- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:62.10-63.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
赫利奥多罗斯阐释了放荡为何比懦弱更是自愿的(基于快乐与痛苦的性质以及习惯养成的难易),辨析了品质与个别行为在自愿性上的反向差异,并说明了放荡一词从小孩子的不受管教引申至需要理性约束之欲望的缘由。
Ὅτι ἡ ἀκολασία μᾶλλον ἑκούσιόν ἐστιν ἢ ἡ δειλία. κεφ. ιγʹ. 20 Ὅτι ἡ ἀκολασία μᾶλλον ἑκούσιόν ἐστιν ἢ ἡ δειλία. κεφ. ιγʹ. Ἐπεὶ δὲ καὶ ἡ ἀκολασία καὶ ἡ δειλία ἑκούσια, ζητητέον, εἰ ὁμοίως εἰσὶν ἑκούσια. δοκεῖ δὲ μὴ ὁμοίως, ἀλλὰ τὴν ἀκολασίαν μᾶλλον ἑκούσιον εἶναι. τῆς μὲν γὰρ δειλίας ἡ λύπη αἰτία· διὰ γὰρ τὸ φοβεῖσθαι τὴν λύπην δειλοὶ γινόμεθα. τὴν δὲ ἀκολασίαν ἡ ἡδονὴ ποιεῖ· ὧν ἡ μὲν ἡδονὴ αἱρετόν, ἡ δὲ λύπη φευκτόν. ὃ δὲ διὰ τὸ αἱρετὸν ποιοῦμεν, μᾶλλον ἐστιν ἑκούσιον τοῦ διὰ τὸ φευκτὸν γινομένου. καὶ ἡ μὲν λύπη ἐξίστησι καὶ φθείρει τὴν τοῦ ἔχοντος φύσιν, ἡ δὲ ἡδονὴ οὐδὲν τοιοῦτον ποιεῖ. διὰ τοῦτο καὶ ἐπονειδιστότερον ἡ ἀκολασία τῆς δειλίας. ἐπεὶ γὰρ διὰ τὸ ἑκούσιον ἀγαθὸν ἢ κακὸν ἐπαινεῖταί τις ἢ ψέγεται, φανερὸν ὅτι τὸ κακὸν ἢ τὸ ἀγαθόν, καθόσον ἐστὶν ἑκούσιον, κατὰ τοσοῦτον ἐπαινεῖται μᾶλλον ἢ ψέγεται. ἐπεὶ καὶ εὐκολώτερόν ἐστι τῆς ἀκολασίας ἀποστῆναι ἢ τῆς δειλίας· οἱ γὰρ ἐθισμοί, δι’ ὧν τὰ τοιαῦτα κατορθοῦνται, ἐπὶ μὲν τῆς δειλίας ἐπικίνδυνοί εἰσιν (οἱ γὰρ ἐν τῷ πολέμῳ ἐθισμοὶ καὶ ἐν ἄλλοις τισὶ φοβεροῖς, δι’ ὧν τὴν δειλίαν ἐκβάλλομεν, οὐ πόρρω κινδύνων), οἱ δὲ σώφρονες ἐθισμοὶ καθάπαξ εἰσὶν ἀκίνδυνοι· ὥστε καὶ διὰ τοῦτο μᾶλλον ἑκούσιόν ἐστιν ἡ ἀκολασία τῆς δειλίας. δόξειε δ’ ἂν οὐχ ὁμοίως ἑκούσιον εἶναι τὴν δειλίαν τοῖς καθ’ ἕκαστον.1 ἡ μὲν γὰρ δειλία, αὐτὴ δηλονότι ἡ ἕξις, ἄλυπός ἐστιν· οὐ γὰρ ἀναγκαζόμεθα παρ’ οὐδενὸς λυπηροῦ δειλοὶ εἶναι· ὥστε μᾶλλον ἑκούσιόν ἐστι· τὰ δὲ κατὰ τὴν δειλίαν ἔργα, ἃ ποιοῦμεν διὰ λύπην καὶ φόβον, ἀνάγκῃ τινὶ ποιοῦμεν, ἥτις ἐξίστησιν2 ἡμᾶς καὶ πείθει τὰ ὅπλα ῥίπτειν καὶ τὰ ἄλλα