← 普鲁萨的赫里奥多罗斯

亚里士多德《尼各马可伦理学》释义

§58.17-59.11

勇敢与痛苦及快乐的关系和真正的勇者

赫利奥多鲁斯阐释了亚里士多德《尼各马可伦理学》第3卷第9章(1117a29–1117b22)中关于勇敢与快乐、痛苦之关系的论述。他指出,勇敢虽在目的上带来快乐,但这一快乐被面临的巨大痛苦所遮蔽;德性越完备、越幸福的人,死亡对其带来的痛苦越甚;而在战争中,一无所有的人可能比真正勇敢的人更为有用。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3

Περὶ ἀνδρείας, ὅτι ὁ ἀνδρεῖος περὶ τὰ φοβερὰ καὶ λυπηρά ἐστι Περὶ ἀνδρείας, ὅτι ὁ ἀνδρεῖος περὶ τὰ φοβερὰ καὶ λυπηρά ἐστι μᾶλλον ἢ περὶ τὰ θαρραλέα καὶ ἡδέα. κεφ. θ’. Τίνες μὲν οὖν οἱ ἀληθῶς ἀνδρεῖοι καὶ τίνες οἱ δοκοῦντες εἴρηνται. ἐπεὶ δὲ περὶ θάρρη καὶ φόβους ἐστὶν ἡ ἀνδρεία οὐχ ὁμοίως περὶ ἄμφω ἐστίν, ἀλλὰ μᾶλλον περὶ τὰ φοβερά. ὁ γὰρ περὶ τὰ φοβερὰ ἀτάραχος μᾶλλον ἀνδρεῖός ἐστιν ἢ ὁ περὶ τὰ θαρραλέα. μείζων γὰρ ὁ ἀγὼν οὗτος ἢ ἐκεῖνος· τὸ γὰρ ὑπομεῖναι λύπην χαλεπώτερόν ἐστιν ἢ τῶν ἡδέων ἀπέχεσθαι. διὰ τοῦτο καὶ λυπηρὸν ἡ ἀνδρεία, ὅτι ἀνδρεῖοί εἰσιν οἱ τὰ λυπηρὰ ὑπομένοντες· τούτου δὴ χάριν καὶ ἐπαινεῖται. εἰ γὰρ καὶ ἡδονὴν ἔχει τινὰ ὁ ἀνδρεῖος διὰ τὸ τέλος (τὸ γὰρ τέλος ἡδύ), ἀλλ’ ὅμως ὑπὸ τῶν λυπηρῶν οἷς παλαίει καὶ ταύτην ἀφανίζεσθαι συμβαίνει. καθάπερ καὶ ἐπὶ τῶν γυμνικῶν ἀγώνων ἔχει· τοῖς γὰρ πύκταις τὸ μὲν τέλος ἡδύ (στέφανος γὰρ καὶ τιμαί), τὸ δὲ τύπτεσθαι ἀλγεινόν (σάρκινοι γάρ)· τοῖς δὲ τοιούτοις λυπηρὸν πᾶς πόνος. ὅτι τοίνυν τὰ μὲν λυπηρὰ μεγάλα, τὸ δὲ ἡδὺ μικρόν, οὐδὲν ἡδὺ δοκοῦσιν ἔχειν·1 τοιοῦτον δή τι καὶ ἐπὶ τῶν ἀνδρείων συμβαίνει. ὁ μὲν γὰρ θάνατος καὶ τὰ τραύματα λυπηρά ἐστιν αὐτοῖς καὶ διὰ τοῦτο καὶ ἀκούσια· ὑπομένουσι δὲ αὐτά, ὅτι καλὸν τὸ ὑπομένειν ἢ ὅτι αἰσχρὸν μὴ ὑπομένειν. καὶ τοσοῦτον μᾶλλον δοκοῦσιν,2 ὅσον ἂν εἶεν ἀγαθοὶ καὶ ἀνδρεῖοι καὶ εὐδαίμονες καὶ πᾶσαν μετελθόντες ἀρετήν· τοῖς γὰρ τοιούτοις μάλιστα ὁ θάνατος λυπηρόν, ὅτι τὸ ζῆν πολλοῦ τινος ἄξιον ἦν διὰ τὸ ἄριστα ζῆν καὶ ὡς προσῆκεν ἀνθρώπῳ, καὶ ὁ θάνατος αὐτοὺς πολλῶν ἀποστερήσει τῶν ἀγαθῶν. διὰ τὸ μέγεθος τοίνυν τῶν λυπηρῶν δοκεῖ τὸν ἀνδρεῖον μηδεμίαν ἡδονὴν ἔχειν· τὸ δὲ οὕτως ἀλγεῖν καὶ δάκνεσθαι ὑπὸ τῶν λυπηρῶν οὐδὲν κωλύει ἀνδρεῖον εἶναι. τὸ μὲν γὰρ ἡττᾶσθαι τῶν λυπηρῶν καὶ ὑποχωρεῖν οὐκ ἀνδρείου, τὸ δὲ δάκνεσθαι καὶ λυπεῖσθαι οὐκέτι·3 ὅσον γὰρ μᾶλλον λυπεῖται καὶ λυπούμενος ὑπομένει διὰ τὸ ἀγαθόν, τοσοῦτον ἀνδρεῖος ἂν εἴη κυρίως. ἐπεὶ καὶ ἐν πάσαις ταῖς ἄλλαις ἀρεταῖς οὐδεμία ἐνέργεια μεθ’ ἡδονῆς ἐστι καθ’ ἑαυτήν, ἀλλὰ μόνον, διότι πρὸς τὸ τέλος ἀγαθὸν ἄγει, ἡδεῖα δοκεῖ τῷ ἐνεργοῦντι. ἐν δὲ τοῖς στρατιώταις ἴσως οὐκ ἀνάγκη πᾶσα τὸν ἀκριβῆ τῆς ἀνδρείας ὅρον ζητεῖν· μᾶλλον δὲ χρησιμώτεροι ἂν εἶεν πρὸς τὸν πόλεμον οἱ ἀνδρείας μὲν οὐ πάνυ μετέχοντες, τῶν ἄλλων δὲ ἀγαθῶν ἐστερημένοι· ἑτοιμότεροι γὰρ οὗτοι πρὸς τοὺς κινδύνους καὶ τὸν βίον μικρῶν ἕνεκα κερδῶν προδιδόασιν. οἱ γὰρ κυρίως ἀνδρεῖοι, φρόνιμοι ὄντες καὶ τὰ ἄλλα σπουδαῖοι, χαίρουσι μὲν τῷ βίῳ ἑαυτῶν ἀγαθῷ ὄντι, προΐενται δὲ αὐτὸν οὐ πάνυ ῥᾳδίως. περὶ μὲν οὖν ἀνδρείας ἱκανῶς εἴρηται· ῥᾴδιον δὲ ἀπὸ τῶν εἰρημένων καὶ ὁρισμὸν αὐτῆς ἀποδοῦναι ὡς ἐν τύπῳ.

