- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:67.6-68.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节对比了挥霍与吝啬,论证了吝啬是更严重的恶,因为挥霍因财产耗尽或经验磨砺易于回归中道,而吝啬不可救药且无益于任何人;随后区分了严格意义上的挥霍者与现实中兼具贪敛并滑向放纵的挥霍者。
Ὅτι χεῖρον κακὸν ἡ ἀνελευθεριότης τῆς ἀσωτίας. κεφ. βʹ. 20#1 Ὅτι χεῖρον κακὸν ἡ ἀνελευθεριότης τῆς ἀσωτίας. κεφ. βʹ. Ἔστι μὲν οὖν ἡ ἐλευθεριότης ἡ μεσότης, ὑπερβολὴ δὲ ἡ ἀσωτία, ἔλλειψις δὲ ἡ ἀνελευθεριότης. ἡ μὲν οὖν ἀσωτία τῷ διδόναι καὶ μὴ λαμβάνειν ὑπερβάλλει, τῷ δὲ λαμβάνειν ἐλλείπει, ἡ δὲ ἀνελευθεριότης τῷ λαμβάνειν ὑπερβάλλει, τῷ δὲ διδόναι ἐλλείπει. ἀμφοτέρων δὲ οὐσῶν ἔξω τοῦ δέοντος, χείρων ἐστὶν ἡ ἀνελευθεριότης τῆς ἀσωτίας. ἡ γὰρ ἀσωτία πρῶτον μὲν οὐ δύναται παραμένειν ἀλλὰ εὐχερῶς ἀφίσταται, τῆς ὕλης δαπανηθείσης· ὁ γὰρ πλοῦτος ταχέως ἐπιλείπει τοὺς δαπανῶντας ἰδιώτας, διδόντας μὲν ἀμέτρως, λαμβάνοντας δὲ οὐδαμόθεν· ἡ δὲ ἀνελευθεριότης οὐδαμῶς· οὔτε γὰρ αὐξανομένου τοῦ πλούτου βελτίων ὁ ἀνελεύθερος γίνεται, καὶ δαπανωμένου πολλῷ χείρων. ἔπειτα καὶ ὑπὸ τῆς ἡλικίας καὶ ὑπὸ τῆς πείρας τῶν ἀπὸ τῆς ἀπορίας κακῶν ἰαθῆναι τὸν ἄσωτον δυνατὸν καὶ πρὸς τὸ μέσον ἐλθεῖν· ἐγγὺς γάρ ἐστι τοῦ μέσου καὶ ἐλευθερίῳ ἔοικε μάλιστα· καὶ γὰρ δίδωσι καὶ οὐ λαμβάνει, εἰ καὶ μὴ ὡς δεῖ καὶ οἷς οὐ δεῖ· ὥστε εἰ τοῦτο μόνον ἐθισθείη, διδόναι οἷς δεῖ καὶ ὡς δεῖ, εἴη ἂν ἐλευθέριος· καὶ δώσει οἷς δεῖ καὶ οὐ λήψεται ὅθεν οὐ δεῖ. διὰ τοῦτο ὁ ἄσωτος οὐ δοκεῖ φαῦλός τις εἶναι τὸ ἦθος· οὐ γὰρ μοχθηροῦ καὶ ἀγεννοῦς τὸ ὑπερβάλλειν ἐν τῷ διδόναι καὶ μὴ λαμβάνειν, ἠλιθίου δέ. διὰ τοῦτο βελτίων ὁ ἄσωτος τοῦ ἀνελευθέρου, καὶ διὰ τὰ εἰρημένα καὶ ὅτι ὁ μὲν ἄσωτος πολλοὺς ὠφελεῖ, ὁ δὲ ἀνελεύθερος οὐδένα ἀλλ’ οὐδὲ ἑαυτόν. ἄσωτον δὲ λέγω, ὃς ὑπερβάλλει μὲν τῷ διδόναι, ἐλλείπει δὲ τῷ μὴ διδόναι,1 ὃν ὑπεθέμεθα ἄκρον εἶναι πρὸς τὸν ἐλευθέριον. πολλοὶ γὰρ ἄσωτοι καὶ ἀνελεύθεροί εἰσιν, ὑπερβάλλοντες ὁμοίως καὶ τῷ λαμβάνειν καὶ τῷ διδόναι· ληπτικοὶ γάρ εἰσι διὰ τὸ βούλεσθαι μὲν ἀναλίσκειν, εὐχερῶς δὲ τοῦτο 〈μὴ〉 ποιεῖν·2 ταχέως γὰρ ἐπιλείπει αὐτοὺς τὰ ὑπάρχοντα καὶ ἀναγκάζονται ἑτέρωθεν πορίζειν· ἅμα δὲ καὶ διὰ τὸ μὴ φροντίζειν τοῦ δέοντος πανταχόθεν καὶ ὡς ἔτυχε λαμβάνουσι. διδόναι γὰρ ἐπιθυμοῦσι μόνον· τὸ δὲ πῶς δεῖ καὶ πόθεν λαμβάνοντας οὐδὲν προσπεριεργάζονται. διὰ τοῦτο οὐδὲ ἐλευθέριοί εἰσιν αἱ δόσεις αὐτῶν· οὐ γὰρ καλαὶ οὐδὲ τοῦ καλοῦ ἕνεκα οὐδὲ ὡς δεῖ· ἀλλ’ ἐνίοτε οὓς δεῖ πένεσθαι, τούτους πλουσίους ποιοῦσι, τοῖς δὲ μετρίοις τὰ ἤθη οὐδὲν ἂν δοῖεν· τοῖς κόλαξι δὲ ἢ ἄλλην τινὰ ἡδονὴν αὐτοῖς προξενοῦσι πολλὰ παρέχουσιν. διὸ καὶ ἀκόλαστοί εἰσιν ὡς ἐπὶ τὸ πλεῖστον οἱ ἄσωτοι. διὰ γὰρ τὸ μὴ ζῆν κατὰ λόγον πρὸς τὰς ἡδονὰς ἀποκλίνουσι, διὰ δὲ τὸ ἐθισθῆναι πολλὰ δαπανᾶν καὶ εἰς τὰς ἀκολασίας δαπανηροὶ γίνονται, ὥστε σφόδρα ἀκόλαστοι εἶναι.
