← 普鲁萨的赫里奥多罗斯

亚里士多德《尼各马可伦理学》释义

§59.12-60.32

节制与放荡所关涉的肉体快乐与感觉

讨论节制与放荡所关涉的对象,阐明它们关乎肉体快乐而非心灵快乐,并且特别关乎人与其他动物所共有的触觉(以及部分味觉)之特定部位,而非视觉、听觉或嗅觉。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3

Περὶ σωφροσύνης. κεφ. ιʹ Περὶ σωφροσύνης. κεφ. ιʹ. Μετὰ δὲ ταῦτα περὶ σωφροσύνης λέγομεν· ὁμοταγὴς γάρ ἐστι τρόπον τινὰ τῇ ἀνδρείᾳ, καθόσον τοῦ ἀλόγου μέρους εἰσὶν ἀμφότεραι. ὅτι μὲν οὖν ἡ σωφροσύνη μεσότης ἐστὶ περὶ ἡδονάς, εἴρηται ἡμῖν· περὶ ἡδονὰς δὲ λέγω, ὅτι εἰ καὶ περὶ λύπας ἐστίν, ἀλλ’ ἧττον καὶ οὐχ ὁμοίως ὡς περὶ τὰς ἡδονὰς ἔχει· ἐν τούτοις δὲ καὶ ἡ ἀκολασία φαίνεται. ὅτι μὲν οὖν περὶ ἡδονάς ἐστιν ἡ σωφροσύνη, εἴρηται· νῦν δὲ ἀφορίσωμεν περὶ ποίας ἐστὶ τῶν ἡδονῶν. τῶν ἡδονῶν δὲ αἱ μέν εἰσι σωματικαί, αἱ δὲ ψυχικαί. ἐν γὰρ φιλοτιμίᾳ καὶ φιλομαθείᾳ ἡδοναί εἰσι ψυχικαί· ἑκάτερος γὰρ ὅ τε φιλότιμος καὶ ὁ φιλομαθὴς ἥδεται ᾧ φιλεῖ, μηδὲν πάσχοντος τοῦ σώματος ἀλλὰ μᾶλλον τῆς διανοίας· οἱ δὲ περὶ τὰς τοιαύτας ἡδονὰς οὔτε σώφρονες οὔτε ἀκόλαστοι λέγονται. ὁμοίως δὲ οὐδ’ οἱ περὶ τὰς ἄλλας ὅσαι οὐκ εἰσι σωματικαί· τοὺς γὰρ φιλομύθους καὶ διηγητικοὺς καὶ περὶ τὰ τυχόντα κατατρίβοντας τὰς ἡμέρας ἀδολέσχους ὀνομάζομεν, ἀκολάστους δὲ οὐδαμῶς, οὐδὲ τοὺς λυπουμένους ἐπὶ χρήμασιν ἢ φίλοις, ὅταν ἢ τούτους ἢ ἐκεῖνα ζημιωθῶσι. περὶ μὲν οὖν τὰς ψυχικὰς ἡδονὰς οὐκ ἔστιν ἡ σωφροσύνη· περὶ δὲ τὰς σωματικὰς εἴη ἄν· οὐ περὶ πάσας δὲ οὐδὲ ταύτας. οἱ γὰρ χαίροντες τοῖς ἡδέσι τῶν ὁρατῶν, οἷον χρώμασι καὶ σχήμασι καὶ γραφῇ, οὔτε σώφρονες οὔτε ἀκόλαστοι λέγονται, οὐδ’ ὅσοι ψόφων τινῶν καὶ μελῶν ἐρῶσιν, οὐδ’ ὅσοι τῶν ἡδέων ὀσμῶν. καίτοι καὶ ἐν τούτοις εἰσὶ καὶ μεσότητες καὶ τὸ ὡς δεῖ καὶ ὑπερβολαὶ καὶ ἐλλείψεις τοῦ δέοντος· ἀλλ’ ὅμως οὔτε τοὺς μέσους σώφρονας λέγομεν οὔτε τοὺς ὑπερβάλλοντας ἀκολάστους. εἰ δὲ τῶν περὶ τὰς ὀσμὰς τοὺς μὲν μήλων ὀσμῆς ἐρῶντας ἢ ῥόδων ἢ θυμιαμάτων οὐ λέγομεν ἀκολάστους, ἀλλὰ τοὺς μύρων καὶ ὄψων ἀκολάστους καλοῦμεν· ἀλλὰ κατὰ συμβεβηκός·1 χαίρουσι γὰρ τούτοις οἱ ἀκόλαστοι, ὅτι διὰ τούτων ἀνάμνησις γίνεται αὐτοῖς τῶν ἐπιθυμητῶν. ἴδοι δ’ ἄν τις καὶ τοὺς ἄλλους, ὅταν