- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:68.2-68.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
作者论述了挥霍尚可受教改过,而吝啬因年老与阅历反而加剧故属不治之症,且更合乎人之劣根性;继而将吝啬划分为不同类型(在给予上不足的守财奴,以及在获取上过度、贪图微薄不义之财的下劣之徒),由此得出吝啬才是慷慨真正的对立面的结论。
Ὅτι χεῖρον κακὸν ἡ ἀνελευθεριότης τῆς ἀσωτίας. κεφ. βʹ. 20#2 ὁ μὲν οὖν ἄσωτος ἀπαιδαγώγητος γινόμενος εἰς τοσοῦτον ἔρχεται πονηρίας, παιδαγωγηθεὶς δὲ καὶ τυχὼν ἐπιμελείας εἰς τὸ δέον ἀφικέσθαι δύναται. ἡ δὲ ἀνελευθεριότης ἀνίατός ἐστιν· οὐ γάρ ἐστιν ἐλπὶς ἀπὸ πλείονος πείρας ἢ ἡλικίας τινὸς βελτίονα γενέσθαι τὸν ἀνελεύθερον. τὸ γὰρ πεῖραν λαβεῖν τῶν ἐν τῷ βίῳ καὶ τὸ γῆρας καὶ τὰ ἐκ τοῦ γήρως κακὰ καὶ πᾶσα ἀδυναμία καὶ κακοπάθεια πολλῷ μείζω ποιεῖ τὴν ἀνελευθεριότητα. καὶ ἄλλως δὲ μᾶλλον πεφύκασιν οἱ ἄνθρωποι πρὸς τὴν ἀνελευθεριότητα ἢ πρὸς τὴν ἀσωτίαν· οἱ γὰρ πλεῖστοι τῶν ἀνθρώπων φιλοχρήματοι καὶ ἀνελεύθεροί εἰσι· διδόασι δὲ οὐ σφόδρα πολλοί· ἐλάχιστοι δὲ οἱ ἄσωτοι. διὰ τοῦτο τοίνυν πολλῷ βελτίων ἡ ἀσωτία τῆς ἀνελευθεριότητος· φαίνεται γὰρ ἀπὸ τούτων ἐγγύτερον οὖσα τοῦ μέσου. καὶ χωρὶς δὲ τούτων καὶ πολυειδές τι κακὸν ἡ ἀνελευθεριότης· πολλοὶ γὰρ τρόποι δοκοῦσι τῆς ἀνελευθεριότητος εἶναι. ἐπεὶ γὰρ περὶ λῆψιν καὶ δόσιν ἐστίν, οἱ μὲν τῶν ἀνελευθέρων περὶ τὴν δόσιν φαύλως ἔχουσιν, οἱ δὲ περὶ τὴν λῆψιν· οἱ μὲν γὰρ οὔτε οὐδενὶ διδόασιν οὔτε λαμβάνειν βούλονται παρ’ οὐδενός, οἱ μὲν διά τινα ἐπιείκειαν1 καὶ ἵνα μὴ ἀναγκασθῶσι πρᾶξαί τι αἰσχρόν, οἱ δὲ φοβούμενοι, μήποτε καὶ δοῦναί ποτε ἀναγκασθῶσι διότι λαμβάνουσιν· ἀγαπῶσιν οὖν τὸ μήτε λαμβάνειν μήτε διδόναι. καλοῦνται δὴ οὗτοι φειδωλοὶ γλίσχροι κίμβικες, ὅσοι τῇ δόσει ἐλλείπουσι· τούτων δὲ καὶ ὁ κυμινοπρίστης. ἕτεροι δὲ τῇ λήψει ὑπερβάλλουσιν, ὅσοι πάντα τὰ αἰσχρὰ καὶ ποιοῦσι καὶ πάσχουσιν, ἵνα τι λάβωσιν οὐχ ὡς δεῖ οὐδὲ παρ’ ὧν δεῖ. οὗτοι δὲ πάντες αἰσχροκερδεῖς καλοῦνται, οἷοί εἰσιν οἱ πορνοβοσκοὶ καὶ οἱ τοκισταὶ καὶ οἱ κυβευταὶ καὶ οἱ λωποδύται καὶ οἱ λῃσταί· πάντες γὰρ ἕνεκα κέρδους καὶ τούτου μικροῦ μεγάλα ὑπομένουσιν