← 普鲁萨的赫里奥多罗斯

亚里士多德《尼各马可伦理学》释义

§68.37-70.14

豪爽的定义及其与慷慨的区别与相称性

赫利奥多鲁斯依据《尼各马可伦理学》卷四第二章,阐释了豪爽的定义及其与慷慨的异同,论述了支出与事业规模的相称性以及事业本身的卓越性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4

Περὶ μεγαλοπρεπείας. κεφ. γʹ. 122#1 Περὶ μεγαλοπρεπείας. κεφ. γʹ. Περὶ μὲν οὖν ἐλευθεριότητος καὶ τῶν ἀντικειμένων κακιῶν τοσαῦτα εἰρήσθω· ἀκόλουθον δ’ ἂν εἴη μετὰ ταῦτα περὶ μεγαλοπρεπείας διεξελθεῖν· ἔοικε γὰρ ἡ μεγαλοπρέπεια τῇ ἐλευθεριότητι. καθόσον καὶ αὐτὴ περὶ χρήματά ἐστι καὶ περὶ δαπάνας χρημάτων. διαφέρει δέ, ὅτι ἡ μὲν ἐλευθεριότης καὶ περὶ δόσεις καὶ περὶ λήψεις καὶ δαπάνας ἐστίν, ἡ δὲ μεγαλοπρέπεια περὶ δαπάνας μόνον· καὶ ἡ μὲν ἐλευθεριότης περὶ δαπάνας ὀλίγων χρημάτων καὶ μικρῶν, ἡ δὲ μεγαλοπρέπεια περὶ μεγάλων καὶ πολλῶν· καθάπερ δηλοῖ καὶ αὐτὸ τὸ ὄνομα τῆς μεγαλοπρεπείας· ἔστι γὰρ δαπάνη μεγέθει πρέπουσα. τὸ δὲ μέγεθος οὐκ ἔστι τὸ αὐτὸ πᾶσι τῆς δαπάνης· 〈οὐ〉 γὰρ τὸ αὐτὸ μέγεθος πᾶσι προσήκει ἀλλὰ ἀνάλογον. οὐ γὰρ τὸ αὐτὸ δαπάνημα προσήκει τριηράρχῳ καὶ τῷ ἀρχιθεώρῳ· ἀλλ’ ἑκατέρῳ τὸ πρέπον τῷ μεγέθει τῆς ἀρχῆς, ὅπερ ἑκάτερος ἀναλώσας ὡς δεῖ καὶ περὶ ἃ δεῖ μεγαλοπρεπὴς λέγεται. ὁ γὰρ τὰ πρέποντα μὲν δαπανῶν καὶ ἑαυτῷ καὶ τῷ λαμβάνοντι, μὴ μεγάλα δέ, οὐ λέγεται μεγαλοπρεπὴς ἀλλὰ ἐλευθέριος, οἷός ἐστιν ὁ λέγων πολλάκι δόσκον ἀλήτῃ, ἀλλ’ ὁ μεγάλα δαπανῶν καὶ πρέποντα καὶ ἑαυτῷ καὶ τῷ λαμβάνοντι.1 ὥστε τὸν μὲν μεγαλοπρεπῆ καὶ ἐλευθέριον εἶναι, τὸν δὲ ἐλευθέριον οὐ πάντως μεγαλοπρεπῆ. ταύτης δὲ τῆς ἕξεως ἡ μὲν ἔλλειψις μικροπρέπεια καλεῖται, ἡ δὲ ὑπερβολὴ βαναυσία καὶ ἀπειροκαλία καὶ ὅσαι τοιαῦται, αἵτινες γίνονται οὐ διὰ τὸ ὑπερβάλλειν τὴν μεγαλοπρέπειαν τῷ μεγέθει τῆς δαπάνης τῆς προσηκούσης, ἀλλὰ τῷ δαπανᾶν ἐν οἷς οὐ δεῖ καὶ οὐχ ὡς δεῖ. καὶ περὶ μὲν τῶν παρ’ ἑκάτερα τῆς μεγαλοπρεπείας κακιῶν ὕστερον ἀκριβέστερον ἐροῦμεν· λέγομεν δὲ περὶ τῆς μεγαλοπρεπείας. ἔστι τοίνυν ὁ μεγαλοπρεπὴς καθάπερ ἐπιστήμων, θεωρῶν πάντα κατὰ λόγον καὶ τάττων μετὰ τοῦ πρέποντος κανόνος· δαπανήσει γὰρ τὰ μεγάλα ἐμμελῶς καὶ ὡς προσῆκεν. αἱ γὰρ κατὰ τὴν