← 普鲁萨的赫里奥多罗斯

亚里士多德《尼各马可伦理学》释义

§75.5-76.24

矜持者的举止与小心及虚荣的对立

赫利奥多鲁斯阐述了矜持者的进一步特征(不轻言惊叹、不记怨恨、言语克制、重义轻利以及沉稳的举止),继而对比了其两端的过失即器量狭小者与虚荣者,论证器量狭小由于败坏品性格调且难以纠正,因而比起虚荣更为与矜持相对立。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4

Περὶ μεγαλοψυχίας καὶ περὶ τίνα ὁ μεγαλόψυχος καὶ τίνα ἴδιά#3 ἔτι δὲ οὐδὲ θαυμαστικός τις ὁ μεγαλόψυχός ἐστι, τὰ τυχόντα ὑπερθαυμάζων· οὐδὲν γὰρ αὐτὸς νομίζει μέγα. ἀλλ’ οὐδὲ μνησίκακος· μικρὰν γὰρ καὶ τὴν παρὰ τῶν ἐχθρῶν βλάβην ἡγεῖται. καὶ μηδὲν αὐτῷ δυναμένην λυμήνασθαι1 διὰ τὸ μέγεθος τῆς ἀρετῆς, ἄλλως τε καὶ τὸ ἀπομνημονεύειν καὶ τῶν παρεληλυθότων ποιεῖσθαι λόγον, καὶ ταῦτα καὶ κακῶν,2 μικροψύχου τινός ἐστι· τὸ δὲ παρορᾶν μεγαλοψύχου. ὃς γὰρ ὧν εὖ πέπονθεν οὐδαμῶς ἀξιοῖ μεμνῆσθαι, ὡς ἐν τοῖς ἀνωτέρω λέλεκται, διὰ τὸ μὴ μέγα εἶναι καὶ ἄξιον αὐτοῦ τὸ εὖ πάσχειν, πολλῷ μᾶλλον ὧν κακῶς πέπονθε παρά τινων οὐ μνησθήσεται. ἔτι δὲ οὐδὲ πράξεις τινὰς ἢ ἄλλων ἀνθρώπων ἀνέχεται καταλέγειν ἢ ἑαυτοῦ· οὔτε γὰρ τῶν ἐπαίνων αὐτῷ μέλει τῶν ἑαυτοῦ οὔτε τῶν ἄλλων. οὐδὲ πάλιν σπουδὴν ἔχει, ἵνα οἱ ἄλλοι ψέγωνται. οὐ τοίνυν οὔτε ἐπαινετικός ἐστιν οὔτε κακολόγος· οὐδὲ τοὺς ἐχθροὺς διασύρει, εἰ μὴ που παρόντας· τὸ γὰρ ἀπόντας λοιδορεῖσθαι οὐ μεγαλοψύχου. περὶ δὲ ἀναγκαίων ἢ μικρῶν οὐ σφόδρα ἱκετεύει ἢ ὀλοφύρεται, ἐάν τινος δεηθῇ· ὁ γὰρ μηδὲν μέγα ἡγούμενος, μηδὲ σπουδάζων περὶ οὐδὲν τῶν ἀνθρωπίνων, πῶς δύναται οὕτως ἀγεννῶς ἔχειν; ἀεὶ δὲ τὸ καλὸν τοῦ κέρδους προτιμῶν βελτίω νομίζει τὰ καλὰ καὶ ἄκαρπα τῶν καρπίμων καὶ ὠφελίμων, ἂν μὴ καλὰ ὦσιν. ὁμοίως ἐπί