ὀνείδη. οἱ γὰρ μεγάλων ἕνεκα κερδῶν τὰ τοιαῦτα ὑπομένοντες καὶ λαμβάνοντες ὅθεν οὐ δεῖ οὐδὲ ὡς δεῖ οὐκ αἰσχροκερδεῖς ἀλλὰ πονηροὶ καὶ ἀσεβεῖς καὶ ἄδικοι καλοῦνται, οἷοί εἰσιν οἱ τύραννοι καὶ οἱ τὰς πόλεις πορθοῦντες καὶ ἱερὰ συλῶντες. ὁ γὰρ κυβευτὴς λαμβάνει μὲν ὅθεν οὐ δεῖ· παρὰ τῶν φίλων γάρ, οἷς δεῖ διδόναι· μικρὰ δὲ καὶ διὰ τοῦτο αἰσχροκερδής·2 καὶ ὁ λῃστὴς μεγάλους μὲν ὑπομένει κινδύνους ἀλλὰ μικροῦ λήμματος ἕνεκα· ὁμοίως καὶ ὁ λωποδύτης καὶ εἴ τις ἄλλος τοιοῦτος. εἰκότως οὖν ἡ ἀνελευθεριότης τῇ ἐλευθεριότητι ἐναντίον λέγεται, ὅτι τε μᾶλλον ἀφέστηκεν αὐτῆς ἢ ἡ ἀσωτία (ἐναντιώτερον γάρ ἐστιν αὐτῆς, διότι μεῖζον κακόν ἐστιν ἢ ἡ ἀσωτία), καὶ ὅτι κατὰ πλείονας τρόπους ἁμαρτάνουσιν οἱ ἄνθρωποι περὶ ταύτην ἢ περὶ τὴν ἀσωτίαν.
吝啬是比挥霍更坏的恶。第二章。 因此,挥霍者若未受教导,便会落入如此严重的败坏之中,但若受到教导并获得照料,他便能够达到合宜之境。然而吝啬是不可医治的;因为指望吝啬者因更多经验或某种年龄而变好,是毫无希望的。因为获得生活之事的经验、老年、源于老年的灾患以及一切无能与苦难,都使吝啬大大加剧。此外,人在天性上也更容易偏向吝啬而非挥霍;因为大多数人都爱财且吝啬;给予的人并不甚多,而挥霍者极少。正因如此,挥霍远胜于吝啬;因为从这些来看,挥霍显然更接近中道。除了这些之外,吝啬还是一种形态多样的恶;因为吝啬的形态似乎有很多种。因为既然吝啬关乎获取与给予,吝啬者中便有些人是在给予上处于恶劣状态,有些人则在获取上如此。也就是说,有些人既不给予任何人,也不愿从任何人处获取:有些人是出于某种端正,且为了不被迫做出可耻之事;另一些人则是害怕因有所获取而在某个时刻亦被迫给予;因此他们满足于既不获取也不给予。凡是在给予上不足的这些人,确实被称为俭吝者、刻薄者、吝啬鬼;在这类人中也包括剖孜然粒者。另一类人则在获取上过度,他们既做又承受一切可耻之事,以便以不当的方式、从不当的人那里获取某些东西。所有这些人统被称为贪图不义之财者,如皮条客、高利贷者、赌徒、剪径者和强盗;因为他们全都是为了利益,且是微小的利益,而甘受极大的恶名。因为那些为了巨大利益而忍受此类事物、从不当之处且以不当方式获取的人,不被称为贪图不义之财者,而被称作邪恶者、不敬神者和不义者,正如僭主、攻掠城邦者和洗劫神庙者那样。因为赌徒是从不当之处获取,即从朋友那里获取,而朋友本是应当施予的对象;但他[所获取的]微不足道,因此是贪图不义之财者;强盗冒着巨大的危险,却只是为了微薄的收益;剪径者以及任何其他此类人亦然。因此,吝啬合乎常理地被说成是慷慨的相反面,既因为吝啬比挥霍与慷慨相距更远(因为它比挥霍更是慷慨的对立面,因为它是比挥霍更大的恶),又因为人在吝啬上比在挥霍上以更多种方式犯下过失。
- 4.οἱ μὲν γὰρ οὔτε οὐδενὶ διδόασιν οὔτε λαμβάνειν βούλονται παρ’ οὐδενός, οἱ μὲν διά τινα ἐπιείκειαν
第一个 οἱ μέν 作为总括性主语,指吝啬者中“既不给予也不愿获取之人”,紧随其后的嵌套并列分句 οἱ μέν ... οἱ δέ(“一些人出于端正……另一些人由于害怕……”)进一步对该群体的动机进行了二重细分。
- 4.μικρὰ δὲ καὶ διὰ τοῦτο αἰσχροκερδής
中性复数宾格 μικρά 承前承接动词 λαμβάνει 作为其省略动词的宾语,意为“[他所获取的]乃是微薄之物,且因此是贪图不义之财者”,与下文强盗句中的 μικροῦ λήμματος ἕνεκα 在意义上紧密呼应。
