- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:54.29-55.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
赫利奥多罗斯根据《尼各马可伦理学》第3卷第7章,论述了勇敢作为关于恐惧与信心之中道的基本性质,将勇敢者与无名之过度(无感觉)、鲁莽及怯懦等极端相对比,并阐明自杀属于怯懦而非勇敢。
Ὅτι οὐχ ὁμοίως ἑκούσιά εἰσιν αἱ πράξεις καὶ ἕξεις. καὶ περὶ 20#3 καὶ ταῦτα δὲ οὐχ ὁμοίως πᾶσίν εἰσι φοβερά, ἀλλὰ τοῖς μὲν μᾶλλον, τοῖς δὲ ἧττον, ὥσπερ καὶ τὰ κατὰ ἄνθρωπον, ἅπερ οὐ πᾶσίν εἰσι φοβερά, οἷον πενία καὶ ἀδοξία καὶ τὰ τοιαῦτα, ἅτινα καὶ ὁ σπουδαῖος, ὅτε δεῖ, φοβηθήσεται, καθὼς εἴρηται, καὶ ὡς δεῖ. ὁ γὰρ φαῦλος διὰ τοῦτο ἁμαρτάνει, ὅτι οὐ φοβεῖται καθὼς δεῖ ἢ ὅτε δεῖ ἢ ἔνθα δεῖ· ὁμοίως δὲ καὶ θαρρῶν οὐ κατὰ τὸν προσήκοντα τρόπον καὶ χρόνον θαρρεῖ. ὁ μὲν οὖν θαρρῶν ἢ φοβούμενος ἃ καὶ οὗ ἕνεκα καὶ ὅτε προσήκει θαρρεῖν καὶ φοβεῖσθαι, ἀνδρεῖος· κατὰ τὸ εἰκὸς γὰρ θαρρεῖ καὶ φοβεῖται καὶ ὥσπερ ὁ λόγος τῆς ἀνδρείας ἔχει. τοῦτο γὰρ τέλος ἐστὶ πάσης ἐνεργείας τῆς κατ’ ἀρετήν, τὸ κατὰ τὸν λόγον τῆς ἕξεως γίνεσθαι, οἷον αἱ κατὰ δικαιοσύνην πράξεις τέλος ἔχουσι τὸ κατὰ τὸν λόγον τῆς ἕξεως τῆς δικαιοσύνης πράττεσθαι καὶ αἱ κατὰ τὴν ἀνδρείαν κατὰ τὸν λόγον τῆς ἕξεως τῆς ἀνδρείας. τέλος μὲν γὰρ ἁπάσης πράξεως τὸ καλόν· καλὸν δὲ τῷ ἀνδρείῳ ὁ τῆς ἀνδρείας λόγος καὶ τῷ δικαίῳ ὁ τῆς δικαιοσύνης καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. τοῦτο γάρ ἐστιν ὁ λόγος τῶν πράξεων, τὸ κατὰ τὴν ἕξιν γίνεσθαι· ὅρος γάρ ἐστιν ἑκάστῳ τὸ τέλος αὐτοῦ· ὁ μὲν οὖν ἀνδρεῖος ἐν τῷ δέοντι καὶ τῷ προσήκοντι ἕστηκε· τῶν δὲ ὑπερβαλλόντων ὁ μὲν τῷ μὴ φοβεῖσθαι ὑπερβάλλων, ἀνώνυμος· εἴρηται δ’ ἡμῖν ἐν τοῖς πρότερον, ὅτι πολλά ἐστιν ἀνώνυμα· καλοῖτο δ’ ἂν ὁ τοιοῦτος μαινόμενος ἢ ἀνάλγητος, εἰ μηδὲν