- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:76.25-77.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
对亚里士多德《尼各马可伦理学》卷四第四章(关乎微小荣誉的中庸)的释义。阐述了相较于关乎重大荣誉的矜持,还存在着一种关乎小荣誉的无名德性,并剖析了“爱荣誉”与“不爱荣誉”这两个极端名称在称赞与谴责的不同语境下如何应用于中道。
Περὶ τῆς ἐν φιλοτιμίᾳ μεσότητος. κεφ. ϛʹ Περὶ τῆς ἐν φιλοτιμίᾳ μεσότητος. κεφ. ϛʹ. Ἡ μὲν οὖν μεγαλοψυχία περὶ τιμὴν μεγάλην ἐστί, καθὼς εἴρηται. ἔστι δὲ καὶ ἄλλη τις ἀρετὴ περὶ τὴν τιμήν, ἥτις λόγον ἔχει πρὸς τὴν μεγαλοψυχίαν, ὃν ἡ ἐλευθεριότης πρὸς τὴν μεγαλοπρέπειαν· ὡς γὰρ ἡ μεγαλοπρέπεια διαφέρει τῆς ἐλευθεριότητος τῷ μεγάλῳ, περὶ τὰ χρήματα καὶ αὐτῆς οὔσης, οὕτως ἡ μεγαλοψυχία τῆς τοιαύτης ἀρετῆς διαφέρει, τῷ περὶ μεγάλας εἶναι τιμάς, αὐτῆς περὶ τὰς μικρὰς οὔσης. ὥσπερ γὰρ ἐν λήψει καὶ δόσει χρημάτων μεσότης ἐστὶ καὶ ὑπερβολὴ καὶ ἔλλειψις, οὕτω καὶ ἐν τῇ ὀρέξει τῆς τιμῆς ἔνι λαβεῖν μεσότητα καὶ ὑπερβολὴν καὶ ἔλλειψιν. ἔστι γὰρ δυνατὸν ἐφίεσθαι τιμῆς πλέον ἢ δεῖ καὶ ἔλαττον τοῦ δέοντος καὶ πάλιν κατὰ τὸ δέον καὶ ὡς ὁ ὀρθὸς ἀπαιτεῖ λόγος· ψέγομεν γὰρ καὶ ἐπαινοῦμεν πολλοὺς ἐπὶ τιμῆς ὀρέξει, ὅθεν δῆλον, ὅτι οἱ μὲν ὡς δεῖ ταύτης ἐφίενται, οἱ δὲ οὐχ ὡς δεῖ· τούτων δὲ οἱ μὲν ὑπερβαίνουσι τὸ δέον, οἱ δὲ ἐλλείπουσι. καὶ γὰρ ψέγομεν τὸν φιλότιμον ὡς πλέον ἢ δεῖ τιμῆς ἐφιέμενον· ψέγομεν δὲ καὶ τὸν ἀφιλότιμον ὡς μηδὲ ἐπὶ τοῖς καλοῖς ἐθέλοντα τιμᾶσθαι. ἐνίοτε δὲ καὶ τὸν φιλότιμον ἐπαινοῦμεν ὡς ἀνδρώδη καὶ φιλόκαλον. τὸν δὲ ἀφιλότιμον ὡς μέτριον καὶ σώφρονα, ὡς καὶ ἐν τοῖς πρώτοις εἴπομεν· γίνεται γὰρ τοῦτο διὰ τὸ ἐοικέναι τὰ ἄκρα τῇ μεσότητι καὶ διὰ τὸ τὴν μεσότητα ἀνώνυμον εἶναι καὶ διὰ τοῦτο ὀνομάζεσθαι ἀπὸ τῶν ἄκρων. καὶ οὐδὲν κωλύει τὴν μεσότητα φιλοτιμίαν ὀνομάζεσθαι ἢ ἀφιλοτιμίαν. ὁ γὰρ φιλότιμος καὶ ὁ φιλοχρήματος πολλαχῶς δύναται λέγεσθαι. ἐπεὶ καὶ τὸ φιλεῖν κατὰ πολλοὺς τρόπους δύναται εἶναι· ἔστι γὰρ καὶ ὑπὲρ τὸ δέον φιλεῖν τι καὶ παρὰ τὸ δέον καὶ ὡς δεῖ· ὥστε καὶ τὸ ὄνομα οὕτως ἂν ἔχοι, καὶ λέγοιτο ἂν φιλοτοιοῦτος εἰκότως καὶ ὁ ὡς δεῖ· καὶ ὁ μὴ ὡς δεῖ φιλῶν·1 ὥστε ὅταν τινὰ φιλότιμον ὀνομάζοντες ἐπαινῶμεν, νομίζομεν ὑπερβάλλειν μὲν ἐν τῇ τῆς τιμῆς ὀρέξει, ἀλλ’ οὐ τὸ δέον ἀλλὰ τοὺς πολλούς·2 ὅταν δὲ ψέγωμεν τὸν φιλότιμον, τὸν ὑπερβάλλοντα τὸ δέον φιλότιμον ὀνομάζομεν. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ ἀφιλοτίμου ἔχει. ἔστι τοίνυν μεσότης ἐν τῇ τῆς μετρίας τιμῆς ὀρέξει, εἰ καὶ ἀνώνυμός ἐστιν· ἐν οἷς γάρ ἐστιν ὑπερβολὴ καὶ ἔλλειψις, ἀνάγκη καὶ τὸ μέσον εἶναι· ὥστε ἐπεὶ ὀρέγονται τιμῆς καὶ πλέον τοῦ δέοντος καὶ ἔλαττον, ἀνάγκη καὶ τὴν μέσην ὄρεξιν εἶναι τὴν κατὰ τὸ δέον γινομένην, ἥτις ἐπαινεῖται. καὶ ἔστιν ἀρετὴ ἀνώνυμος· φαίνεται δὲ πρὸς μὲν τὴν φιλοτιμίαν τὴν ἀκρότητα συγκρινομένη ἀφιλοτιμία, πρὸς δὲ τὴν ἀφιλοτιμίαν φιλοτιμία· πρὸς ἀμφοτέρας δὲ τὴν φιλοτιμίαν καὶ τὴν ἀφιλοτιμίαν συγκρινομένη ἀμφότερα δοκεῖ, καθόσον ἀμφοτέρων μετέχει· ὅπερ καὶ ἐπὶ τῶν ἄλλων ἀρετῶν γίνεται. ἀεὶ γὰρ ἡ μεσότης τῶν ἄκρων μετέχουσα τοῖς ὀνόμασιν αὐτῶν ὀνομάζεται· καθόσον γὰρ φεύγει τὸ ἕτερον, πρὸς τὸ ἕτερον ἀποκλίνειν δοκεῖ· ἐπὶ ταύτης δὲ μᾶλλον, διότι ἀνώνυμός ἐστι. διὰ τοῦτο δὲ οὐδὲ ἀντικεῖσθαι δοκοῦσι τὰ ἄκρα μέσῳ τινί, ἀλλὰ μᾶλλον ἀλλήλοις· ἡ γὰρ ἀφιλοτιμία τῇ φιλοτιμίᾳ φαίνεται ἀντικεῖσθαι.