τε κτημάτων καὶ δένδρων καὶ οἰκετῶν· οὐ γὰρ χρηματιστὰς ἀλλὰ τοὺς καλοὺς καὶ ἀγαθοὺς κτήσεται τῶν οἰκετῶν. καὶ κίνησις δὲ τοῦ μεγαλοψύχου βραδεῖα δοκεῖ εἶναι καὶ ἡ φωνὴ βαρεῖα καὶ λέξις στάσιμος· οὐ γὰρ δυνατὸν σπεύδειν τὸν περὶ ὀλίγων φροντίζοντα (ὀλίγα γὰρ αὐτῷ ἃ θαυμάζουσιν οἱ πολλοί), οὐδὲ σύντονον εἶναι τὸν οὐδὲν μέγα οἰόμενον· σπεύδουσι γὰρ καὶ ὀξυφωνοῦσιν οἱ περί τι σφόδρα ἐπτοημένοι καὶ πολλὴν αὐτοῦ ποιούμενοι φροντίδα. ὁ μὲν οὖν μεγαλόψυχος τοιοῦτος. ὁ δὲ ἐλλείπων μικρόψυχος, ὁ δὲ ὑπερβάλλων χαῦνος· οὐκ εἰσὶ δὲ οὐδὲ οὗτοι κακοί· οὐ γὰρ κακοποιοί εἰσιν ἀλλὰ μόνον ἡμαρτημένοι, καθόσον τοῦ δέοντος ἐκπίπτουσι καὶ τοῦ μέσου. ὁ μὲν γὰρ μικρόψυχος ἄξιος ὢν ἀγαθῶν, ἀγνοεῖ ἑαυτὸν καὶ ἀποστερεῖ ἑαυτὸν ὧν ἐστιν ἄξιος. καὶ τοῦτο τὸ μέρος κακός ἐστιν ἑαυτῷ, μὴ εὖ ποιῶν ἑαυτὸν διὰ τὸ ἀγνοεῖν τὰ αὑτῷ προσήκοντα· εἰ γὰρ ᾔδει, ὠρέγετο ἄν, ἀγαθῶν ὄντων· ὁ τοιοῦτος δὲ ἠλίθιος μὲν οὐκ ἂν λέγοιτο ἀλλὰ μᾶλλον νωθρός. οὐ μόνον δὲ τοῦτο τὸ μέρος ὁ μικρόψυχος ἑαυτὸν βλάπτει ἀλλὰ καὶ ἕτερον τρόπον· καὶ γὰρ διὰ τὸ ἀγνοεῖν ἑαυτὸν καὶ χείρων γίνεται τοὺς τρόπους· τῶν γὰρ ἀγαθῶν καὶ γενναίων πράξεων καὶ τῶν καλῶν ἐπιτηδευμάτων ἀφίσταται, ὡς ἀνάξιος ὢν αὐτῶν· ὁμοίως δὲ καὶ τῶν ἐκτὸς ἀγαθῶν ἀπέχεται, νομίζων ὑπὲρ τὴν ἀξίαν αὐτοῦ ταῦτα εἶναι. ὁ δὲ χαῦνος, καὶ ἠλίθιος καὶ ἑαυτὸν ἀγνοῶν τοῖς ὑπὲρ τὴν ἀξίαν ἐπιχειρεῖ. ἀρετῇ μὲν οὐκ ἔχων κοσμεῖσθαι, κοσμούμενος δὲ ἐσθῆτι καὶ σχήματι καὶ τοῖς ἄλλοις τοῖς τοιούτοις· καὶ σεμνός τις εἶναι διὰ τούτων νομίζων, εὐτυχής τις ἐθέλει δοκεῖν· καὶ πειρᾶται φανερὰ ποιεῖν ἀεὶ τὰ εὐτυχήματα ἑαυτοῦ καὶ περὶ αὐτῶν ἀεὶ λέγει, ὡς διὰ τούτων τιμηθησόμενος. ἀμφοτέρων δὲ ἀντικειμένων τῇ μεγαλοψυχίᾳ, τῆς τε μικροψυχίας καὶ τῆς χαυνότητος, ἡ μικροψυχία μᾶλλον ἀντίκειται, ὅτι μᾶλλον γίνεται, καὶ χεῖρόν ἐστι κακόν· τοῦ γὰρ ἔχοντος τὸ ἦθος χεῖρον ποιεῖ καὶ τὴν ἀρετὴν ἐλαττοῖ, καθὼς εἴρηται· ἡ δὲ χαυνότης φαῦλον μέν ἐστι δι’ ἑαυτήν, τὸν δὲ ἔχοντα οὐ ποιεῖ κατὰ τὰ ἄλλα φαυλότερον· οὐδὲν γὰρ ἀγαθόν, ὧν ἔχει, ὁ χαῦνος ἀπόλλυσι διὰ τὴν χαυνότητα, ἀλλὰ μᾶλλον ἐνίοτε διὰ τοῦτο καὶ καλοῖς καὶ ἀγαθοῖς ἔργοις ἐπιχειρεῖ, ἄξιον ἑαυτὸν ἡγούμενος τῶν τοιούτων. ἔτι δὲ ἡ μὲν χαυνότης οὐκ ἀεὶ αὔξει· ἀπὸ γὰρ τῆς πείρας ὁ χαῦνος ἐπιγνώμων ἑαυτοῦ γίνεται· ἣν γὰρ ζητεῖ τιμὴν οὐ λαμβάνων ὡς ἐπὶ τὸ πλεῖστον, ἀναγκάζεται σωφρονεῖν. καὶ διὰ τοῦτο ἡ χαυνότης εὐαπάλλακτόν ἐστι, καὶ οὐ δύναται παραμένειν· ἡ δὲ μικροψυχία ἀεὶ προχωρεῖ. τοῦ γὰρ ἤθους, ὥσπερ εἴρηται, χεῖρον διατεθέντος, καὶ τὸ φρόνημα ἐλαττοῦται· τοῦ φρονήματος δὲ ἐλαττωθέντος, καὶ ὁ τρόπος γίνεται χείρων καὶ τὸ φρόνημα διὰ τοῦτον·3 καὶ οὕτως ἡ μικροψυχία ἀεὶ προχωρεῖ. καὶ ἀπὸ τῆς πείρας δὲ ὁ μικρόψυχος οὐ γίνεται βελτίων· οἷς γὰρ ἔργοις ἐπιχειρεῖ, ῥᾳδίως ταῦτα περαίνων (μικρὰ γὰρ καὶ τῆς δυνάμεως ἐλάττω) τὴν ἰδίαν ἀρετὴν ὥσπερ ἀγνοεῖ. καὶ τιμὴν δὲ ζητῶν ἐλάττω τῆς ἀξίας οὐδένα λυπεῖ, καὶ διὰ τοῦτο οὐδὲ ἐξελεγχόμενος θεραπεύεται, καθάπερ ὁ χαῦνος. διὰ ταῦτα τοίνυν ἡ μικροψυχία χεῖρόν ἐστι κακὸν τῆς χαυνότητος καὶ δυσαπαλλακτότερον· ὅθεν μᾶλλον ἀντίκειται τῇ μεγαλοψυχίᾳ.

