- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:64.2-65.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
赫利奥多鲁斯依据《尼各马可伦理学》第四卷第一章,将慷慨规定为关乎财富之中道德性,界定了其过度(挥霍)与不足(吝啬),并论证了为何慷慨的本质主要在于合宜的给予而非获取。
Περὶ ἐλευθεριότητος. κεφ. αʹ. Καὶ ἡ ἐλευθεριότητος δὲ1 τοῦ ἐπιθυμητικοῦ ἐστιν ἀρετή· καὶ διὰ τοῦτο μετὰ τὴν σωφροσύνην περὶ ἐλευθεριότητος λέγομεν. ἔστι δὲ ἐλευθεριότης ἡ περὶ χρήματα μεσότης, ὅταν οὔτε πλέον τοῦ δέοντος οὔτε ἔλαττον ἀναλίσκωμεν ἀλλ’ ὡς δεῖ καὶ ἐφ’ οἷς προσήκει καὶ ὧν ἕνεκα· ἐπαινεῖται γὰρ ὁ ἐλευθέριος οὐκ ἐν τοῖς πολεμικοῖς οὐδ’ ἐν οἷς ἐπαινεῖται ὁ σώφρων οὐδ’ αὖ ἐν ταῖς κρίσεσιν ὥσπερ ὁ δίκαιος, ἀλλὰ περὶ δόσιν χρημάτων καὶ λῆψιν. μᾶλλον δὲ ἐπαινεῖται ἐν τῇ δόσει. χρήματα δὲ λέγομεν πάντα, ὅσων ἡ ἀξία νομίσματι μετρεῖται. ἡ μὲν οὖν περὶ χρήματα μεσότης ἡ ἐλευθεριότης ἐστίν, ἡ δὲ ὑπερβολὴ ἡ ἀσωτία, ἔλλειψις δὲ ἡ ἀνελευθεριότης. ἀσωτίαν δὲ οὐ μόνον τὴν περὶ τὰ χρήματα ὑπερβολὴν καλοῦμεν ἀλλὰ ἐνίοτε καὶ τοὺς ἀκολάστους ἀσώτους καλοῦμεν, οἵτινες πολλὰ δι’ ἀκολασίαν δαπανῶσι, καὶ ἀσωτίαν τὴν τοιαύτην κακίαν ὀνομάζομεν. διὰ τοῦτο καὶ φαυλότατοί εἰσιν οἱ τοιοῦτοι, πολλὰς ἅμα κακίας ἔχοντες καὶ περὶ χρήματα δὲ καὶ ἡδονὰς διεφθαρμένοι· διὰ τοῦτο οὐδὲ οἰκείως προσαγορεύονται ἑνὶ ὀνόματι μίαν κακίαν δηλοῦντι· βούλεται γὰρ ἄσωτος εἶναι ὁ ἕν τι κακὸν ἔχων,2 τὸ φθεῖρον τὴν οὐσίαν· ἄσωτος γὰρ ὁ δι’ ἑαυτὸν ὀλλύμενος· δοκεῖ γὰρ ἀπώλειά τις αὑτοῦ εἶναι καὶ ἡ τῆς οὐσίας φθορά, ὡς τοῦ ζῆν διὰ τῶν χρημάτων ὄντος. ἀσώτους μὲν οὖν καὶ τοὺς ἀκρατεῖς καὶ εἰς ἀκολασίαν δαπανηροὺς καλοῦμεν, ἀνελευθέρους δὲ μόνους τοὺς πλέον ἢ δεῖ τῶν χρημάτων ἀντεχομένους καὶ πρὸς τὴν ἐλευθεριότητα ἐλλείποντας. ἐπεὶ τοίνυν πᾶσιν, ὧν χρεία τίς ἐστιν, τοιοῦτον δόξης ἢ ἡδονῆς ἢ τροφῆς,3 τούτοις δυνατὸν χρῆσθαι καὶ εὖ καὶ κακῶς (τοιοῦτον δὲ καὶ ὁ πλοῦτος, καὶ τούτου γὰρ χρεία τίς ἐστιν ἐν τῷ βίῳ), δυνατὸν ἄρα χρῆσθαι τῷ πλούτῳ καὶ εὖ καὶ κακῶς· ἐπεὶ δὲ ἑκάστῳ πράγματι ἐκεῖνος χρῆται καλῶς, ὁ ἔχων τὴν περὶ αὐτὸ ἀρετήν, καὶ τῷ πλούτῳ ἐκεῖνος χρήσεται ἄριστα, ὁ ἔχων τὴν περὶ αὐτὸν ἀρετήν· οὗτος