ἀσχημονεῖν· καὶ τούτου χάριν ἧττον ἑκούσιά εἰσι τὰ καθ’ ἕκαστον. ἐπὶ δὲ τῆς ἀκολασίας τὸ ἀνάπαλιν ἔχει. αὐτὴν μὲν τὴν ἀκολασίαν οὐδεὶς ἐπιθυμεῖ οὐδὲ βούλεταί τις ἀκόλαστος εἶναι. τὰ δὲ κατὰ τὴν ἀκολασίαν ἔργα σφόδρα ὀρεγόμενοι ποιοῦσιν, ὥστε τὴν ἀκολασίαν ἧττον ἑκούσιον εἶναι τῶν καθ’ ἕκαστα.3 τοῦτο δὲ τὸ ὄνομα τῆς ἀκολασίας καὶ ἐπὶ τὰς παιδικὰς ἁμαρτίας φέρομεν καὶ τοὺς ἁμαρτάνοντας τῶν παίδων ἀκολάστους καλοῦμεν. ἔχουσι γὰρ αἱ τοιαῦται ἁμαρτίαι πρὸς τὴν εἰρημένην ἀκολασίαν ὁμοιότητά τινα· πότερον δὲ ἀπὸ ποτέρου καλεῖται ζητεῖν, οὐδὲν πρὸς τὸν λόγον τὸν προκείμενον συντελεῖ· πλὴν ἐκεῖνο εἰπεῖν εἰκός, ὅτι τὸ ὕστερον ἀπὸ τοῦ προτέρου καλεῖσθαι μᾶλλον προσήκει, καὶ ἀπὸ τῶν παιδικῶν ἁμαρτιῶν ἐπὶ ταύτην τὴν ἀκολασίαν τὸ ὄνομα μετενεχθῆναι. ἔοικε δὲ οὐ κακῶς ἀλλὰ καὶ λίαν προσηκόντως μετενεχθῆναι τὸ ὄνομα· ὥσπερ γὰρ κολάζειν δεῖ τὸν παῖδα τῶν αἰσχρῶν ὀρεγόμενον, καὶ συστέλλειν εἴσω τοῦ μετρίου τὴν ὄρεξιν αὐτοῦ, οὕτω καὶ τὴν ἐπιθυμίαν κεκολάσθαι δεῖ, πολλὴν αὔξησιν ἔχουσαν. ὅ τε γὰρ παῖς, εἰ μὴ παιδαγωγοῖτο, τὴν ὄρεξιν τοῦ ἡδέος ἄπληστον ἔχων καὶ μάλιστα διὰ τὴν ἡλικίαν, ἔξω τοῦ δέοντος πεσεῖται· ἥ τε ἐπιθυμία, εἰ μὴ ὑπὸ λόγου κολάζοιτο, ἐπὶ πολὺ ἥξει καὶ ὑπὸ τῶν κατ’ ἐπιθυμίαν ἐνεργειῶν αὐξανομένη καὶ τὸν λογισμὸν ἐκκρούει πολλάκις. διὸ δεῖ μετρίας τὰς ἐπιθυμίας καὶ ὀλίγας εἶναι, καὶ τῷ λόγῳ μηδὲν ἐναντιοῦσθαι. τὰς δὲ τοιαύτας εὐπειθεῖς λέγομεν καὶ κεκολασμένας· ὥστε εἰκότως τοὐναντίον ἐπί τε τῶν παίδων καὶ τῆς ἐπιθυμίας ἀκολασία καλεῖται. ὥσπερ γὰρ τὸν παῖδα δεῖ κατὰ τὸ πρόσταγμα τοῦ παιδαγωγοῦ ζῆν, οὕτω καὶ τὸ ἐπιθυμητικὸν κατὰ τὸν λόγον· διὸ δεῖ τοῦ σώφρονος τὸ ἐπιθυμητικὸν συμφωνεῖν τῷ λόγῳ· σκοπὸς γὰρ ἀμφοῖν τὸ καλόν. καὶ ἐπιθυμεῖ ὁ σώφρων ὧν δεῖ καὶ ὡς δεῖ καὶ ὅτε· οὕτω δὲ τάττει καὶ ὁ λόγος. ταῦτ’ οὖν ἡμῖν εἰρήσθω περὶ σωφροσύνης.