ἕξιν ἐνέργειαι τῇ ἕξει ἀκολουθοῦσι, καὶ διὰ τοῦτο ἡ ἕξις ταῖς ἐνεργείαις γνωρίζεται, καθὼς εἴρηται ἐν ἀρχῇ· ὥστε καὶ αὐτοῦ 〈τοῦ〉 μεγαλοπρεποῦς δαπάναι μεγάλαι καὶ πρέπουσαι τῷ μεγαλοπρεπεῖ καὶ τῷ ἔργῳ, οὗ ἕνεκα δαπανῶνται, μεγάλῳ καὶ αὐτῷ ὄντι. καὶ οὕτως ἔσονται αἱ δαπάναι μὲν τῷ ἔργῳ πρέπουσαι, τὸ δὲ ἔργον ταῖς δαπάναις προσῆκον. εἰ δὲ δεῖ τὸ ἕτερον ὑπερβάλλειν, τὸ ἔργον·2 τοῦτο γὰρ μᾶλλον προσήκει τῷ μεγαλοπρεπεῖ. ταῦτα δὲ ὁ μεγαλοπρεπὴς δαπανήσει, πρῶτον μὲν τοῦ καλοῦ ἕνεκα (ὅπερ κοινότερόν ἐστι πᾶσι τοῖς σπουδαίοις), ἔπειτα ἡδέως καὶ προετικῶς, μηδὲν ἀκριβολογούμενος· ἡ γὰρ ἀκριβολογία μικροπρεπές. ὁ δὲ μεγαλοπρεπὴς περὶ μὲν τοῦ ἔργου σκέψεται, ὅπως ἄριστον γένοιτο καὶ πρεπωδέστατον, καὶ τούτου χάριν ὁ πλεῖστος λόγος αὐτῷ, περὶ δὲ τῆς δαπάνης, ὅση προσήκει τῷ ἔργῳ, καὶ περὶ τοῦ μηδὲν πλέον ἀναλωθῆναι, ἀλλὰ γενέσθαι δι’ ὅσων μάλιστα ἐνδέχεται ἐλαχίστων, οὐ τοσοῦτον ποιεῖται λόγον· μικροπρεπὲς γὰρ τὸ τοιοῦτον. ἀνάγκη δέ, καθὼς εἴρηται, τὸν μεγαλοπρεπῆ καὶ ἐλευθέριον εἶναι, εἰ καὶ ὁ ἐλευθέριος οὐκ ἔστι μεγαλοπρεπής· 〈δαπανᾷ γὰρ ὁ μεγαλοπρεπὴς〉ἃ δεῖ καὶ ὡς δεῖ καὶ ὅτε δεῖ· τοῦτο δέ ἐστιν ὁ ἐλευθέριος· μεγάλα δὲ καὶ μεγάλων ἕνεκα, ὅπερ ἐστὶν ἴδιον τοῦ μεγαλοπρεποῦς. πολλάκις γὰρ καὶ διὰ τῆς αὐτῆς δαπάνης ὁ μεγαλοπρεπὴς οὐ τὸ αὐτὸ ἔργον ποιεῖ τῷ ἐλευθερίῳ ἀλλὰ μεγαλοπρεπέστερον, οἷον, φέρε εἰπεῖν, θεραπεῦσαι τὸ θεῖον δεῆσαν,3 ὁ μὲν ἐλευθέριος χρυσοῦν τι σκεῦος ποιήσει καὶ λίθους τιμίους ἐγκολλήσει τῷ σκεύει, ὁ δὲ μεγαλοπρεπὴς ναὸν μέγαν καὶ καλὸν οἰκοδομήσει ἢ ἀνδριάντας ἀναστήσει ἢ γεφύρας οἰκοδομήσει ἢ ἄλλο τι μέγα καὶ θαυμαστὸν διὰ τῆς ἴσης δαπάνης ἐργάσεται· καὶ τὸ μὲν τοῦ μεγαλοπρεποῦς ἔργον κυρίως ἔργον ἔσται, τὸ δὲ τοῦ ἐλευθερίου κτῆμα μᾶλλον ἢ ἔργον. οὐ γὰρ ἡ αὐτὴ ἀρετὴ κτήματος καὶ ἔργου, ἀλλὰ κτήματος μὲν τὸ πλείστου ἄξιόν εἶναι καὶ τιμιώτατον, οἷος ὁ χρυσὸς καὶ οἱ τίμιοι λίθοι, ἔργου δὲ ἀρετὴ τὸ μέγα εἶναι καὶ καλὸν καὶ θαυμαστόν, ὃ τῷ μεγαλοπρεπεῖ μάλιστα προσήκει· ἔστι γὰρ ἔργου ἀρετὴ μεγαλοπρέπεια ἐν μεγέθει.