πεινῶσιν, ἡδομένους τῇ τῶν βρωμάτων ὀσμῇ. ὅθεν δῆλον, ὅτι οἱ ταῖς τοιαύταις ὀσμαῖς ἡδόμενοι κατὰ συμβεβηκὸς ἥδονται, ὅτι ἀνάμνησις αὐτοῖς γίνεται τῶν βρωμάτων καὶ τῆς ἄλλης φλυαρίας, οἷς ἥδονται οἱ ἀκόλαστοι. οὐκ ἔστι τοίνυν οὔτε τῷ ἀνθρώπῳ οὔτε ἄλλῳ τινὶ ζῴῳ κατὰ τὰς εἰρημένας αἰσθήσεις ἡδονή, εἰ μὴ κατὰ συμβεβηκός. ἡδονὰς δὲ λέγω, περὶ ἃς ὁ ἀκόλαστός ἐστιν ἢ 〈ὁ〉 σώφρων. καὶ γὰρ οἱ κύνες, εἰ καὶ χαίρουσι ταῖς ὀσμαῖς τῶν λαγωῶν, ἀλλ’ οὐ δι’ αὐτὰς ἀλλὰ διὰ τὴν βρῶσιν· ἀπὸ γὰρ τῆς ὀσμῆς αἴσθησιν λαμβάνοντες τῆς θήρας διώκουσιν. ὁμοίως δὲ καὶ ὁ λέων οὐχ ἥδεται τῇ ὀσμῇ τοῦ βοὸς ἢ τῇ φωνῇ ἀλλὰ τῇ βρώσει· ὅτι δὲ ἐγγύς ἐστι, διὰ τῆς φωνῆς ᾔσθετο· οὐδὲ χαίρει ὅτι εἶδεν ἢ εὗρεν ἔλαφον ἢ ἄγριον αἶγα, ἀλλ’ ὅτι βορὰν ἕξει. περὶ τὰς ἡδονὰς τοίνυν, ὧν κοινωνοῦμεν καὶ τοῖς λοιποῖς ζῴοις, ἡ σωφροσύνη καὶ ἡ ἀκολασία ἐστίν· αἱ δέ εἰσιν ἁφὴ καὶ γεῦσις. διὰ τοῦτο θηριώδεις τινὲς 〈καὶ ἀνδραποδώδεις〉 οἱ ἀκόλαστοι φαίνονται, ὅτι οἷς ἥδονται τὰ θηρία, περὶ ταῦτά εἰσιν ἀκρατεῖς. τούτων δὲ μᾶλλον τῇ ἁφῇ ἥδονται ἢ τῇ γεύσει· μᾶλλον δὲ τῇ γεύσει μὲν οὐδαμῶς ἀλλὰ τῇ ἁφῇ μόνον, ὥς γε ἀκόλαστοι οὐ μόνον ἐν ταῖς ἄλλαις ἡδοναῖς ἀλλὰ καὶ ἐν σιτίοις καὶ ἐν ποτοῖς. καὶ τούτοις γὰρ οὐχ ὡς γευστοῖς μόνον χαίρουσι (γεύσεως γάρ ἐστι τὸ κρῖναι τοὺς χυμούς, ὅπερ ποιοῦσιν οἱ τοὺς οἴνους δοκιμάζοντες καὶ οἱ τὰ ὄψα ἀρτύοντες) ἀλλὰ μᾶλλον ὡς ἁπτοῖς. διὰ τοῦτο καί τις Φιλόξενος ὁ Ἐρύξιος, ὀψοφάγος ὤν, ηὔξατο τὸν φάρυγγα αὑτοῦ μακρότερον γεράνου γενέσθαι, ὡς ἡδόμενος τῇ ἁφῇ τῶν ὄψων. κοινοτάτη γάρ ἐστιν ἡ ἁφὴ ἐν πάσαις ταῖς αἰσθήσεσιν· ἐπεὶ καὶ ἁφῇ τινι πᾶσαι αἱ αἰσθήσεις αἰσθάνονται. περὶ ταύτην δὴ τὴν ἁφὴν ἡ ἀκολασία ἐστί· καὶ δόξειεν ἂν δικαίως ἐπονείδιστος εἶναι, ὅτι συμβαίνει ἡμῖν οὐ καθόσον ἐσμὲν ἄνθρωποι ἀλλὰ καθὸ ζῷα· τὸ δὲ τοῖς τοιούτοις χαίρειν καὶ τούτων μάλιστα ἐφίεσθαι θηριῶδες. καίτοι εἰσὶ καὶ κατὰ τὴν ἁφὴν ἐλευθέριοι ἡδοναί, ἃς ὁ ἀκόλαστος ἀφῄρηται,2 οἷον αἱ ἐν τοῖς γυμνασίοις διὰ τρίψεως καὶ θερμασίας γινόμεναι· οὐ γὰρ περὶ πᾶσαν ἁφὴν ὁ ἀκόλαστος· οὐ γὰρ περὶ πᾶν τὸ σῶμα, ἀλλὰ περί τινα μέρη.