φοβοῖτο, μήτε σεισμὸν μήτε κύματα, καθάπερ φασὶ τοὺς Κελτούς· ὁ δὲ τῷ θαρρεῖν ὑπερβάλλων περὶ τὰ φοβερὰ θρασύς. δοκεῖ δὲ καὶ ἀλαζὼν εἶναι ὁ θρασὺς καὶ προσποιητικὸς εἶναι ἀνδρείας· χρηματίζεται γὰρ ἀνδρεῖος εἶναι·1 ὡς γὰρ ἐκεῖνος περὶ τὰ φοβερὰ ἔχει, οὕτως ὁ θρασὺς βούλεται φαίνεσθαι. ἐν οἷς οὖν δύναται, μιμεῖται· διὸ καὶ εἰσὶν οἱ πολλοὶ αὐτῶν θρασύδειλοι· ἐν τούτοις γὰρ θρασυνόμενοι, τὰ φοβερὰ οὐχ ὑπομένουσιν. ὁ δὲ τῷ φοβεῖσθαι ὑπερβάλλων δειλός, ὅτι ἃ μὴ δεῖ φοβεῖται καὶ οὐχ ὡς δεῖ· ἐλλείπει δὲ καὶ τῷ θαρρεῖν, ὑπερβάλλει δὲ ἐν ταῖς λύπαις, καὶ δύσελπίς τις ἐστιν ὁ δειλός· πάντα γὰρ φοβεῖται. ὁ δὲ ἀνδρεῖος ἐναντίος· εὔελπις γάρ ἐστι· τὸ γὰρ θαρρεῖν ἀπὸ τοῦ τὰ χρηστὰ ἐλπίζειν γίνεται. περὶ τὰ αὐτὰ μὲν οὖν καὶ ὁ δειλὸς καὶ ὁ θρασύς ἐστι καὶ ὁ ἀνδρεῖος· εἰσὶ γὰρ περὶ τὰ φοβερὰ καὶ θαρραλέα, ἀλλ’ οὐχ ὁμοίως· διαφόρως γὰρ ἔχουσι πρὸς αὐτά· οἱ μὲν γὰρ ὑπερβάλλουσι καὶ ἐλλείπουσιν, ὁ δὲ μέσως ἔχει καὶ ἐπὶ τοῦ δέοντος ἵσταται. καὶ οἱ μὲν θρασεῖς προπετεῖς καὶ πρὸ τῶν κινδύνων ὁρμῶντες, καὶ σφόδρα βουλόμενοι τὰ δεινά, ἐν αὐτοῖς δὲ γενόμενοι ἀποπηδῶσιν, οἱ δὲ ἀνδρεῖοι τοὐναντίον ἐν αὐτοῖς μὲν τοῖς ἔργοις ὀξεῖς, πρότερον δὲ ἡσυχίαν ἄγουσι. καθάπερ οὖν εἴρηται, ἡ ἀνδρεία μεσότης ἐστὶ περὶ θαρραλέα καὶ φοβερά, καθὼς δεῖ· καὶ ὅτι καλὸν αἱρεῖται καὶ ὑπομένει· καὶ ὅτι μὴ αἱρεῖσθαι καὶ ὑπομένειν αἰσχρόν.2 τὸ δὲ ἀποθνήσκειν βουληθῆναι διὰ πενίαν ἢ διὰ ἔρωτα οὐκ ἔστιν ἀνδρείας ἀλλὰ μᾶλλον δειλίας·3 τὸ γὰρ φεύγειν τὰ ἐπίπονα μαλακίας καὶ χαυνότητος. οὐ γὰρ αἱρεῖταί τις τὸν τοιοῦτον θάνατον ὅτι καλός, ἀλλ’ ὅτι ἀπαλλαγή ἐστι κακοῦ, ὃ φέρειν οὐ δύναται· τὸ δὲ οὕτως ἔχειν δειλίας. ἡ μὲν οὖν ἀνδρεία τοιοῦτόν τι.
