- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:60.33-62.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
作者将欲望区分为共通自然的与后天特有的,分析了在两类欲望中犯错的不同方式。随后阐明节制与放荡如何关乎快乐缺席所伴随的痛苦,指出麻木之罕见以及节制者合度适中的态度。
Περὶ ἐπιθυμίας. κεφ. ιαʹ Περὶ ἐπιθυμίας. κεφ. ιαʹ. Ἐπεὶ δὲ περὶ ἐπιθυμιῶν ἀκόλουθον εἰπεῖν, ῥητέον ποσαχῶς ἡ ἐπιθυμία. ἡ μὲν οὖν ἐστι κοινὴ καὶ φυσική, ἡ δὲ ἰδία καὶ ἐπίθετος. κοινὴ μὲν οὖν ἐπιθυμία ἐστὶ τὸ ὀρέγεσθαι τροφῆς ξηρᾶς ἢ ὑγρᾶς, ὅταν ἐν χρείᾳ τούτων γενώμεθα, ἰδία δὲ καὶ ἐπίθετος τὸ τοιᾶσδε ὀρέγεσθαι ἢ τοιᾶσδε. τοῦτο γὰρ οὐκέτι φυσικὸν οὐδὲ κοινόν· οὐ γὰρ τῶν αὐτῶν πάντες ὀρέγονται οὐδὲ ὁμοίως, ἀλλ’ οἱ μὲν ταύτης, οἱ δὲ ἐκείνης· καὶ οἱ τῆς αὐτῆς ὀρεγόμενοι οὐχ ὁμοίως ὀρέγονται, ἀλλ’ οἱ μὲν μᾶλλον, οἱ δὲ ἧττον. ὥστε ἡ τοιαύτη ἐπιθυμία οὐκ ἔστι κοινὴ οὐδὲ φυσικὴ ἁπλῶς, ἀλλὰ ἐπίθετος, ὑφ’ ἡμῶν ἐπινοηθεῖσα.1 καίτοι κατά τινα τρόπον καὶ φυσική ἐστι, διὰ τὸ ἀκολούθως ἕκαστον τῇ ἑαυτοῦ φύσει καὶ τὴν ἐπιθυμίαν ἔχειν. ἐν μὲν οὖν ταῖς φυσικαῖς ἐπιθυμίαις ὀλίγοι ἁμαρτάνουσι καὶ καθ’ ἕνα τρόπον, ὅταν χρῶνται ταῖς τοιαύταις ἐπιθυμίαις πλέον ἢ προσήκει, οἷον ὅταν πλείω τῶν μετρίων ἐσθίωσιν, ὥσπερ οἱ γαστρίμαργοι, οἵτινες παρὰ τὸ δέον πληροῦσι τὴν φυσικὴν ἐπιθυμίαν. τοιοῦτοι δὲ γίνονται οἱ λίαν ἀνδραποδώδεις. ἐν δὲ ταῖς ἐπιθέτοις καὶ ἰδίαις ἐπιθυμίαις πολλοὶ ἁμαρτάνουσι καὶ κατὰ πολλοὺς τρόπους, ἐπεὶ πολλαὶ ἰδέαι τῶν τοιούτων ἐπιθυμιῶν· πολλαὶ γὰρ ἰδέαι τροφῶν καὶ πόσεων καὶ ἐνδυμάτων καὶ τῶν ἄλλων φυσικῶν ἐπιθυμητῶν· καὶ διὰ τοῦτο καὶ πολλαχῶς περὶ τὰς τοιαύτας ἐπιθυμίας ἁμαρτάνουσιν ἢ χαίροντες οἷς μὴ δεῖ ἢ πλέον ἢ κατὰ τοὺς πολλούς. οἱ γὰρ ἀκόλαστοι κατὰ πάντα ὑπερβάλλουσι· χαίροντες γὰρ οἷς οὐ δεῖ, ἐάν ποτε καὶ τὰς δεούσας τῶν ἡδονῶν ἕλωνται, πλέον ἢ προσήκει καὶ οὐχ ὡς οἱ πολλοὶ χαίρουσιν αὐταῖς.