Ὅτι χεῖρον κακὸν ἡ ἀνελευθεριότης τῆς ἀσωτίας. κεφ. βʹ. 20#1 论吝啬是比挥霍更坏的恶。第二章。 因此,慷慨是中道,挥霍是过度,而吝啬是不足。挥霍在给予和不获取上过度,但在获取上不足;吝啬则在获取上过度,但在给予上不足。尽管两者都偏离了合宜之度,但吝啬比挥霍更坏。因为首先,挥霍不能长久维持,一旦原料消耗殆尽便极易止息;因为对于那些只花费、无节制地给予却无处获取的普通人而言,财富很快就会匮乏;但吝啬则绝非如此;因为吝啬者既不会在财富增加时变好,又会在财富耗尽时变得坏得多。其次,挥霍者既可能因年龄,也可能因困境所致诸恶的经验而得到医治并走向中道;因为他接近中道,并且最像慷慨者;因为他确实既给予又不获取,即便并不是如其所应并且给予了不当给予之人;因此如果仅仅在这一点上受到习惯熏陶,即向合宜之人如其所应地给予,他就会成为慷慨者;并且他将给予合宜之人,也不会从不当之处获取。正因如此,挥霍者在品格上并不被看作是恶劣之人;因为在给予和不获取上过度,并不属于邪恶和卑劣之辈,而是属于愚昧之人。正因如此,挥霍者比吝啬者更好,既因为已说明的这些理由,又因为挥霍者使许多人得益,而吝啬者无益于任何人,甚至无益于自身。但我指的是那种在给予上过度、在不给予上不足[=无法不给予]的挥霍者,即我们设定为与慷慨者相对的极端之人。因为许多挥霍者同时也吝啬,在获取和给予两方面同样过度;因为他们热衷于获取,乃是由于他们虽想挥霍,却无法轻易做到这一点;因为现有的财产很快离他们而去,他们被迫从别处筹集;同时,又由于不顾及合宜之事,他们四处求取且随心所欲。因为他们仅仅渴望给予;但至于应当如何给予,以及应当从何处获取以给予,他们丝毫不加深究。正因如此,他们的给予甚至都不是慷慨的;因为这些给予既不高尚,也非为了高尚,亦非如其所应;反而有时他们使本该贫穷的人富有,而对于品行适度之人却什么也不会给予;但对于阿谀奉承者或为他们提供某种其他快乐的人,他们则奉送甚多。因此,挥霍者大多也是放纵的。因为不依理性生活,他们便偏向快乐,又因为习惯了耗费甚多,他们在放纵之事上也变得大手大脚,以至于极其放纵。
- 4.ἐλλείπει δὲ τῷ μὴ διδόναι
第一段将挥霍定义为“在给予上过度,在获取上不足(τῷ δὲ λαμβάνειν ἐλλείπει)”,而此处则表述为“在不给予上不足(ἐλλείπει δὲ τῷ μὴ διδόναι)”。这可以按反常修辞理解为“在保留不给这一方面有所欠缺(即无法做到不给予)”,尽管这很可能是抄传中替代了 τῷ λαμβάνειν 的讹误。译文严格依传世文本的字面结构翻译。
- 4.εὐχερῶς δὲ τοῦτο 〈μὴ〉 ποιεῖν
此处采纳校勘者补充的否定词〈μὴ〉。该句以 δέ 引导的分句与前面的 βούλεσθαι μέν 形成对比:“虽然想要耗费,却无法轻易做到这一点”;这一受阻状态与后文的理由解释“因为现有的财产很快离他们而去,他们被迫从别处筹集”在逻辑上紧密相符。