论节制。第十章论节制。第十章。 在这些之后,我们论述节制;因为在某种方式上它与勇敢属于同一种类,因为两者都属于非理性部分。节制是关于快乐的中庸,这一点已经由我们阐明过了;我说关于快乐,是因为即便它也关乎痛苦,但并不如同关乎快乐那样,程度也较轻;放荡也表现在这些[快乐]之中。节制是关于快乐的,这一点已经讲过;现在让我们来界定它关乎哪一类快乐。在快乐之中,有些是肉体的,有些是心灵的。因为在爱荣誉与爱求知中,快乐是心灵的;因为爱荣誉者与爱求知者各自因其所爱的事物而欢喜,肉体并不受任何影响,宁可说是理智〔受影响〕;而关于这类快乐的人,既不被称为节制的,也不被称为放荡的。同样地,关于其他一切非肉体的快乐的人也是如此;因为对于那些喜好神话与故事、在琐碎之事上虚掷光阴的人,我们称之为闲谈者,而决不称为放荡者;当失去朋友或钱财而为此痛苦的人,我们也不这样称呼。因此,节制并不关乎心灵的快乐;它应当是关乎肉体的快乐;然而也并非关乎所有肉体快乐。因为那些因视觉对象中的愉悦之物——例如颜色、形状和绘画——而欢喜的人,既不被称为节制的,也不被称为放荡的;那些热衷于某些声音和旋律的人,以及热衷于芬芳气味的人,同样不被如此称呼。尽管在这些[感觉]中也存在中庸、合宜的程度,以及对合宜之事的过度与不及;但我们仍然既不称中庸者为节制的,也不称过度者为放荡的。在关乎气味的人当中,如果我们不称热衷于苹果、玫瑰或熏香之气味的人为放荡者,却称热衷于香膏和美味菜肴之人为放荡者,这乃是出于偶性;因为放荡者因这些而欢喜,是因为通过它们产生了对所欲望之物的回忆。人们也可以看到其他人在饥饿时因食物的气味而感到愉悦。由此可见,因这类气味而愉悦的人是出于偶性而愉悦的,因为在他们之中产生了对食物及放荡者所喜悦的其他无聊之物的回忆。因此,无论是对于人还是对于任何其他动物,依照上述感觉都不存在快乐,除非是出于偶性——我指的是放荡者或节制者所关乎的那些快乐。因为猎犬即使因野兔的气味而欢喜,也不是因气味本身,而是因食用;因为它们由气味获得猎物的感知而进行追逐。同样地,狮子也不因公牛的气味或声音而喜悦,而是因食用而喜悦;它通过声音感知到了公牛在附近;它也不因看见或发现了一只鹿或野山羊而欢喜,而是因它将获得食物而欢喜。因此,节制与放荡关乎我们与其他动物所共有的那些快乐;而这些就是触觉与味觉。因此,放荡者显得带有某种兽性[和奴性],因为在野兽所喜悦的事物上,他们缺乏自制。而在这些感觉中,他们因触觉而获得的愉悦多于因味觉;或者宁可说,作为放荡者,不仅在其他快乐中,而且在食物和饮料中,他们决不因味觉而愉悦,而仅仅因触觉而愉悦。因为在这些东西上,他们也并非仅仅作为可品尝之物而欢喜(因为辨别滋味属于味觉,这正是品鉴葡萄酒者和调制菜肴者所做的事),反而更多地是作为可触摸之物而欢喜。正因如此,有个名叫厄律克西斯之子菲洛克塞诺斯的人,因为是个贪食者,作为因菜肴的触觉而愉悦的人,祈求自己的咽喉变得比鹤颈还要长。因为触觉是一切感觉中最共通的;因为一切感觉也都是通过某种接触而感知的。放荡确实关乎这种触觉;并且它理应显得是可耻的,因为它产生于我们身上不是就我们作为人而言,而是就我们作为动物而言;而因这类事物而欢喜并最渴求这些事物,是兽性的。然而,在触觉方面也存在自由人的快乐,放荡者被剥夺了这些快乐,例如在体操馆中通过摩擦和温暖而产生的快乐;因为放荡者并非关乎一切触觉,也不是关乎整个身体,而是关乎某些特定的部位。