δέ ἐστιν ὁ ἐλευθέριος. ἡ δὲ χρῆσις τῶν χρημάτων οὐδὲν ἄλλο ἐστὶν ἢ δαπάνη καὶ δόσις. ἡ δὲ λῆψις καὶ φυλακὴ οὐ χρῆσις δοκεῖ ἀλλὰ μᾶλλον κτῆσις. διὰ τοῦτο ὁ ἐλευθέριος περὶ τὴν δαπάνην ἐστὶ τῶν χρημάτων μᾶλλον ἢ περὶ τὴν λῆψιν· καὶ μᾶλλον αὐτῷ προσήκει τὸ εἰδέναι, ὅπως δεῖ δαπανᾶν καὶ ὧν ἕνεκα καὶ πρὸς οὓς ἢ ὅπως δεῖ λαμβάνειν καὶ ὧν ἕνεκα καὶ παρ’ ὧν δεῖ. ἔστι μὲν γὰρ περὶ τὴν χρῆσιν τοῦ πλούτου, καθὼς εἴρηται· χρῆσις δὲ ἡ δόσις μᾶλλόν ἐστιν ἢ ἡ λῆψις. ἔτι μᾶλλον δοκεῖ ἀρετὴ εἶναι τὸ εὖ ποιεῖν ἢ τὸ εὖ πάσχειν καὶ τὸ τὰ καλὰ πράττειν ἢ τὸ τὰ αἰσχρὰ μὴ πράττειν· ἕπεται δὲ τῇ μὲν δόσει τὸ εὖ ποιεῖν καὶ τὸ τὰ καλὰ πράττειν, τῇ δὲ λήψει τὸ εὖ πάσχειν καὶ τὸ τὰ αἰσχρὰ μὴ πράττειν. τὸ γὰρ λαβεῖν ὅθεν δεῖ εὖ πάσχειν ἐστίν, καὶ τὸ μὴ λαβεῖν ὅθεν οὐ δεῖ τὸ μὴ αἰσχρὰ πράττειν ἐστίν. ἔτι, ὃ μᾶλλον ἐπαινεῖται, τοῦτο μᾶλλον ἀρετῇ προσήκει, μᾶλλον δὲ ἐπαινεῖται τὸ ὡς δεῖ διδόναι ἢ τὸ ὡς δεῖ λαμβάνειν· ἡ γὰρ χάρις καὶ ὁ ἔπαινος τῷ διδόντι μᾶλλον ἢ τῷ μὴ λαμβάνοντι. ἔτι περὶ τὸ δυσχερέστερόν ἐστιν ἡ ἀρετή· δυσχερέστερον δέ ἐστι διδόναι καλῶς ἢ λαμβάνειν ἢ μὴ λαμβάνειν καλῶς· τὸ γὰρ οἰκεῖον προέσθαι πολλῷ δυσχερέστερον τοῦ τὸ ἀλλότριον ἀποπέμψασθαι· μᾶλλον ἄρα προσήκει τῷ ἐλευθερίῳ διδόναι καλῶς ἢ οὐ λαμβάνειν ἢ λαμβάνειν καλῶς. ἐπεὶ καὶ ἐλευθερίους οὐ τούτους καλοῦμεν, ὅσοι οὐ λαμβάνουσιν ὅθεν οὐ δεῖ, ἀλλὰ ὅσοι διδόασιν οἷς δεῖ· ἐκεῖνοι γὰρ μᾶλλον δοκοῦσι δίκαιοι ἢ ἐλευθέριοι καὶ διὰ τοῦτο ἐπαινοῦνται· οἱ δὲ λαμβάνοντες ὅθεν δεῖ οὐδὲ ἐπαινοῦνται· ἐπαινεῖται γὰρ ὃς δυσχερές τι ποιεῖ διὰ τὸ ἀγαθόν, ὁ δὲ λαμβάνων ὅθεν δεῖ οὐδὲν δυσχερὲς ὑπομένει. ἔτι φιλοῦνται οἱ ἐλευθέριοι μάλιστα τῶν σπουδαίων, ὅτι ὠφέλιμοί εἰσι· τὸ δὲ ὠφέλιμον οὐκ ἐν τῷ μὴ λαβεῖν κακῶς ἀλλ’ ἐν τῷ δοῦναι καλῶς. ὁ ἄρα ἐλευθέριος περὶ τὴν δόσιν εἶναι δοκεῖ μᾶλλον ἢ περὶ τὴν λῆψιν· ἔστι τοίνυν ἐλευθέριος ὁ διδοὺς οἷς δεῖ καὶ τοῦ καλοῦ ἕνεκα. πᾶσαι γὰρ αἱ κατ’ ἀρετὴν πράξεις τοῦ καλοῦ ἕνεκα καὶ οὐ μόνον τοῦ καλοῦ ἕνεκα4 καὶ οἷς δεῖ καὶ ὅτε δεῖ καὶ τἄλλα πάντα ὅσα ἕπεται τῇ ὀρθῇ δόσει ἀλλὰ καὶ ἡδέως ἢ ἀλύπως.
