← 普鲁萨的赫里奥多罗斯

亚里士多德《尼各马可伦理学》释义

§71.22-72.6

大度的定义及其与虚荣和自卑的对照

针对《尼各马可伦理学》第四卷第三章开篇,赫利奥多罗斯阐释了矜持(大度)的定义、真实的重大价值与自我评价的关系,将其与虚荣和自卑两种极端恶习进行对照,并说明它作为中道的性质。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4

Περὶ μεγαλοψυχίας. κεφ. δʹ. 127 Περὶ μεγαλοψυχίας. κεφ. δʹ. Λέγομεν δὲ ἤδη καὶ περὶ μεγαλοψυχίας. ἔστι τοίνυν ἡ μεγαλοψυχία περὶ μεγάλα, ὡς καὶ τὸ ὄνομα δίδωσιν εἰκάζειν. περὶ ποῖα δὲ μεγάλα, σκοπῶμεν. φανερὸν δὲ ὅτι ταὐτόν ἐστι τὸ περὶ μεγαλοψυχίας καὶ τὸ περὶ μεγαλοψύχου σκοπεῖν· οὐδὲν γὰρ διαφέρει τὴν ἕξιν εἰδέναι ἢ τὸν ἔχοντα τὴν ἕξιν. ἔστι τοίνυν μεγαλόψυχος περὶ μεγάλα· μεγάλα δὲ τὰ αὑτῷ προσήκοντα, ὅταν μεγάλων ἄξιος ὢν καὶ αὐτὸς κρίνῃ ἑαυτὸν μεγάλων ἄξιον εἶναι.1 ὁ γὰρ μικρῶν ἄξιος ὢν καὶ μικρῶν ἑαυτὸν ἀξιῶν οὐ λέγεται μεγαλόψυχος ἀλλὰ σώφρων· ἡ γὰρ μεγαλοψυχία ἐν μεγέθει ἐστί. τοιοῦτον γὰρ λόγον ἔχει πρὸς τὸν σώφρονα ὁ μεγαλόψυχος, οἷον ὁ καλὸς πρὸς τὸν ἀστεῖον· ὁ μὲν γὰρ καλὸς μετὰ μεγέθους ἔχει τὸ κάλλος, ὁ δὲ ἀστεῖος μετὰ σμικρότητος, ὃς καὶ σύμμετρος καλεῖται, καλὸς δὲ οὐδαμῶς· ὁ μὲν οὖν μεγαλόψυχος τοιοῦτος. τῶν δὲ παρ’ ἑκάτερα ὁ μὲν ὑπερβάλλων χαῦνος· χαῦνος γάρ ἐστιν ὁ μεγάλων ἑαυτὸν ἀξιῶν οὐκ ἄξιος ὤν· ὁ δὲ ἄξιος μὲν ὢν πολλῶν, πλειόνων δὲ ἀξιῶν ἑαυτόν, οὐ πάντῃ χαῦνος. ἐλλείπων δὲ ὁ μικρόψυχος· ἔστι γὰρ μικρόψυχος ὁ πολλῶν μὲν ἄξιος ἐλαττόνων δὲ κρίνων ἑαυτὸν 〈ἄξιον, ἢ ὁ ὀλίγων ἄξιος, ἔτι δὲ ἐλαττόνων ἀξιῶν ἑαυτόν〉. τούτων δὲ μᾶλλόν ἐστι μικρόψυχος ὁ πολλῶν ἄξιος ὤν, εἶτα τῆς οἰκείας ἀξίας μὴ ἐπαισθανόμενος· ποταπὸς γὰρ ἂν ἦν,2 εἰ ὀλίγων καὶ μετρίων ἄξιος ἦν; εἰσὶ μὲν οὖν οἱ παρ’ ἑκάτερα ὁ μὲν ὑπερβάλλων ὁ δὲ ἐλλείπων. ὁ δὲ μεγαλόψυχος, καθόσον μὲν περὶ μεγάλα ἐστίν, ἄκρος δοκεῖ, καθόσον δὲ ἐπὶ τοῦ δέοντος ἕστηκεν ἀεὶ καὶ οὔτε ὑπὲρ τὸ δέον ζητεῖ οὔτε παρὰ τὸ δέον, διὰ τοῦτο μέσος ἐστίν.

Περὶ μεγαλοψυχίας. κεφ. δʹ. 127 论矜持。第四章。 现在我们接着讨论矜持。那么,矜持关乎重大之事,正如其名称所暗示的那样。但让我们考察它究竟关乎何种重大之事。显然,考察矜持与考察具有矜持品质的人是一回事;因为认识这种品质与认识具有这种品质的人毫无分别。于是,矜持者是关乎重大之事的人;当一个人配得上重大之事,且他自己也判定自己配得上重大之事时,重大之事便是适合于他自身之事。事实上,配得上微小之事且认为自己只配微小之事的人,不被称为矜持者,而被称作节制者;因为矜持在于规模之大。确实,矜持者对于节制者的关系,正如同美貌者对于清秀者的关系:因为美貌者是在巨大的形体中拥有美,而清秀者是在微小中拥有美——后者也被称为匀称,但决不被称为美貌。矜持者便是这样的人。另一方面,在两极端的人中,超过者是虚荣者;因为虚荣者就是配不上重大之事却认为自己配得上的人;但配得上许多事物却认为自己配得上更多事物的人,并非全然是虚荣者。另一方面,不足者是自卑狭隘者;因为自卑狭隘者就是配得上许多事物却判定自己只配较少事物的人,或者配得上少量事物却自认为配得上更少事物的人。在这些人中,更加自卑狭隘的是配得上许多事物、却根本没有意识到自己价值的人;因为要是他配得上的原本就只是微少平庸的事物,他会变成怎样的人呢?因此,两极端的人一个超过,另一个不足。但矜持者就其关乎重大之事而言,看似处于顶点,但就其始终驻足于应当的限度、既不追求超越应当之事也不追求背离应当之事而言,为此他是处于中道的。

语法注2 条
  1. 4.μεγάλα δὲ τὰ αὑτῷ προσήκοντα, ὅταν μεγάλων ἄξιος ὢν καὶ αὐτὸς κρίνῃ ἑαυτὸν μεγάλων ἄξιον εἶναι

    主句 μεγάλα δὲ τὰ αὑτῷ προσήκοντα 中省略了系动词(如 ἐστί)。ὅταν 从句提供限定条件,意为当一个人配得上重大之事且自我判定也是如此时,所谓重大之事即是适合他自身之事。

  2. 4.ποταπὸς γὰρ ἂν ἦν, εἰ ὀλίγων καὶ μετρίων ἄξιος ἦν;

    这是由未完成过去时直陈式(主句 ἂν ἦν,从句 εἰ... ἦν)构成的反事实条件反问句。意思是,如果他事实上配得上的只是微小琐碎之物,他不知会变得多么卑微,以此论证许多事上有价值却自贬者更为可悲。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:71.22-72.6