← 普鲁萨的赫里奥多罗斯

亚里士多德《尼各马可伦理学》释义

§57.6-58.16

出于气概、乐观与无知的相似勇敢及真正勇敢

本节依据亚里士多德的论述,探讨了与真正勇敢相区分的三种形态(由气概或激情驱动的冒进、基于以往战绩的盲目乐观、以及出于无知),并指出唯有伴随理性抉择且以高尚为目的者方为真正的勇敢。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3

Περὶ ἀνδρείας. κεφ. ηʹ#2 λέγεται δὲ ἀνδρεία καὶ ὁ θυμὸς παρά τισι· καὶ ἀνδρεῖοι καλοῦνται, καθάπερ τὰ θηρία, ἐπὶ τοὺς τρώσαντας φερόμενοι, ὅτι καὶ οἱ ἀνδρεῖοι θυμοειδεῖς. ὁ γὰρ θυμὸς ὁρμητικόν ἐστι πρὸς τοὺς κινδύνους· ὅθεν καὶ Ὅμηρός φησι σθένος ἔμβαλε θυμῷ καὶ μένος 〈καὶ〉 θυμὸν ἔγειρε καὶ δριμὺ δ’ ἀνὰ ῥῖνας μένος καὶ ἔζεσεν αἷμα· πάντα γὰρ τὰ τοιαῦτα ἔοικε σημαίνειν τὴν τοῦ θυμοῦ ἔγερσιν καὶ ὁρμήν. ὁ μὲν οὖν ἀνδρεῖος καλοῦ τινος ἕνεκα πάντα ποιεῖ, ἄγεται δὲ ὑπὸ τοῦ θυμοῦ οὐδαμῶς, ἀλλὰ χρῆται τούτῳ συνεργῷ καθάπερ ὀργάνῳ. οἱ δὲ λεγόμενοι ἀνδρεῖοι διὰ τὴν ὁρμὴν τοῦ θυμοῦ οὐ διὰ τὸ καλὸν πράττουσιν ἀλλὰ διὰ λύπην, ὥσπερ τὰ θηρία διὰ τὸ πληγῆναι ἢ διὰ τὸ φοβεῖσθαι, οὐ χρώμενα τῷ θυμῷ ἀλλ’ ὑπ’ αὐτοῦ μᾶλλον ἀγόμενα· οἵτινες, πρὶν πληγῆναι ἢ φοβηθῆναι, οὐδεμίαν ἐπιδείκνυνται ὁρμήν· ἐπεὶ καὶ τὰ θηρία, ἐὰν ἐν ὕλῃ ᾖ ἢ ἐν ἕλει, οὐ προσέρχονται οὐδὲ ὁρμῶσιν. οὐκ ἔστι τοίνυν ἀνδρεῖος ὁ δι’ ἀλγηδόνα ἢ θυμοῦ κινοῦντος ἢ ἄλλου τινὸς πάθους1 πρὸς τὸν κίνδυνον ὁρμῶν, καὶ μηδὲν τῶν δεινῶν προορώμενος, ἐπεὶ οὕτω γε κἂν οἱ ὄνοι ἀνδρεῖοι καλοῖντο δικαίως πεινῶντες· τυπτόμενοι γὰρ οὐκ ἀφίστανται τῆς νομῆς· καὶ οἱ μοιχοὶ δὲ διὰ τὴν ἐπιθυμίαν τολμηρὰ πολλὰ δρῶσιν· ἀλλ’ οὔκ εἰσιν ἀνδρεῖοι οὔτε οἱ ὄνοι οὔτε ἄνθρωποι οἱ δι’ ἀλγηδόνος ἢ θυμοῦ ἢ ἄλλου τινὸς πάθους ἐξελαυνόμενοι πρὸς τὸν κίνδυνον. ἡ δὲ φυσικωτάτη καὶ ἡ κυρίως ἀνδρεία ἐκείνη ἐστίν, ὅταν κινώμεθα μὲν διὰ τοῦ θυμοῦ, μετὰ προαιρέσεως δὲ καὶ ἕνεκα τοῦ ἀγαθοῦ. οἱ δὲ διὰ τὰ προειρημένα ὀργιζόμενοι οὐκ ἀνδρεῖοί εἰσιν ἀλλὰ μάχιμοι· οὐ γὰρ διὰ τὸ καλὸν ὁρμῶσι καὶ ὀργίζονται ἀλλὰ διὰ τὸ πάθος· καὶ οὐχ ὡς δέον ἐστὶ καὶ ὁ ὀρθὸς ἀπαιτεῖ λόγος, ἀλλ’ ὡς ἂν κινήσειε τὸ πάθος. δοκοῦσι δὲ καὶ οἱ εὐέλπιδες πάντες ἀνδρεῖοι εἶναι, οὐκ εἰσὶ δὲ πάντες. δυνατὸν γὰρ εὐέλπιδας εἶναι οὐ διὰ τὸ μὴ φοβεῖσθαι τὰ λυπηρὰ τοῦ ἀγαθοῦ ἕνεκα ἀλλὰ διὰ τὸ πολλάκις καὶ πολλοὺς νενικηκέναι καὶ διὰ τοῦτο θαρρεῖν, ὡς οὐ περιπεσοῦνται τοῖς κακοῖς· δοκοῦσι δὲ ἀνδρεῖοι διὰ τὸ ἐοικέναι τοῖς ἀνδρείοις κατὰ τὸ θαρρεῖν. ἀλλ’ οἱ μὲν ἀνδρεῖοι θαρροῦσι διὰ τὰ προειρημένα, οὗτοι δὲ διὰ τὸ οἴεσθαι μηδὲν πείσεσθαι λυπηρόν. οὕτω δὲ καὶ οἱ μεθυσκόμενοι εὐέλπιδές εἰσιν, ὅτι οἴονται πάντα αὐτοῖς καθ’ ἡδονὴν ἀπαντήσειν· διὰ τοῦτο καὶ ἐπειδὰν ἐναντίοις ἐντύχωσι τῶν προσδοκωμένων, ἀποπηδῶσιν· ὁ δὲ ἀνδρεῖος ἐρχόμενα καὶ φαινόμενα τὰ λυπηρὰ ὑπομένει, ὅτι ἀγαθόν ἐστιν ὑπομένειν ἢ αἰσχρὸν τὸ μὴ ὑπομένειν. διὰ τοῦτο καὶ ἐν τοῖς ἀνδρείοις ἐκεῖνος μᾶλλον ἀνδρεῖός ἐστιν, ὃς ἐν τοῖς αἰφνιδίοις ἀτάραχος καὶ ἄφοβός ἐστιν ἢ ἐν τοῖς σφόδρα προδήλοις καὶ πρὸ ὀφθαλμῶν οὖσιν· ὁ μὲν γὰρ προγινώσκων τὰ λυπηρὰ λογισμῷ καὶ κρίσει προπαρασκευασάμενος ὑπομείνειεν ἄν, ὁ δὲ μὴ προγινώσκων, εἶτα ἐπιόντα ὑπομένων, δῆλός ἐστιν εἰς ἕξιν ἀνδρείας ἐλθών. λέγονται δὲ ἀνδρεῖοι καὶ οἱ δι’ ἄγνοιαν τῶν ἀπαντησόντων κακῶν εἰς τοὺς κινδύνους ὁρμῶντες. καὶ σχεδὸν τῶν εὐελπίδων οὐδὲν διαφέρουσι, πλὴν ὅσον οἱ μὲν εὐέλπιδες ὑπομένουσι τὰ δεινὰ χρόνον τινά, οἱ δὲ ἀγνοοῦντες, ἐπειδὰν γνῶσι, φεύγουσιν· ὥσπερ οἱ Ἀργεῖοι ἔπαθον περιπεσόντες τοῖς Λάκωσιν ὡς Σικυωνίοις.2