Ὅτι οὐχ ὁμοίως ἑκούσιά εἰσιν αἱ πράξεις καὶ ἕξεις. καὶ περὶ 20#3而且这些[超越常人的灾祸]对所有人来说也并非同样可怕,而是对某些人更为可怕,对另一些人则较少可怕,正如合乎人类常情之恶一样;后者并非对所有人都是可怕的,例如贫困、恶名及类似的事物,有德者正如前面所说的那样,也将在应当害怕之时、以应当害怕的方式去害怕这些事物。因为卑劣者之所以犯错,正在于他不以应当的方式、或在应当之时、或在应当之境况下害怕;同样,在满怀信心时,他也不是以相宜的方式与时机满怀信心。因此,在应当满怀信心与害怕的事物上、为了应当的目的、并在应当之时满怀信心与害怕的人,就是勇敢者;因为他是合乎情理地、且遵照勇敢的理性原则来满怀信心与害怕的。因为合乎德性的每一种现实活动的终极目的,正是按照品质状态的理性原则生成;例如,合乎正义的行为以按照正义品质状态的理性原则被践行为终极目的,而合乎勇敢的行为则以按照勇敢品质状态的理性原则被践行为终极目的。因为一切行为的终极目的都是高尚(to kalon);而对勇敢者来说,高尚就是勇敢的理性原则,对正义者来说则是正义的理性原则,在其余德性中亦是如此。因为行为的理性原则正是:按照品质状态生成;因为每一个事物的界说(horos)即是它的终极目的。因此,勇敢者立足于应当与相宜之处。 在过度的人之中,一方面,在不害怕上过度的人是无名的;我们在前文中已经说过,有许多事物是没有名称的;但这样的人若什么都不害怕,既不害怕地震也不害怕巨浪(正如人们谈论凯尔特人那样),便可以被称为癫狂者或无感觉者。另一方面,在面对可怕事物时在满怀信心上过度的人是鲁莽者。鲁莽者似乎也是夸大狂与勇敢的伪装者;因为他自诩为勇敢者;因为正如勇敢者对待可怕事物那样,鲁莽者也希望如此显现于人。因此,在力所能及的范围内,他便加以模仿;正因如此,他们中的大多数人是外强中干的怯懦者;因为在这些[安全]情形中虽逞强放肆,他们却承受不住真正可怕的事物。 在害怕上过度的人是怯懦者;因为他害怕不当害怕之事,且不以当害怕的方式害怕;他在满怀信心上亦有所欠缺,在痛苦感受上则过甚,怯懦者是某种悲观绝望之人;因为他害怕一切。而勇敢者则相反;因为他是充满希望的;因为满怀信心正是源于对善好之事的指望。 因此,怯懦者、鲁莽者与勇敢者所围绕的是相同的事物;因为他们都围绕着可怕的事物与激发信心的事物,但并不是以相同的方式;因为他们对待这些事物持有不同的状态:前两者过度与不足,而后者保持中道并立足于应当之处。而且鲁莽者性情急躁,在危险之前便急迫冲动,极度渴望涉足险境,但一旦身处其中便退缩逃跑;相反,勇敢者在实际行动中敏锐果断,在行动之前则保持镇定。 因此,正如已经说过的那样,勇敢是关于激发信心的事物与可怕事物的中道,且以所应当的方式存在;它之所以选择并忍受[这些事物],是因为这是高尚的;且因为不选择也不忍受是可耻的。然而,由于贫困或由于情爱而决意求死,并不属于勇敢,反而更属于怯懦;因为逃避劳苦之事属于软弱与虚浮软瘫。因为人选择这样的死亡并不是因为它是高尚的,而是因为它是对自身无法承受之恶的解脱;而处于这种状态是属于怯懦的。因此,勇敢便是这样一种事物。
- 3.χρηματίζεται γὰρ ἀνδρεῖος εἶναι
动词 χρηματίζεται 为中间态,在此意为“自称”、“自诩”或“对外标榜”,后接主格补足语不定式结构 ἀνδρεῖος εἶναι。
- 3.καὶ ὅτι καλὸν αἱρεῖται καὶ ὑπομένει· καὶ ὅτι μὴ αἱρεῖσθαι καὶ ὑπομένειν αἰσχρόν.
连词 ὅτι 在此引导原因从句(“因为”)。αἱρεῖται καὶ ὑπομένει 以勇敢(或勇敢者)为主语,省略了宾语 ταῦτα(可怕事物等)。后半句 καὶ ὅτι... 省略了主节动词 αἱρεῖται καὶ ὑπομένει,构成对称的因果关系:“且因为不选择、不忍受是可耻的[所以选择并忍受]”。
- 3.τὸ δὲ ἀποθνήσκειν βουληθῆναι διὰ πενίαν ἢ διὰ ἔρωτα οὐκ ἔστιν ἀνδρείας ἀλλὰ μᾶλλον δειλίας
属格 ἀνδρείας 与 δειλίας 与系词 ἔστιν 连用,属于表特征/所有的属格(“属于……”,“是……的特征”)。主语为冠词不定式短语 τὸ δὲ ἀποθνήσκειν βουληθῆναι。接下来的 μαλακίας καὶ χαυνότητος [ἐστί] 同样是这种属格结构。
