- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:70.14-71.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
赫利奥多罗斯论述了豪爽者当实行的公共与私人宏大事业的具体范例,以及依种类衡量的合宜性标准,并对比描绘了过度的俗恶与不足的吝啬的特征。
Περὶ μεγαλοπρεπείας. κεφ. γʹ. 122#2 ἔργα δὲ μεγαλοπρεπῆ καὶ τίμια, οἷον τὰ περὶ τὸ θεῖον ἀναθήματα, κατασκευαὶ θυσιῶν καὶ ναῶν, φιλοτιμίαι πρὸς τὸ κοινόν, χορηγίαι ἢ τριηραρχίαι, ἢ καὶ τὸ ἑστιᾶν τὴν πόλιν δεῆσαν· οὐ μόνον δὲ τὰ ἔργα δεῖ εἶναι μεγαλοπρεπῆ καὶ τὰς δαπάνας προσηκούσας καὶ μεγαλοπρεπεῖς ἀλλὰ καὶ τῷ ποιοῦντι πρεπούσας μάλιστα μὲν διὰ τὴν οὐσίαν· πένης γὰρ οὐκ ἂν εἴη μεγαλοπρεπής· εἰ δ’ ἐπιχειροίη μεγάλοις ἔργοις, ἠλίθιος ἔσται, παρὰ τὴν ἀξίαν καὶ τὸ δέον ἐπιχειρῶν. ἔπειτα πρέπειν δοκεῖ καὶ τοῖς πολλάκις τοιαῦτα πεποιηκόσιν ἢ ὧν οἱ πρόγονοι μεγαλοπρεπεῖς ἦσαν. τῶν δὲ ἔργων τὰ πλείω μὲν εἰς τὸ κοινὸν καὶ εἰς τὸ θεῖον· ταῦτα γὰρ μεγαλοπρεπῆ· τινὰ δὲ καὶ ἴδια, ὅσα εἰσάπαξ γίνονται, οἷον γάμοι καὶ οἰκίαι καὶ ἄλλο τοιοῦτον. τῷ γὰρ μεγαλοπρεπεῖ μάλιστα προσήκει τὸ δαπανᾶν εἰς τὸ κοινὸν ἢ εἰς τὸ θεῖον, ἐλάχιστα δὲ εἰς ἑαυτόν. ἔσται δὲ μεγαλοπρεπὲς ἔργον καὶ τὸ πολυχρόνιον· τὰ γὰρ τοιαῦτα ἔργα θαυμαστά εἰσι καὶ καλά. δεῖ δὲ καὶ ἐν τοῖς ἔργοις καὶ ἕτερον τρόπον τὸ πρέπον ζητεῖν καὶ σκοπεῖν τίνα ἔργα τίσιν ἁρμόζει· οὐ γὰρ τὰ αὐτὰ πρέπει τῷ θείῳ καὶ τῷ κοινῷ· οὐδὲ ταὐτὰ προσήκει ἱερῷ καὶ τάφῳ· ὥστε εἶναι τὰ ἔργα τοῦ μεγαλοπρεποῦς μεγάλα καὶ θαυμαστά, πρὸς τὰ ὁμογενῆ συγκρινόμενα· τάφων μὲν οἰκοδομήματα πρὸς τάφους, ναῶν δὲ πρὸς ναοὺς καὶ γεφύρας πρὸς γεφύρας, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. ὁ γὰρ μεγαλοπρεπὴς οὐ μόνον σκοπεῖ τὸ μέγεθος, ὃ προσήκει τῷ γένει τοῦ ἔργου· οὐ γὰρ ταὐτὸν μέγα εἶναι ἁπλῶς διὰ τὴν δαπάνην καὶ μέγα εἶναι πρὸς τὰ ὁμογενῆ συγκρινόμενον, ἀλλὰ διαφέρει· καὶ γὰρ ἡ σφαῖρα καὶ ἡ λήκυθος ἡ καλλίστη μικρὰ μέν εἰσι διὰ τὴν δαπάνην· εἰσὶ δὲ μεγαλοπρεπῆ δῶρα τῶν παίδων, καὶ εἰσὶ μεγάλα πρὸς τὰ παιδικὰ συγκρινόμενα δῶρα· ἐπεὶ τοίνυν διαφέρει τὸ ἐν τῷ γένει μέγεθος τοῦ ἐν ταῖς δαπάναις, ἀνάγκη σκοπεῖν ἀμφότερα τὸν μεγαλοπρεπῆ καὶ ποιεῖν μεγαλοπρεπῶς κατὰ τὴν προσήκουσαν ἑκάστῳ γένει μεγαλοπρέπειαν. οὕτω γὰρ γενόμενον τὸ ἔργον μέγα ἔσται καὶ θαυμαστὸν καὶ καλὸν καὶ οὐδὲ εὐχερῶς ὑπὸ ὁμογενοῦς ὑπερβληθήσεται. τοιοῦτος μὲν οὖν ὁ μεγαλοπρεπής. ὁ δὲ ὑπερβάλλων καὶ βάναυσος παρὰ τὸ δέον ἀναλίσκει καὶ ὥσπερ οὐ δεῖ καὶ ἐφ’ οἷς οὐ δεῖ· καὶ διὰ τοῦτο ὑπερβάλλειν λέγεται τὸν μεγαλοπρεπῆ. καὶ γὰρ φαύλων ἕνεκα ἔργων, ὧν ἡ δαπάνη πάνυ μετρία, πολλὰ δαπανᾷ καὶ μεγάλα, καὶ μεγαλοπρεπὴς βούλεται δοκεῖν, παρὰ τὸ εἰκὸς καὶ τὸ προσῆκον τῇ μεγαλοπρεπείᾳ, οἷον ἐρανιστὰς ἑστιᾷ πολυτελέστατα, ὥσπερ εἰ γάμους ἐποίει· καὶ τοῖς κωμῳδοῖς χορηγῶν παριοῦσι καὶ χρήματα φιλοτίμως ἀναλίσκων1 ἐν αὐτοῖς ὥσπερ εἰς κοινὸν ὄφελος· ἢ ἐν ταῖς κωμῳδίαις ἀντὶ κωδίων, ἃ παραπετάσματα ἦν ἐπὶ τῆς σκηνῆς, πορφυρίδας ἔχει, καθάπερ οἱ Μεγαρεῖς. καὶ ταῦτα ποιεῖ οὐ τοῦ καλοῦ ἕνεκα ἀλλ’ ἵνα μόνον ἐπιδείξηται τὸν πλοῦτον. οἴεται γὰρ ἀπὸ τούτου θαυμαστός τις εἶναι δόξαι· καὶ ἐν οἷς μὲν πολλῆς χρεία δαπάνης, ὀλίγα ἀναλίσκει, ἐν οἷς δὲ ὀλίγης, πολλά. τοιοῦτος μὲν οὖν ὁ ὑπερβάλλων τὸν μεγαλοπρεπῆ, ὃς καὶ βάναυσος καλεῖται. ὁ δὲ ἐλλείπων, ὃς καὶ μικροπρεπὴς καλεῖται, περὶ πάντα ἐλλειπής ἐστιν. ἀναλίσκων γὰρ οὐδὲ τοῦ καλοῦ ἕνεκα, ἔπειτα σκοπεῖ,2 πῶς ἂν ὅσον ἐνδέχεται τὰ ἐλάχιστα ἀναλώσαι· καὶ πολλάκις τὰ πλείω τῆς δαπάνης ἀναλώσας, καὶ πρὸς τὴν τελείωσιν ἤδη βλέποντος τοῦ ἔργου, ὑπ’ ἀκριβολογίας ἀτέλεστον ἀφίησι διὰ μικρὰν δαπάνην. καὶ πάντα δέ, ὅσα ποιεῖ, ἀεὶ μέλλων καὶ σκοπῶν ποιεῖ, καὶ οἰόμενος καὶ πλείω τοῦ δέοντος ἀναλίσκειν, καὶ ὀδυρόμενος ὅτι πολλὰ ἀνάλωσεν. αὗται μὲν οὖν αἱ ἕξεις, ἥ τε μικροπρέπεια καὶ βαναυσία, κακίαι εἰσίν, ὀνείδη δὲ οὐκ ἐπιφέρουσι· διότι οὔτε βλαβεραί εἰσι τῶν πέλας, οὔτε λίαν αἰσχραὶ καὶ ἀσχήμονες.