语法注2 条
  1. 3.εἰ δὲ τῶν περὶ τὰς ὀσμὰς τοὺς μὲν μήλων ὀσμῆς ἐρῶντας ἢ ῥόδων ἢ θυμιαμάτων οὐ λέγομεν ἀκολάστους, ἀλλὰ τοὺς μύρων καὶ ὄψων ἀκολάστους καλοῦμεν· ἀλλὰ κατὰ συμβεβηκός·

    这是一个破格或省略型的条件句结构:在提出条件从句(εἰ δὲ...)之后,并未接续完整的归结从句,而是直接以 ἀλλὰ κατὰ συμβεβηκός(“然而这是出于偶性”)作答。此处省略了结论中的主谓动词,用以迅速回应潜在的反驳:即使我们将喜好香膏和菜肴气味的人称为放荡者,这也不是因气味本身,而纯粹是由于偶性。

  2. 3.ἃς ὁ ἀκόλαστος ἀφῄρηται

    这是动词 ἀφαιρέω 的完成时被动态结构。该动词在主动语态中支配双重宾格(表示被剥夺者的人和被剥夺的事物)。转为被动态后,原表示人的宾格转为主语(ὁ ἀκόλαστος),而表示被剥夺之物的关系代词 ἃς(先行词为 ἐλευθέριοι ἡδοναί)仍保留在宾格(即“放荡者所被剥夺的[快乐]”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:59.12-60.32