Περὶ ἐπιθυμίας. κεφ. ιαʹ论欲望。第十一章。 由于接下来应当谈论欲望,必须说明欲望有几种含义。其中一种是共通且自然的,另一种则是特有的且后天附加的。共通的欲望是在我们匮乏这些东西时对干燥或湿润食物的渴求,而特有的且后天附加的欲望则是对某种特定食物的渴求。因为这已不再是自然的,也不是共通的;因为并非所有人都渴求相同的事物,也不是以相同的方式渴求,而是有些人渴求这个,另一些人渴求那个;即使渴求相同事物的人,也不是以相同的方式渴求,而是有些人更多,有些人更少。因此,这样的欲望并不是共通的,也不是单纯自然的,而是后天附加的,是由我们构想出来的。尽管在某种方式上它也是自然的,因为每个人也是按照他自己的本性而拥有其欲望的。在自然欲望中,犯错的人很少,而且仅以一种方式犯错:当他们使用这类欲望超过应有的程度时,例如当他们吃得超过适度时,就像那些暴食者一样,他们超越合宜之度来满足自然欲望。而那些极度奴性的人便成了这样的人。但在后天附加且特有的欲望中,许多人在许多方式上犯错,因为这类欲望有许多种类;因为食物、饮料、衣物以及其他自然欲望的对象有许多种类;正因如此,关于这类欲望,他们也以多种方式犯错,或者因不该喜悦的事物而欢喜,或者欢喜得超过多数人。因为放荡者在一切方面都过度;因为他们因不该喜悦的事物而欢喜,即使有时选择了合宜的快乐,他们因这些快乐而欢喜也超过了应有的程度,并且不像多数人那样欢喜。
Τίνα τρόπον περὶ λύπας ἐστὶν ἡ σωφροσύνη2 καὶ ἡ ἀκολασία Τίνα τρόπον περὶ λύπας ἐστὶν ἡ σωφροσύνη καὶ ἡ ἀκολασία. κεφ. ιβʹ. Ὅτι μὲν οὖν ἡ περὶ τὰς ἡδονὰς ὑπερβολή, ἡ ἀκολασία, ψεκτόν, δῆλον· ἐν δὲ ταῖς λύπαις, οὐ καθάπερ ἐπὶ τῆς ἀνδρείας ἐλέγετο, ὅτι τὸ μὴ ὑπομένειν μηδὲ φέρειν δειλία ἐστίν, οὕτω καὶ ἐπὶ τῆς σωφροσύνης τὸ μὴ ὑπομένειν ἀκολασία ἐστὶν ἢ τὸ φέρειν σωφροσύνη· ἀλλ’ ἔστιν ἀκολασία περὶ τὰς λύπας, ὅταν τις λυπῆται τῶν ἡδέων οὐ τυγχάνων πλέον ἢ δεῖ καὶ 〈οὐχ〉 ὡς δεῖ· καὶ σωφροσύνη ὁμοίως, ὅταν τις ὅσον δεῖ λυπῆται καὶ ὡς δεῖ καὶ ἐφ’ οἷς δεῖ καὶ μηδεμίαν αὐτῷ λύπην ἐπάγῃ ἡ τῶν ἡδέων ἀπουσία. ὁ γὰρ ἀκόλαστος ἐπιθυμεῖ τῶν ἡδέων πάντων ἢ τῶν μάλιστα καὶ ἄγεται ὑπὸ τῆς ἐπιθυμίας, ὥστε ἀντὶ πάντων τὰ ἡδέα αἱρεῖσθαι. διὸ καὶ λυπεῖται