论勇敢:勇敢的人关乎可怕与痛苦之事论勇敢:勇敢的人关乎可怕与痛苦之事,胜过关乎自信与愉快之事。第九章。 关于谁是真正勇敢的人,谁是看起来勇敢的人,已经论述过了。然而,既然勇敢关乎自信与恐惧,它就不是同等地关乎两者,而是更多地关乎可怕的事物。因为在可怕的事物面前沉着不乱的人,比在令人自信的事物面前如此的人更显得勇敢。因为这一斗争比那一斗争更为重大;忍受痛苦确实比戒除愉悦更为困难。因此,勇敢也是痛苦的,因为忍受痛苦之事的人才是勇敢的;正是为此缘故,它也受到赞扬。因为即便勇敢的人因目的而具有某种快乐(因为目的是令人愉快的),但尽管如此,这快乐最终也被他与之搏斗的痛苦之事所湮没。正像在竞技比赛中所表现的那样:对于拳击手而言,目的固然是愉快的(因为是桂冠和荣誉),但遭受击打却是痛苦的(因为他们是有血肉之躯的);而对于这样的人来说,一切辛劳都是痛苦的。因此,既然痛苦的事情巨大,而愉快的事情微小,他们似乎毫无愉快可言;在勇敢的人身上也发生着某种类似的情形。因为死亡和创伤对他们来说是痛苦的,因此也是不情愿的;但他们忍受这些,是因为忍受是高尚的,或者不忍受是可耻的。并且,他们越是善良、勇敢、幸福并修养了全部德性,他们就越是显得如此。因为对这样的人而言,死亡尤为痛苦,因为按照最好且最合乎人性的方式生活,活着便具有极大的价值,而死亡将剥夺他们的诸多美好事物。因此,由于痛苦之事的巨大,勇敢的人似乎没有任何快乐;然而,如此感到痛苦并在痛苦之事下备受煎熬,绝不阻碍一个人成为勇敢的人。因为被痛苦之事所战胜并退缩,确实不属于勇敢的人,但备受煎熬与感到痛苦却不再属于[怯懦];因为一个人越是感到痛苦,且虽痛苦仍为了善的缘故而忍耐,他就越是在严格意义上成为勇敢的人。因为即便在所有其他的德性中,没有任何活动就其自身而言是伴随着快乐的,而仅仅因为它通向善的目的,才对施行活动的人显得是愉快的。然而在士兵当中,或许并非完全必须寻求严格意义上的勇敢定义;相反,那些并不怎么具有勇敢、却缺乏其他美好事物的人,对于战争而言或许更为有用。因为这些人面对危险更为准备就绪,并且为了微小的利益就出卖生命。因为那些真正意义上的勇敢者,由于是有智慧且在其他方面卓越的,因而为其生命之美好而欢喜,绝不会轻易放弃生命。关于勇敢,已经说得足够了;并且根据所说的话,以纲要的形式给出它的定义也是容易的。

语法注3 条
  1. 3.ὅτι τοίνυν τὰ μὲν λυπηρὰ μεγάλα, τὸ δὲ ἡδὺ μικρόν, οὐδὲν ἡδὺ δοκοῦσιν ἔχειν

    句首的 ὅτι 用作表示原因的连词(“因为/既然”),引出主句的依据。主句谓语动词 δοκοῦσιν 的逻辑主语是前文提到的“拳击手们”(πύκται)。

  2. 3.καὶ τοσοῦτον μᾶλλον δοκοῦσιν

    δοκοῦσιν 之后省略了补足语或不定式短语。根据紧邻的前文,可以补充“忍受”(ὑπομένειν)、“感到痛苦”(λυπεῖσθαι)或更宽泛的“显得勇敢”(ἀνδρεῖοι εἶναι)。后文紧接着解释有德之人面对死亡尤感痛苦,说明此处指在忍耐痛苦或承受痛苦方面越发显得如此。

  3. 3.τὸ δὲ δάκνεσθαι καὶ λυπεῖσθαι οὐκέτι

    承接前半分句“τὸ μὲν γὰρ ἡττᾶσθαι... οὐκ ἀνδρείου”的省略句。οὐκέτι 之后承前省略了谓语“[不再属于不勇敢]”或“[并不排除是勇敢的]”,意即备受煎熬与感到痛苦并不意味着一个人不再是勇敢的。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:58.17-59.11