论豪爽。第三章。 122#2豪爽而名贵的工程与事业,例如关乎神明的奉献物、祭祀与殿堂的筹办、面向共同体的公共资助、合唱队赞助或三层桨船督造,或者在需要时宴请全城。不仅事业必须是豪爽的,支出必须合宜且宏大,而且对于施行者而言也必须是合宜的,这尤其是由于财产的缘故;因为贫穷者不可能成为豪爽者;如果他企图成就宏大的事业,他将是愚蠢的,企图了超越自身分量与应当限度之事。其次,对于多次做过此类事的人,或者祖先曾经豪爽的人,这似乎也是合宜的。在各项事业中,大部分是面向共同体与面向神明的;因为这些是豪爽的事业;但也有一些是私人的,即所有只发生一次的事,例如婚礼、住宅及其他此类事项。因为对于豪爽者而言,向共同体或向神明支出是最为合宜的,而向自身支出则是极少的。持久存在的事物也将成为豪爽的事业;因为此类事业是惊人而美好的。但在各项事业中,还必须以另一种方式寻求合宜,并考察何种事业适合于何种事物;因为相同的事物并不既适合神明又适合共同体;同样的事物也不既适合圣殿又适合墓穴;以致豪爽者的事业在与同类事物相比较时是宏大而惊人的:墓穴的建筑与墓穴相比较,神庙与神庙、桥梁与桥梁相比较,在其余事物上亦同样。因为豪爽者不仅考察适合该事业种类的规模;因为单纯由于支出而宏大与在同类事物相比较下宏大并不相同,而是有所差异的;事实上,最美丽的球或油瓶在支出方面是微小的,但在儿童的礼物中却是豪爽的,且在与儿童的礼物相比较时是宏大的。因此,既然种类的宏大与支出中的宏大有所不同,豪爽者就必须兼顾两者,并依照适合每个种类的豪爽而豪爽地行事。因为以此方式生成的事业将是宏大、惊人且美好的,也不会轻易被同类事物所超越。 于是,豪爽者便是这样的人。但超过者,即俗恶者,超越应当的限度而花费,既以不当的方式花费,也在不当的事物上花费;正因如此,他被称为超过了豪爽者。事实上,为了支出十分微薄的琐碎事务,他却花费甚多且巨额,并企图显得豪爽,这背离了合情理之事与适合豪爽之事:例如,他极尽奢华地宴请摊派集资的聚会者,就如同在举办婚礼一般;在滑稽戏演员登场时为他们资助合唱队,并在他们身上热衷虚荣地耗费资财,仿佛为了公共福祉一般;或者在喜剧中不用原本作为舞台帷幕的羊皮,而是如麦加拉人那样使用紫袍。他做这些并不是为了高尚的缘故,而仅仅是为了炫耀财富。因为他以为由此自己会被认为是个了不起的人物;而在需要大笔支出的地方,他花费甚少,在仅需少许支出的地方,却花费甚多。超过豪爽者的人,亦即被称为俗恶者的人,便是如此。 另一方面,不足者,亦即被称为吝啬者的人,在一切事物上都是不足的。因为他连为了高尚的缘故都不花费,进而还考虑如何尽可能花费最少;并且在往往花费了大部分开支、事业已然趋向完成之时,却出于斤斤计较,为了微小的开支而任其未完成。在他所做的所有事情上,他总是犹豫不决、盘算度量,总认为自己花费超过了应当的花费,并为自己花费了许多而痛惜不已。 因此,这两种品质,即吝啬与俗恶,虽然是恶习,但并不带来耻辱;因为它们既不对邻人有害,也不是极度可耻和丑恶的。
- 4.καὶ τοῖς κωμῳδοῖς χορηγῶν παριοῦσι καὶ χρήματα φιλοτίμως ἀναλίσκων
这是承接前文举例中的限定动词(οἷον ἐρανιστὰς ἑστιᾷ)而出现的句法破格(破体句),此处在无主动词的情况下使用了分词(χορηγῶν, ἀναλίσκων)。在意义上等同于限定动词(χορηγεῖ, ἀναλίσκει),用以陈述俗恶者的具体行为。
- 4.ἀναλίσκων γὰρ οὐδὲ τοῦ καλοῦ ἕνεκα, ἔπειτα σκοπεῖ
分词 ἀναλίσκων 带有让步或伴随语气的色彩,与主句动词 σκοπεῖ 相连,并通过 ἔπειτα 表明逻辑递进:“连为了高尚的缘故都不花费,进而还考虑……”。