ἀποτυγχάνων τῶν ἐπιθυμητῶν· μετὰ λύπης γὰρ ἡ ἐπιθυμία. ὥστε καὶ ἄτοπόν τι δοκεῖ τὸ δι’ ἡδονὴν λυπεῖσθαι καὶ αἰτίαν εἶναι τὴν ἡδονὴν τοῦ ἐναντίου.3 ἡ μὲν οὖν περὶ τὰς ἡδονὰς ὑπερβολὴ ἀκολασία ἐστίν, ὡς εἴρηται. ἡ δὲ ἔλλειψις ὄνομα οὐκ ἔχει διὰ τὸ μὴ πάνυ εὑρίσκεσθαι. οἱ γὰρ περὶ τὰς ἡδονὰς ἐλλείποντες καὶ τοῦ δέοντος ἔλαττον ἐπιθυμοῦντες αὐτῶν οὐ πάνυ γίνονται· σχεδὸν γὰρ ἔξω τῆς ἀνθρωπίνης φύσεώς ἐστιν ἡ τοιαύτη ἀναισθησία. καίτοι καὶ τὰ ἄλογα ζῷα διακρίνει τὰ βρώματα καὶ χαίρει μὲν τοῖς ἡδέσι, τοῖς δὲ μὴ τοιούτοις οὐδαμῶς. εἰ δέ τις οὐδὲν ἡδὺ νομίζει εἶναι οὐδὲ γινώσκει διαφορὰν τῶν ἡδέων καὶ τῶν ἐναντίων, πόρρω ἂν εἴη τοῦ ἀνθρώπου εἶναι. ἡ μὲν οὖν περὶ τὰς ἡδονὰς ἢ λύπας ἔλλειψις ἢ ὑπερβολὴ κακία ἐστίν, ἀρετὴ δὲ τὸ μέσον, ἡ σωφροσύνη. ὁ γὰρ σώφρων οὔτε ἥδεται μάλιστα οἷς ὁ ἀκόλαστος, ἀλλὰ μᾶλλον δυσχεραίνει πᾶσιν, οἷς οὐ δέον ἐστὶ χαίρειν· οὔτε οἷς χαίρει, μᾶλλον χαίρει τοῦ δέοντος οὔτε λυπεῖται τῶν ἡδέων ἀπόντων, οὐδ’ ἐπιθυμεῖ τῶν ἡδέων ἢ ἐπιθυμῶν μετρίως ἐπιθυμεῖ καὶ οὐ πλέον ἢ δεῖ οὐδὲ ὅτε μὴ δεῖ. ὅσα μέντοι πρὸς ὑγίειάν ἐστιν ἢ πρὸς εὐεξίαν συντελοῦντα, ἡδέα ὄντα, ἢ τὸ ἐλάχιστον οὐκ ἐμποδὼν γινόμενα τῇ ὑγιείᾳ καὶ τῇ εὐεξίᾳ, τούτων ὀρέγεται μέν,4 μετρίως δὲ καὶ καθὼς δεῖ. ὁ γὰρ ἡδονῶν ἐπιθυμῶν, αἵτινες αὐτῷ πρὸς τὸ εἶναι ἐμποδὼν γίνονται ἢ πρὸς τὸ εὖ εἶναι, παρὰ [δὲ] τὸ δέον ἐπιθυμεῖ. ὁ δὲ σώφρων οὐ τοιοῦτος, ἀλλ’ ὡς ὁ ὀρθὸς λόγος.
