← 普鲁萨的赫里奥多罗斯

亚里士多德《尼各马可伦理学》释义

§53.31-54.29

应惧之物与面对高尚死亡时的真正勇敢

阐释亚里士多德的论述,指出不害怕应当害怕之物的人并非真正的勇敢者,规定真正的勇敢是指为了高尚的目的在面对最卓越的死因(如阵亡)时所表现出的坚忍。同时辨析了海难或不可抗自然灾害中的无畏与真正勇敢的区别,说明勇敢者是依循理性、为了高尚而适度产生恐惧的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3

Ὅτι οὐχ ὁμοίως ἑκούσιά εἰσιν αἱ πράξεις καὶ ἕξεις. καὶ περὶ 20#2 ὥσπερ δὲ ὁ φοβούμενος ἃ δεῖ μὴ φοβεῖσθαι οὐκ ἔστιν ἀνδρεῖος, οὕτως οὐδὲ ὁ μὴ φοβούμενος ἃ δεῖ φοβεῖσθαι ἀνδρεῖός ἐστιν, οἷον τὴν περὶ παῖδας ἢ γυναῖκα ὕβριν ὁ μὲν φοβούμενος οὐκ ἔστι δειλός, ὁ δὲ μὴ φοβούμενος οὐκ ἔστιν ἀνδρεῖος· ἢ ἐάν τις μέλλων μαστιγοῦσθαι οὐ φοβῆται ἀλλὰ θαρρῇ· οὗτοι γὰρ ἃ δεῖ φοβεῖσθαι μὴ φοβούμενοι οὔκ εἰσιν ἀνδρεῖοι. ἔστι τοίνυν ἀνδρεῖος ὁ τὰ μέγιστα μὲν τῶν δεινῶν μὴ φοβούμενος· οὐδεὶς γὰρ καρτερικώτερος τοῦ ἀνδρείου· οὐκ ἀεὶ δὲ ὁμοίως· τινὰ γὰρ τῶν δεινῶν διὰ τὸν τρόπον καθ’ ὃν ἐπάγονται φοβερά εἰσι καὶ τῷ ἀνδρείῳ, οἷον ὁ θάνατος μὲν δοκεῖ εἶναι τὸ ἔσχατον τῶν κακῶν, ὅτι πέρας ἐστὶ τοῦ βίου καὶ οὐ δυνατὸν τῷ τεθνεῶτι ἢ ἀγαθὸν ἢ κακὸν γενέσθαι· καὶ τούτου ἕνεκα δοκεῖ μέγιστον εἶναι δεινὸν καὶ τοῖς ἀγαθοῖς καὶ τοῖς φαύλοις. ἀλλ’ ὁ μὲν ἀπὸ αἰσχρῶν γινόμενος αἰτιῶν φοβερός ἐστι τῷ ἀνδρείῳ, ὁ δὲ ἀπὸ τῶν ἀρίστων, οἷός ἐστιν ὁ ἐν πολέμῳ συμβαίνων, οὐκέτι, ἀλλὰ καὶ σφόδρα ἀγαπητός ἐστιν· ὁ δὲ ἐν νόσῳ ἢ ἐν θαλάττῃ θάνατος, καθόσον μὲν οὐκ ἐπῆλθε κατὰ σεμνοῦ τινος, φοβερὸς ἔσται τῷ ἀνδρείῳ, καθόσον δὲ λυπηρός ἐστιν, οὐδαμῶς. ὥστε λέγοιτο ἂν ἀνδρεῖος ὁ περὶ τὸν καλὸν θάνατον ἢ τὸν μὴ αἰσχρὸν ἀδεής, καὶ ὅσα θάνατον ἐπιφέρει αἰφνιδίως ἐπερχόμενα, οἷά εἰσι τὰ ἐν τῷ πολέμῳ. ὁ γὰρ τὰ αἰφνιδίως ἐπερχόμενα δεινὰ καρτερῶν ἀπόδειξιν ἐναργῆ παρέχεται τοῦ πρὸς ἕξιν ἀνδρείας ἐληλακέναι.1 κυρίως δὲ ἀνδρεῖος ὁ τὸν ἄριστον θάνατον καρτερῶν· ὥσπερ καὶ ἐπὶ τῶν τιμῶν ἔχει· τῶν μὲν γὰρ παρὰ τοῖς τυράννοις τιμῶν ὡς οὐδὲν ὅσιον ἐχουσῶν οὐδὲ βέβαιον ὁ ἀνδρεῖος καταφρονήσει, τῶν δὲ ἐν ταῖς πόλεσι ταῖς εὐνομουμέναις ὡς ἐννόμων καὶ δικαίων οὐκέτι. εἰσὶ δὲ καὶ οἱ θαλάττιοι πρὸς τὸν θάνατον ἀδεεῖς, ἀλλ’ οὐχ ὁμοίως τῷ ἀνδρείῳ· οἱ μὲν γὰρ δοκοῦσι καρτερεῖν διὰ τὸ καθάπαξ ἀπεγνωκέναι τὴν σωτηρίαν, οἱ δὲ διὰ τὴν ἐμπειρίαν ἐλπίζοντες περιγενέσθαι τῶν ἀπὸ τῆς θαλάσσης κακῶν. ἐπεὶ οὐδὲ δυνατὸν κυρίως ἐν τοῖς τοιούτοις ἀνδρίζεσθαι·2 ἀνδρίζεται γάρ τις ἐν οἷς χρεία τόνου τινὸς καὶ ὁρμῆς ἢ ὁ θάνατος σεμνός ἐστιν· ἐν κλύδωνι δὲ ἢ ἐν νόσῳ τὰ τοιαῦτα χώραν οὐκ ἔχει· οὔτε γὰρ ὁ θάνατος ἀγαθοῦ τινος ἐστιν αἴτιος οὔτε ὁρμῇ τινι χρώμεθα καὶ ἀλκῇ πρὸς αὐτόν. ἔτι τοίνυν ὁ ἀνδρεῖος περὶ τὰ φοβερὰ οὐχ ὁμοίως ἔχει. εἰσὶ γὰρ ἄλλα ἄλλοις φοβερώτερα· οἱ μὲν γὰρ τὴν χρημάτων ἀποβολὴν μάλιστα φοβοῦνται, ὅσοι φιλοχρήματοι, οἱ δὲ τὴν ἀδοξίαν, ὅσοι δόξης μάλιστα τῶν ἄλλων ἐρῶσιν, καὶ τὰ ἄλλα ὁμοίως (ἅτινα οἱ μὲν σφόδρα φοβοῦνται, οἱ δὲ ἔλαττον, οἱ δὲ οὐδαμῶς)· εἰσὶ δέ τινα, ἃ οὐδείς ἐστιν ἀνθρώπων, ὃς οὐ φοβεῖται, οἷά ἐστι τὰ ὑπὲρ ἄνθρωπον κακά, οἷον σκηπτοὶ καὶ σεισμοὶ καὶ θαλάσσης ἐκδρομαί· ταῦτα γὰρ πᾶσι τοῖς νοῦν ἔχουσι φοβερά. ταῦτα καὶ ὁ ἀνδρεῖος φοβεῖται μέν, ὡς δεῖ δέ, καὶ καθὼς ὁ λόγος προστάττει, καὶ τοῦ καλοῦ ἕνεκα· τοῦτο γὰρ τέλος ὁ σπουδαῖος ποιεῖται τῶν ἰδίων παθῶν καὶ τῶν πράξεων καὶ διὰ τοῦτο πᾶσα ἀρετή.3