Περὶ μεγαλοπρεπείας. κεφ. γʹ. 122#1 论豪爽。第3章。 关于慷慨以及与之对立的恶习,就说到这里为止。在这些之后,接着探讨豪爽应当是顺理成章的;因为豪爽类似于慷慨,只要它本身也是关乎财物以及财物的支出的。但它有所不同:慷慨关乎给予、获取以及支出,而豪爽仅关乎支出;慷慨关乎少量而微小的财物支出,而豪爽则关乎巨大而巨额的支出;正如豪爽这一名称本身所表明的;因为它是符合宏大规模的支出。然而支出的宏大对于所有人而言并不是相同的;因为并非相同的宏大适合所有人,而是成比例的[宏大才适合]。事实上,并非相同的支出既适合三段帆船督造官又适合神圣使团长;而是各自适合其职位之崇高的大小的支出,各自按应当的方式、在应当的事物上花费了这一支出,便被称为豪爽者。因为凡是花费了既适合自身又适合接受者但并非宏大的财物的人,不被称为豪爽者,而被称作慷慨者,就如说“我屡次施舍给流浪汉”的那个人那样;而花费巨大且既适合自身又适合接受者的人[才被称为豪爽者]。结果是,豪爽者也是慷慨者,但慷慨者绝非必然是豪爽者。这一品质的不足被称为吝啬,而过度则被称为俗恶、粗鄙以及所有此类名称,它们并不是由于在合宜支出的规模上超过了豪爽而产生,而是由于在不应当的事物上以及以不应当的方式支出而产生。关于豪爽两侧的恶习,我们在后面将更精确地讨论;现在我们讨论豪爽。于是,豪爽者就如同通晓专门知识之人,依循理性审视一切,并带着合宜的规范加以安排;因为他将谐调地、以合宜的方式支出巨资。因为符合品质的现实活动依循该品质,正因如此,正如起初所言,品质乃是通过现实活动而被认识的;以致豪爽者本人的支出也是宏大的,且既适合豪爽者本人,也适合为其缘故而支出的事业,那事业本身也是宏大的。这样,支出将适合于事业,而事业亦合宜于支出。但如果两者中必须有一方超过,应当是事业[超过];因为这对于豪爽者而言更为合宜。豪爽者将支出这些,首先是为了高尚的缘故(这对于所有优秀者而言更为共通),其次是欣然且慷慨地支出,绝不斤斤计较;因为斤斤计较是吝啬的。豪爽者对于事业,将考虑它如何能够变得最善、最合宜,并且为此倾注最大的关注;但对于支出,即适合该事业的支出是多少,以及绝不多花费、反而尽可能通过最少之物来完成,他并不做如此多的考虑;因为此类举动是吝啬的。正如所言,豪爽者必然也是慷慨者,即使慷慨者并非豪爽者;因为[豪爽者支出]应当支出之物、以应当之方式且在应当之时——这便是慷慨者[的特征]——然而他是支出巨大之物并为了宏大的缘故,这才是豪爽者所特有的。因为豪爽者往往即使通过相同的支出,也不会做出与慷慨者相同的事业,而是做出更壮丽的事业。例如,假定需要祭奉神明,慷慨者将制作某种金器并将贵重宝石镶嵌于器物之上,而豪爽者则将建立一座宏大而美丽的殿堂,或立起雕像,或架设桥梁,或通过同等的支出成就某种其他宏大而惊人的事物;豪爽者的事业将是真正意义上的事业,而慷慨者的成果则毋宁是财产而非事业。因为财产的德性与事业的德性并不相同,财产的德性在于最值钱且最为贵重,如黄金与贵重宝石,而事业的德性则在于宏大、美丽与令人赞叹,这最属于豪爽者;因为事业的德性就是宏大尺度中的豪爽壮丽。

语法注3 条
  1. 4.ἀλλ’ ὁ μεγάλα δαπανῶν καὶ πρέποντα καὶ ἑαυτῷ καὶ τῷ λαμβάνοντι

    此处省略了前一句的谓语 μεγαλοπρεπὴς λέγεται(“被称为豪爽者”),需补足理解为“而支出巨大且……合宜之物的人[才被称为豪爽者]”。这与前文的 οὐ λέγεται μεγαλοπρεπὴς ἀλλὰ ἐλευθέριος 形成对比。

  2. 4.εἰ δὲ δεῖ τὸ ἕτερον ὑπερβάλλειν, τὸ ἔργον

    条件句的后结句中省略了动词 δεῖ ὑπερβάλλειν(“应当超过”),仅保留了主语 τὸ ἔργον(“事业[应当超过]”)。

  3. 4.θεραπεῦσαι τὸ θεῖον δεῆσαν

    此处使用了非人称动词 δεῖ 的中性单数宾格分词 δεῆσαν 构成绝对宾格结构(accusative absolute),表示假设或条件含义:“假定需要祭奉神明”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:68.37-70.14