- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:65.30-67.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阐明不带痛苦且为了高尚而给予才是真正的慷慨,并且慷慨并非以给予的绝对数量而是以相对于财产的比例来衡量。此外还解释了慷慨者难以致富的原因、僭主不被称为挥霍者的原因,以及慷慨者在财物交往中通达大度、不计较物质损失的特质。
ὁ γὰρ μετὰ λύπης διδοὺς οὔπω ἐλευθέριος· ἐλευθερίου μὲν γὰρ ἔργον ποιεῖ, ἐλευθέριος δὲ οὔπω ἐστίν· οὔπω γὰρ εἰς ἕξιν ἦλθεν· οὐ γὰρ ἂν ἐλυπεῖτο. τὰ γὰρ κατ’ ἀρετὴν ἔργα ἢ ἡδέα ἐστὶν ἢ ἄλυπα, ὁ δὲ διδοὺς οἷς μὴ δεῖ ἢ οὐ τοῦ καλοῦ ἕνεκα ἀλλὰ διά τινα ἄλλην αἰτίαν οὐκ ἐλευθέριος ἀλλὰ ἄλλος τις ῥηθήσεται· ὁμοίως δὲ οὐδὲ ὁ μετὰ λύπης διδούς, καθὼς εἴρηται. ὁ γὰρ τοιοῦτος προτιμᾷ τὰ χρήματα τῆς καλῆς πράξεως· τοῦτο δὲ οὐκ ἐλευθερίου. ὁ γὰρ ἐλευθέριος δώσει μέν, ὡς ὁ ὀρθὸς τάττει λόγος, λήψεται δὲ οὐδαμῶς παρ’ ὧν οὐ δεῖ λαβεῖν, ἅτε μὴ τιμῶν τὰ χρήματα, οὔτε αἰτήσεται· οὐ γὰρ εὐχερῶς εὐεργετεῖται ὁ φιλῶν τὸ εὐεργετεῖν· λήψεται δὲ ἀφ’ ὧν δεῖ, δηλονότι ἀπὸ τῶν οἰκείων κτημάτων, οὐχ ὅτι καλὸν ἡγεῖται τὸ χρηματίζεσθαι ἀλλ’ ὅτι ἀναγκαῖον πρὸς τὸ διδόναι· καὶ διὰ τοῦτο οὐδὲ τῶν ἰδίων ἀμελήσει χρημάτων, βουλόμενος διὰ τούτων τισὶν ἐπαρκεῖν. οὐδὲ τοῖς τυχοῦσι δώσει, ἵνα ἔχῃ διδόναι οἷς δεῖ καὶ ὅτε καὶ οὗ καλόν· ἔστι δὲ σημεῖον τοῦ σφόδρα ἐλευθερίου καὶ τὸ ὑπερβάλλειν ἐν τῇ δόσει τοσοῦτον, ὥστε καταλείπειν ἑαυτῷ τὰ ἐλάττω. τὸ γὰρ μὴ πρὸς τὴν οἰκείαν χρείαν ὁρᾶν τῆς μεγίστης ἐλευθεριότητος σημεῖόν ἐστιν. οὐ γὰρ πρὸς τὸ μέγεθος ἢ τὸ πλῆθος τῶν διδομένων ἡ ἐλευθεριότης κρίνεται ἀλλὰ κατὰ τὴν ἀναλογίαν, ἣν ἔχουσι τὰ διδόμενα πρὸς τὴν οὐσίαν τοῦ διδόντος (ἀπὸ τούτου γὰρ ἡ ἕξις τῆς ἐλευθεριότητος δείκνυται), ὥστε οὐδὲν κωλύει ἐλευθεριώτερον εἶναι τοῦ τὰ πολλὰ διδόντος τὸν ἐλάττω διδόντα, ἐὰν ἀπὸ ἐλάττονος οὐσίας διδῷ.1 συμβαίνει δὲ τοὺς μὴ κτησαμένους οὐσίαν ἰδίοις πόνοις ἀλλὰ διαδεξαμένους παρ’ ἄλλων, ἐλευθεριωτέρους δοκεῖν· οἱ γὰρ τοιοῦτοι ἄπειροί εἰσι τῆς ἐνδείας καὶ διὰ τοῦτο οὐ σφόδρα ἀγαπῶσι τὸν πλοῦτον καὶ ὅτι, καθάπερ οἱ γονεῖς καὶ οἱ ποιηταί, μᾶλλον ἀγαπῶσι τὰ χρήματα οἱ κτησάμενοι. οἱ δὲ ἐλευθέριοι οὐ δύνανται σφόδρα πλουτεῖν·2 οὔτε γὰρ εὐχερεῖς εἰς τὸ λαμβάνειν εἰσὶν οὔτε εἰς τὸ φυλάττειν τὴν οὐσίαν προνοητικοί· ἀλλὰ μᾶλλον προετικοὶ τῶν ὄντων καὶ οὐ τιμῶντες δι’ ἑαυτὰ τὰ χρήματα ἀλλ’ ἕνεκα τῆς δόσεως. διὸ καὶ ἐγκαλοῦμεν τῇ τύχῃ, ὅτι μὴ πλουτοῦσιν οἱ ἐλευθέριοι, πλούτου καὶ χρημάτων ὄντες ἄξιοι. τοῦτο δὲ οὐ συμβαίνει ἀλόγως· τὸν γὰρ μὴ ἐπιμελούμενον ὅπως ἔχῃ χρήματα, πῶς οἷόν τε πλουτεῖν; ὥσπερ οὐδ’ ἄλλο τι κτήσασθαι δυνατὸν τὸν μὴ ἐπιμελούμενον ὅπως κτήσηται. διὰ τοῦτο οὐδὲ ὁ ἐλευθέριος δυνήσεται πλουτεῖν, μήτε ἑτέρωθεν χρήματα συλλέγων καὶ τὰ οἴκοι σκορπίζων. ἔτι καὶ μὴ δίδωσιν οἷς οὐ δεῖ καὶ ὅτε μὴ δεῖ, ἵνα μὴ εἰς τὰ μὴ δέοντα ἀναλώσας ἐνδεὴς εὑρεθῇ πρὸς τὰ δέοντα καὶ μὴ δῷ οἷς δεῖ καὶ ὅτε δεῖ. ἐλευθέριος γάρ ἐστι, καθὼς εἴρηται, ὁ κατὰ τὴν ἀναλογίαν τῆς οὐσίας δαπανῶν εἰς ἃ δεῖ· ὁ δὲ ὡς ἔτυχε διδοὺς ἄσωτος. διὰ τοῦτο τοὺς τυράννους οὐ λέγομεν ἀσώτους, καίτοι πολλὰ καὶ ἄμετρα διδόντας· τὸ γὰρ πλῆθος τῆς κτήσεως τὸ πλῆθος τῶν δόσεων ὑπερβάλλειν δοκεῖ, καὶ πλείω εἶναι τὴν οὐσίαν τῆς δαπάνης συμβαίνει. ἐπεὶ τοίνυν ἡ ἐλευθεριότης μεσότης ἐστὶ περὶ χρημάτων δόσιν καὶ λῆψιν, ὁ ἐλευθέριος καὶ δώσει καὶ δαπανήσει εἰς ἃ δεῖ καὶ ὅσα δεῖ, καὶ ἐν μικροῖς καὶ ἐν μεγάλοις ὁμοίως. καὶ ἀμφότερα ἡδέως ποιήσει, τό τε δοῦναι καὶ τὸ λαβεῖν κατὰ τὸν προσήκοντα λόγον· μεσότης γάρ ἐστιν ἡ ἐλευθεριότης περί τε λῆψιν καὶ δόσιν, ἕπεται 〈δὲ〉τῷ διδόντι καλῶς3 καὶ λαμβάνειν καλῶς, καὶ ἄμφω μεθ’ ἡδονῆς. ὥστε λυπήσεται, ἐὰν μὴ δῷ ἢ μὴ λάβῃ κατὰ τὸν προσήκοντα λόγον· καὶ τοῦτο δὲ μετρίως καὶ ὡς δεῖ. ἔστι δὲ ὁ ἐλευθέριος καὶ εὐκοινώνητος ἐν τοῖς χρήμασι καὶ ἡδύς ἐστιν ἐν ταῖς περὶ τὰ χρήματα κοινωνίαις, ὅτι χρημάτων καταφρονῶν οὐ πάνυ ἄχθεται ἀδικούμενος καὶ ζημιούμενος. μᾶλλον γὰρ ἄχθεται εἴ τι προσῆκον ἀναλῶσαι οὐκ ἀνάλωσεν ἢ εἴ τι προσῆκον μὴ ἀναλῶσαι ἀνάλωσε. τὸ μὲν γὰρ δαπανῆσαί ποτε παρὰ τὸ δέον περὶ χρήματά ἐστιν ἡ ζημία, καὶ οὐ τοσοῦτον λυπεῖ τὸν ἐλευθέριον· τὸ δὲ μὴ εἰς τὸ δέον δαπανῆσαι περὶ τὸ δέον καὶ τὴν ἀρετὴν ἡ ζημία γίνεται, καὶ διὰ τοῦτο μᾶλλον λυπεῖ· ὥστε οὐδὲ τὴν Σιμωνίδου δέχεται παραίνεσιν τἀναντία ὑποτιθεμένου.4 ὁ δὲ ἄσωτος περὶ τὴν ἡδονὴν ἀεὶ καὶ τὴν λύπην διαμαρτάνει· ἥδεται γὰρ καὶ λυπεῖται ἐφ’ οἷς οὐ δεῖ καὶ οὐχ ὡς δεῖ· φανερώτερον δὲ ἐν τοῖς ἑξῆς ῥηθήσεται.
因为带着痛苦给予的人尚不是慷慨者;因为他虽然做着慷慨者的工作,却还不是慷慨者;因为他尚未达到这一品质状态;否则他就不会感到痛苦了。因为依照德性的工作要么是愉悦的,要么是不带痛苦的,而给予不当给予之人的人,或者并非为了高尚而是由于某种其他原因给予的人,将不会被称为慷慨者,而会被称为某种别样的人;同样,正如已说过的,带着痛苦给予的人也不会[被称为慷慨者]。因为这样的人把财富看得重于高尚的行为;而这并非慷慨者的作为。因为慷慨者固然会按照正确理性的规定而给予,却决不会从不当获取之人那里获取,既然他不看重财富,他也决不会求取;因为乐于施恩的人不会轻易接受恩惠;相反,他将从合宜之处获取,即从自己的产业中获取,这并非因为他认为赚钱是高尚的,而是因为这对于给予而言是必需的;正因如此,他也决不会忽视自己的财产,因他希望通过这些财产周济某些人。他也不会随意施予任何人,以便使自己能够在应当给予之时、给予合宜之人以及在高尚之处能够给予;并且,极其慷慨者的特征甚至在于在给予上过度到只给自己留下更少财物的程度。因为不着眼于自身的需要,乃是极大慷慨的标志。因为慷慨并不是根据所给予之物的大小或数量来评判的,而是根据所给予之物与给予者自身财产所成的比例来评判的(因为正是由此显明慷慨的品质状态),因此,如果给予更少者是从更少的财产中给予,那么丝毫不会妨碍他比给予众多者更加慷慨。并且通常的情况是,那些并非通过自己的辛劳获取财产而是从他人那里继承财产的人,看来更为慷慨;因为这样的人没有体验过匮乏,正因如此并不极度爱惜财富,而且还因为,正如父母和诗人们一样,自己赚得财产的人更爱惜财富。