← 普鲁萨的赫里奥多罗斯

亚里士多德《尼各马可伦理学》释义

§73.27-75.5

矜持者的诸种特质与富者的傲慢模仿

阐明无德的富贵者如何拙劣地模仿矜持者而沦为傲慢,并论述真正矜持者的诸种特质,包括对待危险与施受恩惠的态度、面对不同阶层人士的分寸,以及公开爱憎和坦率直言的品格。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4

Περὶ μεγαλοψυχίας καὶ περὶ τίνα ὁ μεγαλόψυχος καὶ τίνα ἴδιά#2 ἄνευ γὰρ ἀρετῆς τελείας ἀδύνατόν τινα μεγαλόψυχον εἶναι, καθὼς εἴρηται. διὰ τοῦτο οἱ ἐν εὐτυχίᾳ ὄντες ὡς ἐπὶ τὸ πλεῖστον ὑπερόπται καὶ ὑβρισταὶ γίνονται· χωρὶς γὰρ ἀρετῆς οὐ ῥᾴδιον φέρειν τὰ εὐτυχήματα ἐμμελῶς καὶ μετρίως. οὐ δυνάμενοι δὲ φέρειν τὴν εὐτυχίαν καλῶς, οἴονται μὲν τῶν ἄλλων ὑπερέχειν, καὶ πάντων καταφρονοῦσιν· αὐτοὶ δὲ ἀσυλλογίστως πάντα ποιοῦσιν, ὡς ἔτυχε. βούλονται γὰρ μιμεῖσθαι τὸν μεγαλόψυχον, καίτοι παντελῶς ἀνόμοιοι ὄντες· ὁ γὰρ μεγαλόψυχος καταφρονεῖ μέν, ἀλλὰ δικαίως (τὰ ἀληθῆ γὰρ περὶ ἑαυτοῦ οἴεται), καὶ μεγάλοις μὲν ἐπιχειρεῖ καὶ μεγάλων κινδύνων κατατολμᾷ, ἀλλὰ τοῦ ἀγαθοῦ ἕνεκα καὶ πρὸς μεγάλα τινὰ ἀφορῶν· οἱ δὲ τὰ ἔξω μόνον ἀγαθοὶ τὴν μὲν ἀρετὴν οὐ τιμῶσιν οὔτε βούλονται κατορθοῦν, τῶν δὲ ἄλλων καταφρονοῦσι καὶ τὰς ἄλλας [δὲ] πράξεις αὑτῶν βούλονται ἀφομοιοῦν πρὸς τὰς τοῦ μεγαλοψύχου πράξεις, ὅση δύναμις· οὐκ ἀφομοιοῦσι δέ, διὰ τὸ μὴ ἔχειν τὴν ἀρετήν. ἔστι δὲ ὁ μεγαλόψυχος οὐ πυκνοκίνδυνος μέν· (οὐ γὰρ συνεχῶς εἰς κινδύνους ἑαυτὸν ἐμβάλλει διὰ τὸ μὴ τιμᾶν τὰ τυχόντα καὶ μικρῶν τινων καὶ ὀλίγων προκινδυνεύειν), μεγαλοκίνδυνος δέ· ὅταν γὰρ μεγάλων τινῶν ἀγαθῶν προκινδυνεύῃ, οὐδὲ τῆς οἰκείας φείδεται ζωῆς. καὶ εὐεργετῶν μὲν χαίρει, εὐεργετούμενος δὲ αἰσχύνεται. τὸ μὲν γὰρ εὐεργετεῖν ὑπερέχοντος, τὸ δὲ εὐεργετεῖσθαι ὑπερεχομένου· ὁ δὲ μεγάλα περὶ ἑαυτοῦ φρονῶν ἄχθεται τῇ ἐλάττονι μοίρᾳ. εἰ δὲ εὐεργετηθεὶς ἀντευεργετεῖν ἐθελήσει, πλείονα δίδωσιν, ἵνα ὀφειλέτην ἑαυτῷ ποιήσῃ τὸν ὑπάρξαντα τῆς εὐεργεσίας.1 δοκεῖ δὲ ὁ μεγαλόψυχος τῶν μὲν εὖ παρ’ αὑτοῦ παθόντων ἐθέλειν ἀεὶ μεμνῆσθαι, παρ’ ὧν δὲ αὐτὸς εὖ πέπονθεν ἐπιλελῆσθαι· οὐκ ἀγνωμοσύνῃ τινί (πῶς γάρ, ὃς μείζω δίδωσιν ἢ λαμβάνει;), ἀλλ’ ὅτι οἰκειότερον αὐτῷ καὶ μᾶλλον προσῆκον τὸ εὖ ποιεῖν ἢ τὸ εὖ πάσχειν· καὶ διὰ τοῦτο τὸ μὲν εὐεργετεῖν, ὅτι ἄριστον καὶ τοιῷδε πρέπον λόγου καὶ μνήμης ἀξιοῦται, τὸ δὲ εὖ πάσχειν οὐδαμῶς· βούλεται γὰρ ἀεὶ ὑπερέχειν. καὶ ἄλλου δὲ διηγουμένου τὸ μὲν ἡδέως ἀκούει, τὸ δὲ ἀηδῶς· διὰ τοῦτο καὶ ἡ Θέτις παρ’ Ὁμήρῳ οὐ λέγει τὰς εὐεργεσίας τῷ Διὶ οὐδὲ μέμνηται πρὸς αὐτὸν ὧν εὖ ἐποίησεν αὐτόν, ἀλλ’ ὧν εὖ πέπονθε παρ’ αὐτοῦ· ὁμοίως δὲ καὶ οἱ Λάκωνες βουλόμενοι χαρίζεσθαι τοῖς Ἀθηναίοις τὰς εἰς αὐτοὺς τῶν Ἀθηναίων εὐεργεσίας εἰς μέσον ἄγουσι. καὶ τοῦτο δὲ ἴδιον μεγαλοψύχου, τὸ μηδενὸς δεῖσθαι ἢ μόλις, αὐτὸν δὲ τοῖς ἄλλοις ἃ βούλονται ὑπηρετεῖν πρόθυμον εἶναι. καὶ πρὸς μὲν τοὺς ἐν ἀξιώματι μέγαν εἶναι,2 διὰ τὸ μηδὲν ἡγεῖσθαι σεμνὸν τῶν τοιούτων ἀγαθῶν, ἐξ ὧν ἀξιοῦσιν οἱ ἐν ἐξουσίαις φοβεροί τινες εἶναι· πρὸς δὲ τοὺς μέσους μέτριον διὰ τὸ σωφρονεστέρους καὶ ἐπιεικεστέρους τοὺς τοιούτους εἶναι. ἄλλως τε τὸ μὲν τῶν ἐν ἀξιώματι ὑπερέχειν καὶ ἐργῶδές ἐστι καὶ σεμνόν, καὶ διὰ τοῦτο τῷ μεγαλοψύχῳ προσήκει· τὸ δὲ τῶν μέσων, καὶ ῥάδιον καὶ οὐδὲν μέγα· καὶ ἐν ἐκείνοις μὲν σεμνύνεσθαι οὐκ ἀγεννές, ἐν δὲ τοῖς ταπεινοῖς φορτικόν· ὥσπερ εἴ τις ἐπεδείκνυτο τὴν τοῦ σώματος ῥώμην ἐν τοῖς ἀσθενέσι καὶ ὑπὸ νόσου ἢ γήρως διεφθαρμένοις. ἔτι δὲ ὁ μεγαλόψυχος οὐδὲ περιελεύσεται ζητῶν οὗ τιμηθήσεται (μικρὸν γὰρ καὶ τοῦτο), οὐδὲ ἐθελήσει ποτὲ παραγενέσθαι ὅπου πρωτεύουσιν ἄλλοι, ἵνα μὴ τύχῃ τῶν δευτερείων, τῶν πρωτείων ἄξιος ὤν. ἔστι δὲ οὐδὲ ἕτοιμος εἰς τὰς πράξεις, ἀλλὰ ἀργός τις καὶ μελλητής. ζητεῖ γὰρ ἀεὶ πράττειν μεγάλα καὶ μεγάλων ἕνεκα καὶ ὅθεν μεγάλη γίνεται τιμή· ταῦτα δὲ σπανίως συμπίπτει· καὶ διὰ τοῦτο ὀλίγα μὲν πράττει, μεγάλα δὲ καὶ ὀνομαστά. οὓς δὲ ἢ φίλους ἡγεῖται ἢ ἐχθρούς, φανερῶς καὶ μισεῖ καὶ φιλεῖ· γινώσκει γὰρ ἀσφαλῶς, ὅτι κατὰ τὸ δέον ἀμφότερα ποιεῖ, καὶ οὐ δέδοικε τὴν παρὰ τῶν πολλῶν ἀδοξίαν· μᾶλλον γὰρ φροντίζει τῆς ἀληθείας καὶ τοῦ δέοντος ἢ τῆς δόξης. καὶ διὰ τοῦτο φανερόμισός ἐστι καὶ φανερόφιλος· καὶ πάντα δέ, ἃ λέγει καὶ πράττει, φανερῶς καὶ λέγει καὶ πράττει, διὰ τὸ καταφρονεῖν ὡς εἴρηται τῆς παρὰ τῶν πολλῶν δόξης. διὰ τοῦτο καὶ παρρησιαστικός ἐστι καὶ ἀεὶ ἀληθεύει, εἰ μή που εἰρωνεύοιτο πρὸς τοὺς πολλοὺς3 καὶ τὰ μικρὰ λέγοι περὶ ἑαυτοῦ διὰ τὸ μὴ βούλεσθαι παρὰ φαύλων ἀνθρώπων τιμᾶσθαι. συζῇ δὲ καὶ συνδιάγει οὐ τῷ τυχόντι ἀλλὰ τῷ φίλῳ· τὸ γὰρ τῷ μὴ φίλῳ συνεῖναι καὶ τραπέζης καὶ στέγης κοινωνεῖν οὐ μεγαλόψυχον ἀλλὰ δουλικὸν καὶ κολακικὸν καὶ ταπεινόν· ταπεινοὶ γὰρ οἱ κόλακες καὶ τὸ ἀνάπαλιν οἱ ταπεινοὶ πάντες κόλακές εἰσιν.