Ὅτι ἡ ἀκολασία μᾶλλον ἑκούσιόν ἐστιν ἢ ἡ δειλία. κεφ. ιγʹ. 20 论放荡比懦弱更是自愿的。第十三章。 由于放荡与懦弱两者都是自愿的,必须探究它们是否以类似的方式是自愿的。但看来并非以类似的方式,而是放荡更是自愿的。因为懦弱的原因是痛苦;因为由于惧怕痛苦,我们成了懦弱的人。而快乐产生放荡;在这两者中,快乐是应当选择的,而痛苦是应当规避的。我们为了所选择之物而做的事情,比为了所规避之物而产生的事情更是自愿的。并且痛苦使承受者的本性陷入狂乱并加以毁灭,而快乐则决不做这样的事。因此,放荡也比懦弱更应当受指责。因为既然由于自愿的善或恶,一个人受到称赞或谴责,那么显而易见,恶或善在它是自愿的范围内,就相应地更受到称赞或谴责。这也因为,摆脱放荡比摆脱懦弱更容易;因为矫正此类事物的习惯养成,在懦弱方面是危险的(因为在战争中以及在某些其他可怕事物中的习惯养成,即我们借以摈弃懦弱的养成,并非远离危险),而节制的习惯养成则全然毫无危险;以致由于这一缘故,放荡也比懦弱更是自愿的。但懦弱与个别行为相比,似乎并不以同样的方式是自愿的。因为懦弱本身,即这种品质本身,是不伴随痛苦的;因为我们并未受到任何痛苦之事的强迫成为懦弱的;因此它更是自愿的;但依照懦弱所作出的行为,即我们由于痛苦和恐惧而做的事情,我们是出于某种必然性而做的,这种必然性使我们失常并诱使我们丢弃武器且在其他方面做出不体面的举动;正是为此缘故,个别行为不那么是自愿的。但在放荡方面情况正相反。放荡本身无人欲望,也没有人希望成为放荡者。但依照放荡所作出的行为,人们却带着强烈的渴求去做,以致放荡[品质]不如个别行为那样自愿。我们将“放荡”(缺乏管教)这个名称也用于小孩子的过错,并将犯错的小孩子称为“缺乏管教的”(放荡的)。因为此类过错与前述的放荡具有某种相似性;而探究究竟是哪一个由哪一个得名,对于当下的论述毫无益处;只是说这一点是合情理的:后出的由先在的得名更为合宜,并且这个名称是从小孩子的过错转用到这种放荡上的。这个名称看来并非不妥,反而极为恰当地被转用;因为正如必须惩戒渴望可耻事物的小孩子、并将其欲望收缩至适度之内一样,拥有巨大增长倾向的欲望也必须受到惩戒。因为小孩子如果不受侍童仆役的教导,对愉悦之物怀有不知满足的渴求,特别是由于其年龄的缘故,便会堕于合宜之度外;而欲望若不受理性的惩戒,便会走得极远,并且通过依循欲望的现实活动而不断增大,往往会击溃思虑。因此欲望应当是适度且稀少的,决不可与理性相抗衡。我们称这样的欲望为顺从的且受过惩戒的;因此,在小孩子和欲望两者身上,其相反的状态合乎情理地被称为“缺乏管教”(放荡)。因为正如小孩子应当按照侍童仆役的嘱咐生活,欲望的部分也同样应当按照理性生活;因此,节制者的欲望部分必须与理性相一致;因为两者的目标都是高尚。并且节制者欲望所应当欲望的事物,依照应当的方式,并在应当的时候;而理性也是如此规定的。关于节制,我们就算谈论了这些吧。
- 3.δόξειε δ’ ἂν οὐχ ὁμοίως ἑκούσιον εἶναι τὴν δειλίαν τοῖς καθ’ ἕκαστον
与格 τοῖς καθ’ ἕκαστον 依附于副词 ὁμοίως,表示比较或对应的基准(“并不像个别行为那样是以同样方式自愿的”)。τὴν δειλίαν 作不定式 εἶναι 的宾格主语(语义主语),与以与格出现的个别行为相对照。
- 3.ἐξίστησιν
动词 ἐξίστημι 的及物用法,与前文的 ἡ μὲν λύπη ἐξίστησι καὶ φθείρει τὴν τοῦ ἔχοντος φύσιν 呼应,意为“使……失常”或“使……陷入狂乱”。在此处以 ἡμᾶς 为直接宾语,与后文的 πείθει τὰ ὅπλα ῥίπτειν 并列,描述外部必然性(ἀνάγκη)的作用。
- 3.τῶν καθ’ ἕκαστα
由比较级 ἧττον ἑκούσιον 所支配的比较属格,意为“比个别行为更少自愿”。τὴν ἀκολασίαν 指放荡这种品质状态(hexis),与具体的追求行为(τὰ καθ’ ἕκαστα)形成对比。
