和亲属受侮辱,是愚蠢且奴性的。相反,过度则在一切方面都会发生;因为无论何时,有人在地点、时间、事情、人物及其他情境方面违背应然的限度而发怒,他就陷入了过度。〈然而,过度者并非始终且在一切方面都过度〉;事实上,这几乎是不可能的;因为恶若是毫无善的成分,便无法存立,反而会毁灭自身;恶若是完备的,便会变得难以忍受。那些易怒者固然迅速发怒,且对不应发怒的人发怒,但他们平息得也快;这是他们身上最好的特点;他们之所以如此,是因为他们既不克制愤怒,也不掩盖愤怒,而是被激发出怒火,并立即通过一切可行的手段进行报复;而一旦迅速完成了报复,由于其急躁,他们便立即停止了愤怒。急躁者则是过度敏锐,对一切事物、在一切事上都易怒;因此他们的名称也是从极致派生而来的。刻毒者则难以和解,且长时间保持愤怒;因为他们不立即显露怒气,而是忍耐并隐匿它;直到他们向那些令其痛苦的人回敬以恶时,他们才停止怒气。因为报复带给他们快乐,并因此消除了痛苦;而在没有报复的情况下,他们便承受着沉重的负担并怀揣着愤怒。因为不显露愤怒,他们既无法从众人那里获得慰藉,也没有人来劝慰他们;因此他们便一直忍抑着它,直到愤怒自行消散和化解;而这需要耗费时间。这样的人对他们自己以及对最亲密的朋友来说都是累赘。这些人确实也被称为暴躁者,他们在不该发怒的事上、不该发怒的时候、以不该有的程度发怒,并且发怒时间极长,若不让加害者同样遭受痛苦就决不和解。这些人难以共同生活,对同居者而言是沉重的负担。 因此,中庸是温和,过度是易怒,而不及则可被称为某种无知觉和愚钝,或无怒。在这两者都与中庸相对立的情况下,易怒比无怒更与中庸相对立;因为易怒是比无怒更甚的恶,不仅因为它发生得更普遍——因为不发怒的人极为罕见——而且因为在共同生活中,不发怒者令人愉快,而易怒者令人难堪,正因如此它构成了更甚的恶;因为它摧毁了人类的温和与互爱。因此显然,中庸是善与德性,而两旁的过度与不及则是恶;并且前文已说明,以应有的方式、对所应针对之事、在所应有的时刻发怒,便是中庸。但是,发怒到何种限度并针对何种事情我们才是在行所当行,以及何为愤怒的正当时机、地点、对象等等,是不可能明确界定的;因为各个具体的殊相是不可限定的,正如在开篇时所说的那样;在不同时刻适宜的事物各不相同,且无一固定不变。唯一可以说的是:适中的品质是值得称赞的,而每一种情感中的过度与不及都受谴责;偏离中道微小者并不十分明显,因此也不十分受谴责,而偏离最多者则最引人注目并受到严厉谴责;由此显然,必须坚守适中的品质。
- 4.τὸ γὰρ ἐν οἷς δέον μὴ ὀργίζεσθαι καὶ περιορᾶν προπηλακιζόμενον καὶ ἑαυτὸν καὶ τοὺς οἰκείους ἠλίθιον καὶ ἀνδραποδῶδες
带冠词的不定式短语 τὸ ... μὴ ὀργίζεσθαι καὶ περιορᾶν 充当整句话的主语,系动词 ἐστί 被省略,中性形容词 ἠλίθιον καὶ ἀνδραποδῶδες 充当表语。关系从句中的 δέον 为宾格绝对结构,作副词性使用,意为“在应当的时候”。
- 4.ὅτε παρὰ τὸ δέον καὶ τοῦ τόπου καὶ τοῦ χρόνου καὶ τοῦ πράγματος καὶ τοῦ προσώπου καὶ τῶν ἄλλων περιστάσεων ὀργίζεταί τις
属格列 τοῦ τόπου καὶ τοῦ χρόνου... 在句法上与短语 παρὰ τὸ δέον 相连,充当限定具体领域/情境的属格(“在地点、时间等方面违背应然的限度”)。
- 4.μέχρι δὲ τίνος ὀργιζόμενοι καὶ ἐπὶ τίσι τὰ δέοντα ποιήσομεν
分词 ὀργιζόμενοι 在间接疑问从句中修饰主要动词 ποιήσομεν,带有方式或条件色彩(“我们发怒到何种程度并在何种事上发怒,才算行所当行”)。