论矜持,以及矜持者关涉何事、有何特有之处因为如前所述,没有完全的德性,任何人都不可能成为矜持者。正因如此,处于顺境中的人多半变得傲慢且凌侮他人;因为没有德性,就不容易和谐且适度地承受顺境之福。而由于不能妥善地承受顺境,他们固然自以为超越他人,且蔑视所有人;但他们自己却毫无理性、随随便便地做一切事。因为他们想要模仿矜持者,尽管他们全然与他不相类似;因为矜持者固然蔑视,却是公正地蔑视(因为他对自己所持的看法符合真实),他固然着手重大之事并勇于面对重大危险,但却是为了善且着眼于某些重大之事。相反,那些仅在外在之善上优渥的人,既不尊崇德性也不愿行正事,却蔑视他人,并竭尽所能地希望使自己的其他行为模仿矜持者的行为;但由于没有德性,他们无法使之相似。 矜持者并不是一个频繁冒危险的人(因为他不把寻常之事看得很重,不为某些琐碎狭小之事铤而走险,故而不会不断地将自己置身于危险之中),而是一个敢冒重大危险的人;因为每当他为了某些重大的善事铤而走险时,他甚至不吝惜自己的生命。他乐于施惠,却耻于受惠。因为施惠属于优越之人,而受惠属于被优越之人;对自己抱有崇高心气的人对处于劣势的份额感到难以忍受。如果他在受惠之后愿意回报,他会给予更多,以便使施恩的肇始者反成为自己的债务人。矜持者似乎总是愿意记念那些受过自己恩惠的人,却希望忘记自己从谁那里受了恩惠;这绝非出于任何不知感恩的恶念(因为一个给予多于接受的人怎会如此?),而是因为施善比起受善对他而言更为切近且更为合宜;正因如此,施惠由于最为优善且适合于这样的人而配受称道和记念,受善则绝非如此;因为他总是希望处于优越地位。当他人讲述这些事时,他乐于倾听前者,却不快地倾听后者;为此在荷马史诗中忒提斯也不对宙斯述说自己的恩德,不对他提及自己向他施过的恩,而是提及自己从他那里受过的善待;同样,拉刻代蒙人想要向雅典人施好意时,便在众人面前提及雅典人对他们所作的施惠。 而且,一无所求或者几乎无所求,自己却热心在他人所愿之事上效力,这也是矜持者所特有的。对待居高位者显得伟大,因为凡是居权位者自以为令人敬畏所依据的那些善,他都不视作是尊严的;而对待中等人则保持适度,因为这样的人更为节制且更为公平。此外,超越居高位者既是艰巨的事也是庄重的事,因此对矜持者而言是合宜的;但超越中等人则是容易的事且算不得什么伟大;在前者面前自视庄重并非卑劣,在卑下之人面前如此则是庸俗不堪;正如有人在病弱者或因疾病或年迈而衰颓之人面前炫耀自己的肉体力量一样。 再者,矜持者甚至不会到处奔走探寻在何处受敬重(因为这同样是微不足道的),也决不会愿意出现在他人居首位的地方,免得身为配得第一位的人却落得第二位的荣誉。他也不是随时准备投身各种事务,而是有所迟钝且观望犹豫。因为他总是寻求做重大的事,为了重大的目的,以及从中能产生重大荣誉的事;但这些事罕有发生;正因如此,他所行的事虽少,却是重大而赫赫有名的。 对于他所视作朋友或仇敌的人,他公开地恨,也公开地爱;因为他明确地知晓,自己是在依照应当的方式做这两件事,他不畏惧来自大众的恶名;因为比起名声,他更在乎真理与应当之事。正因如此,他是一个公开憎恨者,也是一个公开爱戴者;凡是他所说所做的,他也都公开地说公开地做,因为如前所述,他蔑视来自大众的看法。为此,他也是直言不讳的,且总是讲求真实,除非他在对大众时或许会使用反讽,由于不愿受恶劣之人的敬重而在谈及自己时说些微小之事。他生活并度日并非与随便什么人在一起,而是与朋友在一起;因为与非朋友的人共处、共享餐桌和屋檐,不是矜持的,而是奴性的、谄媚的和卑下的;因为谄媚者是卑下的,反过来,卑下之人全都是谄媚者。

语法注3 条
  1. 4.τὸν ὑπάρξαντα τῆς εὐεργεσίας

    分词 τὸν ὑπάρξαντα 支配属格 τῆς εὐεργεσίας,意为“率先施惠者”或“恩惠的肇始者”。它与 ὀφειλέτην 一同构成 ποιήσῃ 的双宾格(宾语与宾语补足语)结构。

  2. 4.καὶ πρὸς μὲν τοὺς ἐν ἀξιώματι μέγαν εἶναι

    此不定词短语承接前句的 τὸ μηδενὸς δεῖσθαι...,同样由述语 ἴδιον [ἐστὶ] μεγαλοψύχου(“属于矜持者所特有”)所支配。此处省略了冠词 τό,不定词 μέγαν εἶναι 的逻辑主语是受省略的宾格“矜持者”。

  3. 4.εἰ μή που εἰρωνεύοιτο πρὸς τοὺς πολλοὺς

    由连词 εἰ μή 与希求法动词 εἰρωνεύοιτο 及 λέγοι 构成的条件从句,限定主句的现在直陈式动词 ἀληθεύει,表示偶尔出现的假设性例外(“除非他或许在大众面前使用反讽”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:73.27-75.5