论矜持,以及矜持者关乎何事,以及何为固有特征再者,矜持者也不是一个容易惊叹的人,对寻常之事过分惊奇;因为他自己不把任何事物视作重大。他也不是一个记恨的人;因为他把来自仇敌的伤害也视作微小,且由于德性的伟大而根本无法损及自身,尤其因为记念过去之事并将其作为谈资,而且还是恶事,乃属于器量狭小者;而予以忽视则属于矜持者。因为如前所述,一个受了恩惠都决不愿记念的人,既然认为受惠并非重大且不配于自己,那么对于从某些人那里遭受的恶待,他就更不会提及了。 此外,他也不屑于详述他人或自己的某些行为;因为他既不在意对自己也不在意对他人的称赞。他同样也不热衷于使他人受到谴责。因此,他既不是称赞者也不是恶语中伤者;他也不贬损仇敌,除非当着他们的面;因为在背后咒骂他人并不属于矜持者。 至于在必需之事或琐屑之事上,倘若有所匮乏,他也不会竭力乞求或哀叹;因为一个不视任何事物为伟大、也不把任何属人之事放在心上的人,怎会如此卑躬屈膝? 他始终把高尚置于利益之上,认为高尚而无利的事物优于多产而有用却不高尚的事物。对于财产、树木和仆人亦是如此;因为在仆人之中,他所保有的将不是善于营利的人,而是善美之人。 矜持者的举止似乎是迟缓的,声音低沉,言语稳健;因为关注甚少的人不可能匆忙(因为大众所惊叹的事物对他而言微乎其微),认为没有任何事物是重大的人也不可能神情紧绷;因为那些对某事极度惊惶且极其挂虑的人,才会匆忙并发出尖锐的声音。 因此,矜持者便是如此。不及者是器量狭小者,过度者是虚荣者;但这些人也不是恶人;因为他们并非作恶之徒,而只是犯了错误,就他们偏离了应当之事与中庸而言。 因为器量狭小者虽配享善事,却不知晓自己,并剥夺了自己所配得的善事。在这个方面他对自己是恶劣的,由于不知晓属于自己的事物而未能善待自己;因为如果他知晓,既然它们是善的,他就必定会去渴求;这样的人算不上愚蠢,而宁可说是迟钝。器量狭小者不仅在这个方面伤害自己,而且还以另一种方式伤害自己;因为由于不知晓自己,他的品格也变得更加恶劣;因为他从善美高尚的作为和美好的事务中退缩,自以为配不上它们;同样,他也远离外在的善,认为这些超出了自己的配额。 而虚荣者既愚蠢又不知晓自己,着手做超出自己配额之事。他没有用德性来装饰自己的资本,却以衣着、仪表及其他类似之物装饰自己;且自以为凭藉这些而显得庄严,想要显得是幸运之人;并总是试图显露自己的福分,总是谈论它们,仿佛借此能受人敬重。 虽然器量狭小和虚荣两者都与矜持相对立,但器量狭小更为对立,因为它更为常见,且是更为严重的恶;因为如前所述,它使拥有者的品性变得更加恶劣,并贬损了德性;而虚荣虽然就其自身而言是卑劣的,却并未在其他方面使拥有者变得更为卑劣;因为虚荣者并不因虚荣而丧失自己所拥有的任何善事,反而有时正因此去着手做善美的事业,认为自己配得上这样的事。 再者,虚荣并不会总是增长;因为虚荣者能从经验中认识自己;因为他所寻求的荣誉大体上得不到,便被迫保持节制。正因如此,虚荣是容易摆脱的,无法持久留存;而器量狭小则总是不断加剧。因为如前所述,品性一旦变得更加恶劣,志气也随之降低;而志气降低之后,品格也变得更坏,志气又因品格而进一步降低;器量狭小便是如此不断加剧。而且器量狭小者从经验中并不能变得更好;因为凡是他着手做的事,他都能轻易完成(因为它们琐小且不及他的能力),他仿佛始终不知晓自己的德性。而且由于寻求低于自己配额的荣誉,他并不触怒任何人,正因如此,他也不会像虚荣者那样受到反驳而得到矫正。因此,基于这些缘故,器量狭小比起虚荣是更严重的恶,且更难摆脱;由此它更为与矜持相对立。

语法注3 条
  1. 4.καὶ μηδὲν αὐτῷ δυναμένην λυμήνασθαι

    该宾格分词与 μικρὰν 并列,作动词 ἡγεῖται 的第二个宾语补足语,修饰宾语 τὴν παρὰ τῶν ἐχθρῶν βλάβην,意为“把来自仇敌的伤害视作微小,且[视作]根本无法损及自身”。

  2. 4.καὶ ταῦτα καὶ κακῶν

    短语 καὶ ταῦτα 是惯用副词性宾格(意为“而且”、“尤其是”),后接属格 κακῶν 进一步限定前面的 τῶν παρεληλυθότων,意为“而且还是恶事”。

  3. 4.τοῦ φρονήματος δὲ ἐλαττωθέντος, καὶ ὁ τρόπος γίνεται χείρων καὶ τὸ φρόνημα διὰ τοῦτον

    在独立属格 τοῦ φρονήματος δὲ ἐλαττωθέντος 之后,主句借助 καὶ... καί... 表述了一种品性与志气相互恶化的恶性循环结构:“品格也变得更坏,志气又因品格(διὰ τοῦτον)而[进一步降低]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:75.5-76.24