论慷慨。第一章。 慷慨也是欲望部分的德性;正因如此,我们在节制之后论述慷慨。慷慨是关于财富的中道,即当我们既不花费多于应当之度,也不少于应当之度,而是如其所应、施于合宜之事物且为了所应之目的而花费之时;因为慷慨者受到称赞,并非在战争之事中,也非在节制者受到称赞的事物中,更非如公正者那样在裁判中,而是在财富的给予与获取上受到称赞。并且他更是在给予中受到称赞。我们把凡是其价值由钱币来衡量的一切事物都称为财富。财富方面的中道就是慷慨,其过度是挥霍,其不足是吝啬。我们不仅将关于财富的过度称为挥霍,而且有时也将那些因放荡而大量花费的放荡者称为“挥霍者”,并将此类恶习命名为挥霍。正因如此,此类人也是最为低劣的,他们同时具有诸多恶习,在财富和快乐两方面都败坏了;为此之故,他们甚至并没有被适当地冠以表示单一恶习的单一名称;因为“挥霍者”意指具有毁损家产这一单项恶端的人;因为挥霍者就是因自身而毁灭的人;因为家产的毁损也似乎是自身的某种毁灭,既然生存是凭借财富维系的。因此,我们把不能自制且为放荡而挥金如土者也称为挥霍者,却只把比所应当的更执着于财富、且在慷慨方面有所不足的人称为吝啬者。既然对于凡是有某种需要的事物,诸如声誉、快乐或食物,可能将它们用得好,也可能用得坏(财富也是此类事物,因为在生活中对它也有某种需要),那么便可能将财富用得好,也可能用得坏;又既然在每一事物上,是拥有关于它的德性的人才能用得好,那么最善于使用财富的也是拥有关于财富之德性的人;而这就是慷慨者。财富的使用无非就是花费与给予;而获取与保存看来不是使用,倒不如说是获得。正因如此,慷慨者关乎财富的花费更甚于关乎获取;并且对于他而言,知道应当如何花费、为了什么目的以及向谁花费,比知道应当如何获取、为了什么目的以及从谁那里获取更为合适。因为正如已说过的,慷慨是关乎财富的使用的;而给予比起获取来更是使用。再者,行善事比起承受善待,以及行高尚之事比起不行可耻之事,看来更是德性;行善事与行高尚之事伴随着给予,而承受善待与不行可耻之事则伴随着获取。因为从合宜之处获取乃是承受善待,而从不当之处不取乃是不行可耻之事。再者,更受到称赞的事物,更契合于德性,而如其所应地给予比起如其所应地获取来更受到称赞;因为感激与称赞更多地归于给予者,而非归于不获取者。再者,德性是关乎更困难之事的;而善于给予比起善于获取或善于不取来更为困难;因为放弃属于自己的东西,比拒斥属于他人的东西困难得多;所以善于给予比不获取或善于获取更契合于慷慨者。这也因为,我们并不把凡是不从不当之处获取的人称为慷慨者,而是把凡是给予所应当给予之人的人称为慷慨者;因为前者看来与其说是慷慨者,不如说是公正者,并因此而受到称赞;而从合宜之处获取的人甚至不受到称赞;因为为了善而做某种难事的人才受到称赞,而从合宜之处获取的人并未承受任何难事。再者,在优秀者当中,慷慨者最为人喜爱,因为他们是有益的;而有益并不在于不以不正当的方式获取,而在于善于给予。由此可见,慷慨者关乎给予看来更甚于关乎获取;因此,慷慨者就是为了高尚而给予合宜之人的人。因为依照德性的一切行为都是为了高尚,并且[慷慨者]不仅为了高尚、给予合宜之人、在合宜之时以及伴随正当给予的一切其他条件而给予,而且是愉悦地或不带痛苦地给予。
- 4.0Καὶ ἡ ἐλευθεριότητος δὲ
底本印为属格形式 ἡ ἐλευθεριότητος,但句法上充当主动词 ἐστιν 的主语,必须理解为主格 ἡ ἐλευθεριότης。此系写本传抄讹误或校勘本之排印错误。
- 4.0βούλεται γὰρ ἄσωτος εἶναι ὁ ἕν τι κακὸν ἔχων
此处的 βούλεται 并非表示主观的“意愿/想要”,而是用于词语或概念表示“意在表达……”、“指的是……”的惯用法。整句意指“‘挥霍者’意指具有某一种恶端的人”。
- 4.0τοιοῦτον δόξης ἢ ἡδονῆς ἢ τροφῆς
τοιοῦτον 在此充当同格/副词性的中性单数例示表达(功能同 οἷον),承接前置的关系从句 πᾶσιν, ὧν χρεία τίς ἐστιν(“凡有某种需要的一切事物”)。后接的属格 δόξης 等依附于 τοιοῦτον,意为“诸如声誉、快乐或食物”。
- 4.0πᾶσαι γὰρ αἱ κατ’ ἀρετὴν πράξεις τοῦ καλοῦ ἕνεκα καὶ οὐ μόνον τοῦ καλοῦ ἕνεκα
在 πᾶσαι γὰρ αἱ κατ’ ἀρετὴν πράξεις τοῦ καλοῦ ἕνεκα 一句中省略了系动词 εἰσίν。紧接的 καὶ οὐ μόνον... 句则承前省略了主语(慷慨者)与动词“给予”(δίδωσιν),构成“[他给予]不仅是为了高尚……而且是愉悦地或不带痛苦地[给予]”的谓语结构。