Τίνα τρόπον περὶ λύπας ἐστὶν ἡ σωφροσύνη καὶ ἡ ἀκολασία节制与放荡以何种方式关乎痛苦。第十二章。 关于快乐的过度即放荡是应当受谴责的,这是显而易见的;但在痛苦方面,并不像关于勇敢所说的那样,不能忍受与不能承受是懦弱,因而关于节制不能忍受就是放荡或者承受就是节制;相反,关于痛苦的放荡在于,当一个人因未能获得愉悦之物而痛苦超过所应当的程度且不依照应当的方式时;节制同样在于,当一个人按所应当的程度、依照所应当的方式、并为所应当的事物而痛苦,且愉悦之物的缺席不给他带来任何痛苦时。因为放荡者欲望所有愉悦之物或最愉悦之物,并被欲望所驱使,以致选择愉悦之物胜过一切。因此,当他未能获得所欲望之物时便感到痛苦;因为欲望伴随着痛苦。以致因快乐而痛苦、且快乐成了其相反者的原因,这甚至显得是一件怪事。关于快乐的过度就是放荡,正如已经说过的。而不及却没有名称,因为几乎无法找到。因为在快乐方面有所不及且欲望它们少于合宜之度的人,几乎是不存在的;因为这种麻木几乎超出了人的本性。即使无理性的动物也辨别食物,并因愉悦之物而欢喜,而决不因非此类事物而欢喜。如果有人认为没有任何东西是愉悦的,也不知道愉悦之物与其相反者之间的区别,他便远不能成其为人了。因此,关于快乐或痛苦的不及或过度是恶,而作为中庸的节制则是德性。因为节制者既不最喜悦放荡者所喜悦的事物,反而对所有不应当喜悦的事物感到厌恶;在他确实喜悦的事物中,他喜悦也不超过合宜之度,在愉悦之物缺席时也不痛苦,并不欲望愉悦之物,或者即便欲望,也是适度地欲望,既不超过应当的程度,也不在不应当的时候欲望。然而,凡是有助于健康或良好身体状态的愉悦之物,或者至少不成为健康与良好状态之阻碍的事物,他确实渴求这些,但也是适度且依照应当的方式渴求。因为凡欲望那些成为其存在或其健全存在的阻碍之快乐的人,乃是违背合宜之度而欲望。但节制者并非如此,而是依照正确理性的指引。
- 3.ἐπίθετος, ὑφ’ ἡμῶν ἐπινοηθεῖσα
被动态不定过去时分词短语 ὑφ’ ἡμῶν ἐπινοηθεῖσα(由我们构想出来的)对形容词 ἐπίθετος(后天附加的)作同位语性质的解释说明,阐明其与 φυσική(自然的)相对立的涵义。
- 3.οὐ καθάπερ ἐπὶ τῆς ἀνδρείας ἐλέγετο, ὅτι τὸ μὴ ὑπομένειν μηδὲ φέρειν δειλία ἐστίν, οὕτω καὶ ἐπὶ τῆς σωφροσύνης τὸ μὴ ὑπομένειν ἀκολασία ἐστὶν ἢ τὸ φέρειν σωφροσύνη
属于 οὐ καθάπερ... οὕτω καί... 的比较相关句式。否定词 οὐ 统摄整个相关结构(“并不像关于勇敢所说的那样……节制也是如此……”),构成整体否定的主干。
- 3.ὥστε καὶ ἄτοπόν τι δοκεῖ τὸ δι’ ἡδονὴν λυπεῖσθαι καὶ αἰτίαν εἶναι τὴν ἡδονὴν τοῦ ἐναντίου
动词 δοκεῖ 的真正主语是带有冠词 τὸ 的两个并列不定式短语 τὸ δι’ ἡδονὴν λυπεῖσθαι(因快乐而痛苦)与 [τὸ] αἰτίαν εἶναι τὴν ἡδονὴν τοῦ ἐναντίου(快乐成为其相反者的原因),ἄτοπόν τι 作表语(谓语补足语)。
- 3.ὅσα μέντοι πρὸς ὑγίειάν ἐστιν ἢ πρὸς εὐεξίαν συντελοῦντα, ἡδέα ὄντα, ἢ τὸ ἐλάχιστον οὐκ ἐμποδὼν γινόμενα τῇ ὑγιείᾳ καὶ τῇ εὐεξίᾳ, τούτων ὀρέγεται μέν
句首由 ὅσα 引导的关系从句先行动置,作为主句中 ὀρέγεται 所支配的属格代词 τούτων 的前行先行成分。ὅσα 统领述语性质的连带分词 συντελοῦντα、插入性分词短语 ἡδέα ὄντα 以及选择性分词短语 ἢ τὸ ἐλάχιστον οὐκ ἐμποδὼν γινόμενα,最终归结到 τούτων。