然而慷慨者不可能极其富有;因为他们既不轻易获取,也不在保存财产上深谋远虑;反而更容易散去自己的所有物,并且他们并不为了财富本身而看重财富,而是为了给予之故。因此,对于慷慨者配享财富与财产却并不富有这一点,我们甚至怨怪命运。但这并不是毫无缘由地发生的;因为对于一个并不用心去拥有财富的人来说,他怎么可能富有呢?正如对于一个并不用心去获取其他任何事物的人来说,他不可能获取它一样。正因如此,慷慨者既然既不从别处聚敛财富,又在挥散家中的财产,他也绝不可能富有。此外,他也不给予不当给予之人,也不在不当给予之时给予,以免在不当之事上耗费之后,在当行之事上被发现陷入匮乏,从而无法在应当之时给予合宜之人。因为正如已说过的,慷慨者乃是按照财产的比例而在合宜之事上花费的人;而随心所欲给予的人则是挥霍者。正因如此,我们并不把僭主们称为挥霍者,尽管他们给予众多且无节制;因为他们产业的巨大看来超过了给予的巨大,并且通常而言财产大于支出。既然慷慨是关于财富的给予和获取的中道,那么慷慨者在细微之事和重大之事上都同样会给予并且会耗费在当为之事上以及所当消耗的数额。并且他会愉悦地做这两件事,即按照合宜的理性既给予又获取;因为慷慨是关于获取和给予的中道,而在善于给予者那里,也伴随着善于获取,且两者都伴随着愉悦。因此,如果他没有按照合宜的理性给予或获取,他便会感到痛苦;并且这也是适度地、如其所应地[感到痛苦]。慷慨者在财物上也容易与人相处,在关于财富的交往中也是使人愉悦的,因为他轻视财富,在遭受不公和蒙受损失时完全不恼恨。因为如果他没有花费应当花费之物,他会比花费了不应当花费之物更加恼恨。因为有时违背应当之度而花费乃是关乎财富的损失,这并不会如此严重地让慷慨者痛苦;而没有耗费在当为之事上,则成了关乎应当与德性的损失,正因如此会更让他痛苦;因此,他也决不接受提出相反主张的西蒙尼德的劝告。另一方面,挥霍者在快乐和痛苦上总是犯错;因为他在不应当的事上以及不当的方式中感到快乐和痛苦;但这将在下文中更清楚地论述。
- 4.0ὥστε οὐδὲν κωλύει ἐλευθεριώτερον εἶναι τοῦ τὰ πολλὰ διδόντος τὸν ἐλάττω διδόντα, ἐὰν ἀπὸ ἐλάττονος οὐσίας διδῷ
在由 οὐδὲν κωλύει 引出的带不定式的宾格结构中,不定式 εἶναι 的逻辑主语是宾格短语 τὸν ἐλάττω διδόντα(“给予更少者”),ἐλευθεριώτερον 是其表语形容词,而 τοῦ τὰ πολλὰ διδόντος 则是表示比较的属格(“比给予众多者”)。表语与属格比较成分被前置于主语之前。
- 4.0τὸν γὰρ μὴ ἐπιμελούμενον ὅπως ἔχῃ χρήματα, πῶς οἷόν τε πλουτεῖν;
在非人称表达 πῶς οἷόν τε [ἐστι](“怎么可能……”)中,宾格分词短语 τὸν ... μὴ ἐπιμελούμενον(“不留心……的人”)作为不定式 πλουτεῖν 的逻辑主语被前置于句首,以示强调。
- 4.0ἕπεται 〈δὲ〉 τῷ διδόντι καλῶς καὶ λαμβάνειν καλῶς
动词 ἕπεται 支配与格(τῷ διδόντι καλῶς),而主语是不定式短语 λαμβάνειν καλῶς(“善于获取”)。句式结构即为:“在善于给予者那里,也伴随着善于获取”。
- 4.0τὴν Σιμωνίδου δέχεται παραίνεσιν τἀναντία ὑποτιθεμένου
现在分词 ὑποτιθεμένου 与属格专有名词 Σιμωνίδου 保持性数格一致并修饰之(“提出相反主张的西蒙尼德的劝告”)。名词 παραίνεσιν 隔开属格名词与其分词修饰语,构成了分离语序(hyperbaton)。
