- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:55.33-57.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
依循亚里士多德《尼各马可伦理学》第三卷第八章,作者讨论并比较了类似真正勇敢的五种形态中的前三种:公民的勇敢、受强迫的勇敢以及基于经验的勇敢。
Περὶ ἀνδρείας. κεφ. ηʹ#1 Περὶ ἀνδρείας. κεφ. ηʹ. Λέγονται δὲ καὶ ἕτεραι ἀνδρεῖαι κατὰ πέντε τρόπους. πρώτη ἡ πολιτική, καθ’ ἣν οἱ πολῖται διὰ τὰ ἐκ τῶν νόμων ἐπιτίμια καὶ τὰ ὀνείδη καὶ διὰ τὰς τιμὰς ὑπομένουσι τοὺς ὑπὲρ τῆς πόλεως κινδύνους. καὶ δοκοῦσιν ἀνδρειότατοι εἶναι, παρ’ οἷς οἱ δειλοὶ ἄτιμοι, οἱ δὲ ἀνδρεῖοι ἔντιμοι, οἵους καὶ Ὅμηρος ἐν τοῖς ποιήμασιν ᾄδει· οἷον τὸν Διομήδη καὶ τὸν Ἕκτορα· Πουλυδάμας μοι πρῶτος ἐλεγχείην ἀναθήσει· καὶ Διομήδης, Ἕκτωρ γάρ ποτε φήσει ἐνὶ Τρώεσσ’ ἀγορεύων, Τυδείδης ὑπ’ ἐμεῖο. ἔοικε δὲ αὕτη ἡ ἀνδρεία τῇ πρότερον εἰρημένῃ, ὅτι καθάπερ ἐκείνη τοῦ καλοῦ ἕνεκα, οὕτω καὶ αὕτη διά τινα γίνεται ἀρετήν. διὰ τὴν αἰδῶ γὰρ καὶ τὴν τοῦ καλοῦ ὄρεξιν καὶ διὰ τὴν φυγὴν τοῦ ὀνείδους, αἰσχροῦ ὄντος, οἱ πολῖται ἀνδρίζονται· αἰδούμενοι γὰρ τοὺς νόμους καὶ τιμῆς ὀρεγόμενοι τοὺς κινδύνους ὑπομένουσι. δευτέρα δὲ ἀνδρεία, καθ’ ἣν ἀνδρίζονται οἱ ὑπὸ τῶν ἀρχόντων ἀναγκαζόμενοι τοὺς πόνους καρτερεῖν, καὶ πρὸς τοὺς κινδύνους ἀνδρείως ἔχειν. χείρων δὲ αὕτη τῆς πολιτικῆς, ὅτι διὰ φόβον καὶ οὐ δι’ ἔρωτα ἀγαθοῦ γίνεται καὶ οἱ κατ’ αὐτὴν ἀνδριζόμενοι οὐ τὸ αἰσχρὸν ἀλλὰ τὸ λυπηρὸν φεύγουσιν. ἀναγκάζουσι γὰρ οἱ κύριοι, ὥσπερ ὁ Ἕκτωρ ὃν δέ κʹ ἐγὼν ἀπάνευθε μάχης πτώσσοντα νοήσω, οὔ οἱ ἄρκιον ἐσσεῖται φυγέειν κύνας. κἂν μὴ παρῶσι δὲ οἱ στρατηγοὶ τῇ παρατάξει καὶ ἀναγκάζωσι τοὺς στρατιώτας τοὺς κινδύνους καρτερεῖν, ἀλλὰ φόβον αὐτοῖς ἐνθέντες, δι’ ὧν πολλάκις ἐτύπτησαν λιπόντας τὴν τάξιν, τὸ αὐτὸ δρῶσι·1 καὶ οὕτω δι’ ἀνάγκην ἀνδρεῖοι δοκοῦσιν εἶναι· δεῖ δὲ οὐ δι’ ἀνάγκην αἱρεῖσθαι τὴν ἀνδρείαν ἀλλ’ ὅτι καλόν. δοκεῖ δὲ καὶ ἡ περὶ τὰ καθ’ ἕκαστα ἐμπειρία ἀνδρεία εἶναι. διὰ τοῦτο καὶ ὁ Σωκράτης τὴν ἀνδρείαν ἐπιστήμην ἐνόμισεν εἶναι. ἄλλοι μὲν οὖν ἐν ἄλλοις ἐπιστήμονες ὄντες ἀνδρεῖοι ἂν περὶ ταῦτα καλοῖντο· ἐν δὲ τοῖς πολεμικοῖς οἱ στρατιῶται. δοκεῖ γὰρ εἶναί τινα ἐν τῷ πολέμῳ κενά, ἃ μάλιστα συνεωράκασιν οὗτοι, καὶ τῶν ἄλλων μὴ εἰδότων οἷς συμπλέκονται,2 αὐτοὶ ἀνδρεῖοι δοκοῦσιν. ἐκ γὰρ τῆς ἐμπειρίας ταύτης δύνανται ποιῆσαι τοὺς ἀντιπάλους κακῶς καὶ μηδὲν παθεῖν ὑπ’ ἐκείνων, καὶ φυλάξασθαι μὲν τὰ βέλη καὶ τὰ δόρατα, πατάξαι δὲ αὐτοὺς εὐχερῶς διὰ τὸ δύνασθαι χρῆσθαι τοῖς ὅπλοις καλῶς καὶ τοιαῦτα ἔχειν τὰ ὅπλα, ὁποῖα ἂν γένοιτο ἐπιτήδεια καὶ πρὸς τὸ πατάξαι τοὺς ἀντιπάλους καὶ πρὸς τὸ μηδὲν παθεῖν δεινὸν ὑπ’ ἐκείνων· μάχονται γοῦν ὥσπερ ὡπλισμένοι ἀνόπλοις. καὶ γὰρ ἐν τοῖς τοιούτοις ἀγῶσιν οὐχ οἱ ἀνδρειότατοι μαχιμώτατοί εἰσιν ἀλλ’ οἱ μάλιστα ἰσχύοντες καὶ τὰ σώματα ἄριστα ἔχοντες καὶ τὴν ἐμπειρίαν ἄριστοι· δειλοὶ δὲ γίνονται οἱ τοιοῦτοι, ὅταν ὑπερβάλλῃ ὁ κίνδυνος καὶ λείπωνται τοῖς πλήθεσι καὶ ταῖς παρασκευαῖς· πρῶτοι γὰρ οἱ ἔμπειροι φεύγουσιν. οἱ δὲ ἀνδριζόμενοι κατὰ τὰ πολιτικὰ μένοντες ἀποθνήσκουσιν, ὅπερ κἀπὶ τῷ Ἑρμαίῳ συνέβη.3 οἱ μὲν γὰρ παραταττόμενοι στρατιῶται ἔφυγον, αἰσθόμενοι τοῦ κινδύνου μείζονος, οἱ δὲ πολῖται μείναντες ἀπέθανον· ὁ γὰρ θάνατος αὐτοῖς αἱρετώτερος ἐδόκει τῆς σωτηρίας ταύτης· οἱ δὲ στρατιῶται ἠνδρίζοντο μέν, οἰόμενοι κρείττους εἶναι καὶ πλείους τῶν ἀντιπάλων· ἐπεὶ δὲ ἔγνων ἐλάττονες ὄντες καὶ χείρονες, ἔφυγον, τὸν θάνατον μᾶλλον φοβηθέντες ἢ τὸ αἰσχρόν. ὁ δὲ ἀνδρεῖος οὐ τοιοῦτος.
Περὶ ἀνδρείας. κεφ. ηʹ#1 论勇敢。第八章。 根据五种方式,还论及其他几种勇敢。第一种是公民的勇敢,依照这种勇敢,公民们因法律所定的刑罚与耻辱以及因荣誉而为城邦承受危险。在那些怯懦者受羞辱、勇敢者受尊重的群体中,人们似乎是最勇敢的,正如荷马在诗作中所歌颂的那样;例如狄俄墨得斯和赫克托耳:“波吕达马斯将第一个把指责加诸于我”;狄俄墨得斯也说:“因为赫克托耳有朝一日在特洛伊人中发表演说时会说:‘堤丢斯之子被我[打败]’”。而这种勇敢与前文所述的勇敢相似,因为正如前者是为了高尚(to kalon)的缘故,这一种勇敢也是由于某种德性而生成的。因为正是出于羞耻心与对高尚事物的欲求,并由于逃避耻辱(因为它是可耻的),公民们才表现得勇敢;因为他们敬畏法律并欲求荣誉,从而承受危险。 第二种勇敢,是那些受到统治者强迫而忍耐劳苦并在危险面前表现勇敢的人所依循的。这种勇敢劣于公民的勇敢,因为它出于恐惧而非出于对善的爱慕而生成,依此表现勇敢的人逃避的不是可耻之事而是痛苦之事。因为长官们施加强迫,正如赫克托耳所说:“凡我察觉在战斗之外畏缩不前者,他绝不可能逃脱群犬[之口]”。即使将领们并不亲临阵列强迫士兵忍受危险,但借由多次痛打临阵脱逃者向他们灌输恐惧,他们达成了同样的目的;这样,他们因必然(强迫)的缘故看似勇敢;然而人不应当由于必然,而应当因为高尚而选择勇敢。 对具体事物的经验似乎也是勇敢。因此苏格拉底也认为勇敢是知识。于是在不同事务中具备专门知识的人,可以就这些事务被称为勇敢者;而在军事事务中,则是正规士兵。因为在战争中似乎存在某些虚妄的恐慌,唯独他们对这些最为心知肚明,而在他人不知与何物交手时,他们自身显得勇敢。因为凭借这种经验,他们能够重创对手而自身不受其害,一方面避开箭矢与长矛,另一方面容易地击打对手,这是由于他们能够出色地运用武器,并且拥有既适于击打对手又适于自身不受可怕侵害的武器;无论如何,他们交战就像全副武装者对付赤手空拳者一样。因为在这样的较量中,并非最勇敢的人最善战,而是最具力量、体魄最佳且经验最丰富的人[最善战];但当危险变得极大、且在人数和装备上处于劣势时,这样的人便成了怯懦者;因为有经验者是最先逃跑的。相反,依照公民准则表现勇敢的人则坚守不退并战死,这正是赫尔麦翁之战中所发生的情形。列阵的雇佣兵察觉危险过大便逃跑了,而公民们坚守不退并战死;因为对他们而言,死亡似乎比这种苟全性命更值得选择;而士兵们先前之所以表现得勇敢,是因为自以为强于且多于对手;但当他们意识到自己人数更少且处于劣势时,他们便逃跑了,害怕死亡甚于害怕可耻。而真正的勇敢者绝非如此。
- 3.κἂν μὴ παρῶσι δὲ οἱ στρατηγοὶ τῇ παρατάξει καὶ ἀναγκάζωσι τοὺς στρατιώτας τοὺς κινδύνους καρτερεῖν, ἀλλὰ φόβον αὐτοῖς ἐνθέντες, δι’ ὧν πολλάκις ἐτύπτησαν λιπόντας τὴν τάξιν, τὸ αὐτὸ δρῶσι
位于主句(归结句)句首的 ἀλλά 呼应前面的让步从句(κἄν,“即使……不”),以引出形成对照的事实陈述(“然而……”)。主句的主语是从条件从句中承前省略的将领们(οἱ στρατηγοί),分词短语 φόβον αὐτοῖς ἐνθέντες 作状语修饰主要动词 τὸ αὐτὸ δρῶσι。
- 3.τῶν ἄλλων μὴ εἰδότων οἷς συμπλέκονται
τῶν ἄλλων μὴ εἰδότων 是属格独立结构。关系代词 οἷς 自身包孕了先行词,作为与格宾语依存于 συμπλέκονται,意为“在其他人不知道他们与之交锋的事物/对手之时”。
- 3.ὅπερ κἀπὶ τῷ Ἑρμαίῳ συνέβη
中性单数关系代词 ὅπερ 的先行词是前述的整个事件(“依照公民准则表现勇敢的人则坚守不退并战死”)。κἀπὶ 是 καὶ 与 ἐπί 的缩合(crasis),意为“正是在赫尔麦翁之战中也同样”。