论爱荣誉中的中庸。第六章论爱荣誉中的中庸。第六章。 正如前文所述,矜持确实关乎重大的荣誉。然而还有另一种关乎荣誉的德性,它与矜持的关系,正如慷慨与豪迈的关系一样;因为正如豪迈在关乎财富的同时,以其重大而有别于慷慨,矜持也同样以关乎重大的荣誉而有别于这类德性,而后一种德性则关乎微小的荣誉。因为正如在财富的获取与给予中存在着中庸、过度与不及,在对荣誉的欲求中同样可以寻得中庸、过度与不及。因为追求荣誉有可能多于所应追求的,少于所应追求的,也有可能依其应然并按正确理性的要求去追求;因为我们在对荣誉的欲求上既谴责许多人,也称赞许多人,由此显而易见,有些人依其应然追求它,有些人则不依其应然;而在后者之中,有些人越出了应然的限度,有些人则未达到。 事实上,我们谴责爱荣誉者,认为他多于所应追求地追求荣誉;我们也谴责不爱荣誉者,认为他甚至不愿因善美之行而受人尊崇。然而有时我们也称赞爱荣誉者,视其为英勇和热爱善美之人;称赞不爱荣誉者,视其为节制和适度之人,正如我们在前几卷中所述的那样;这是因为两极类似于中庸,且因为中庸是无名的,故而得名于两极。而且没有任何事物妨碍中庸被称为爱荣誉或不爱荣誉。因为“爱荣誉者”和“爱财富者”可以有多种含义。因为去爱本身就可以有多种方式;因为有可能超乎应然去爱某种事物,违背应然去爱,也有可能依其应然去爱;因此这个名称也会是这样,依其应然去爱者与不依其应然去爱者,都可以顺理成章地被称为“爱某某者”;以至于当我们称某人为爱荣誉者而予以称赞时,我们认为他在对荣誉的欲求上虽然有所超出,但超出的并不是应然的限度,而是超出了大众;而当我们谴责爱荣誉者时,我们则是把超出应然限度的人称为爱荣誉者。对于不爱荣誉者而言,情况亦是如此。 因此,在对适度荣誉的欲求中存在着中庸,尽管它是无名的;因为在存在过度与不及的事物中,必然也存在中道;所以,既然人们追求荣誉既有多于所应追求的,也有少于所应追求的,那么依其应然产生并受到称赞的中道欲求也必然存在。这是一种无名的德性;然而当与爱荣誉这一极端相对照时,它显现为不爱荣誉;与不爱荣誉相对照时,它显现为爱荣誉;而与爱荣誉和不爱荣誉两者相对照时,就其分有两者而言,它显现为两者兼具;在其他德性上也同样发生这种情况。因为中庸始终分有两极,便以它们的名字来命名;因为就其避开其中一极而言,它显得偏向另一极;而在这种德性上尤为如此,因为它本身是无名的。正因如此,两极甚至看起来并不与某个中道相对立,而是更显得彼此相对立;因为不爱荣誉看起来是与爱荣誉相对立的。
- 4.καὶ λέγοιτο ἂν φιλοτοιοῦτος εἰκότως καὶ ὁ ὡς δεῖ· καὶ ὁ μὴ ὡς δεῖ φιλῶν
φιλοτοιοῦτος(爱某某者)为临时构词的概括性称谓。λέγοιτο ἂν 的复合主语由后面的两个并列分词分句构成:καὶ ὁ ὡς δεῖ [φιλῶν](依其应然去爱者)与 καὶ ὁ μὴ ὡς δεῖ φιλῶν(不依其应然去爱者)。原文的中间标点仅用于划分这两个并列的主语成分。
- 4.ἀλλ’ οὐ τὸ δέον ἀλλὰ τοὺς πολλούς
宾格短语 τὸ δέον(应然之限)与 τοὺς πολλούς(大众)作为不定式 ὑπερβάλλειν(超出、超越)的宾语形成对比。此处指在称赞的语境中,称某人在追求荣誉上“过人”并非指超越了应然的界限(τὸ δέον),而是指超越了平庸大众(τοὺς πολλούς)的水平。