Περὶ ἀνδρείας. κεφ. ηʹ#2在有些人看来,气概也被称为勇敢;而且他们因为像野兽那样扑向伤害自己的人而被称为勇敢者,因为勇敢者也是富有气概的。因为气概是驱使人面对危险的事物;因此荷马也说:“他将力量注入气概中”,以及“他唤起了力量[与]气概”,以及“鼻孔中激起敏锐的力量”,以及“鲜血沸腾”;因为所有这类说法似乎都表明气概的唤醒与冲动。因此,勇敢的人做一切事情都是为了某种高尚的事物,绝不被气概所牵引,而是将它作为助手,就像工具一样使用。相反,那些因气概的冲动而被称作勇敢的人,不是为了高尚而行动,而是出于痛苦,正如野兽由于受到击打或受到惊吓而行动一样,不是运用气概,而是更多地被气概所牵引;他们在受到击打或惊吓之前,并不表现出任何冲动;因为即便是野兽,如果在森林中或沼泽中,既不靠近也不向前猛冲。因此,出于痛苦、或在气概驱使下、或出于其他某种激情的驱使而冲向危险,且丝毫不预见可怕事物的人,并不是勇敢的;因为如果这样的话,饥饿的驴子也可以理所当然地被称为勇敢的了;因为它们即便挨打也不离开草场;奸夫也出于欲望而做出许多大胆的行径;但无论是驴子,还是由于痛苦、气概或其他某种激情而被驱赶向危险的人,都不是勇敢的。最自然且真正意义上的勇敢是这种情形:当我们由气概所驱使,但同时伴随着抉择(proairesis)且为了善的缘故。那些因上述缘故而动怒的人不是勇敢的,而是好斗的;因为他们不是为了高尚而猛冲与动怒,而是出于激情;并且不是按照应当的方式和正当理智所要求的方式,而是按照激情所可能驱使的方式。所有满怀希望的人似乎也是勇敢的,但他们并非全都是。因为满怀希望可能不是由于为了善而不惧怕痛苦之事,而是由于多次战胜过众多对手,并因此具有自信,以为自己不会遭遇灾祸;而他们显得勇敢,是因为在充满自信方面类似于勇敢的人。然而,勇敢的人是由于上述原因而充满自信,而这些人则是因为以为自己不会遭受任何痛苦而充满自信。醉酒的人同样也是满怀希望的,因为他们以为一切事情都会如其所愿地到来;因此,一旦他们遇到与预期相反的事情,他们就逃之夭夭;但勇敢的人在痛苦之事临近并显现时能够承受它,因为承受它是善的,或者不承受它是可耻的。正因如此,在勇敢的人当中,那在突发事件中沉着不乱且无所畏惧的人,比在极其明显且近在眼前的事态中如此的人更为勇敢;因为预先知晓痛苦之事的人,可能是在通过深思熟虑和判断预先做好准备之后承受它的,但那并未预先知晓、随后在痛苦临头时承受它的人,显然已经达到了勇敢的品质(hexis)。那些因对即将遭遇的祸患无知而冲向危险的人也被称为勇敢的。他们与满怀希望的人几乎毫无二致,唯一的区别在于,满怀希望的人能在一定时间内承受可怕的事情,而无知的人一旦知情便逃跑;正如阿戈斯人遭遇拉栖代梦军却误以为是西库昂军时所经历的那样。

语法注2 条
  1. 3.δι’ ἀλγηδόνα ἢ θυμοῦ κινοῦντος ἢ ἄλλου τινὸς πάθους

    介词短语(δι’ ἀλγηδόνα)与独立属格结构(θυμοῦ κινοῦντος)由连词 ἤ 并列连接。其后的 ἄλλου τινὸς πάθους 既可理解为省去了 κινοῦντος 的第二个独立属格,亦可理解为由介词 διά 支配属格;在句法结构上,二者均作为并列成分,用以指示驱使行为的被动/外部原因。

  2. 3.ὥσπερ οἱ Ἀργεῖοι ἔπαθον περιπεσόντες τοῖς Λάκωσιν ὡς Σικυωνίοις

    小词 ὡς 与与格名词 Σικυωνίοις 连用,表示主观认定(“以为是……”、“视作……”),修饰分词 περιπεσόντες 所支配的与格补足语 τοῖς Λάκωσιν,简练地表明阿戈斯人在遭遇拉栖代梦军队时误将其当作西库昂军队的错误判定。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:57.6-58.16