论行为与品质状态并非以同样的方式出于自愿。以及关于…… 正如害怕不应当害怕之物的人不是勇敢者一样,不害怕应当害怕之物的人也不是勇敢者;例如,害怕其子女或妻子遭受凌辱的人不是怯懦者,而不害怕的人则不是勇敢者;或者如果某人在将要受鞭笞时并不害怕而是充满信心,也是如此;因为这些人由于不害怕应当害怕之物,并不是勇敢者。因此,勇敢者是那不害怕最巨大的可怕事物的人;因为没有任何人比勇敢者更坚忍;但并不是在所有情况下都同样如此;因为某些可怕的事物由于其降临的方式,对勇敢者来说也是可怕的;例如,死亡似乎是一切恶的极致,因为它是生命的终点,对于已死之人而言不可能再有任何善或恶发生;正因如此,对于善人与卑劣者而言,死亡似乎都是最巨大的可怕之物。然而,由可耻的原因造成的死亡对勇敢者来说是可怕的,但由最卓越的原因造成的死亡,例如在战争中降临的死亡,则不再可怕,甚至是非常可喜的;而在疾病或海难中的死亡,就其不是为了某种崇高之物而降临而言,对勇敢者来说将是可怕的,但就其是痛苦的而言,则绝非如此。因此,勇敢者可以说是指在面对高尚的死亡或并非可耻的死亡时毫无恐惧的人,以及面对突如其来且带来死亡的一切事物(如战争中的诸事)时毫无恐惧的人。因为坚忍承受突如其来的可怕事物的人,为自己已经达到了勇敢的品质状态提供了清晰的明证。在本原意义上的勇敢者是坚忍承受最卓越死亡的人;正如在荣誉的情形中也是如此:对于来自僭主的荣誉,因其毫无神圣与可靠之处,勇敢者将予以轻视,但对于在良好治理的城邦中的荣誉,因其合乎法律与正义,他便不再轻视。航海者对于死亡也毫无畏惧,但并不像勇敢者那样;因为一部分人似乎是由于完全对得救感到绝望而坚忍,而另一部分人则是出于经验而指望克服来自海洋的灾祸。因为在这样的情形中原本甚至不可能真正地表现出英勇;因为人是在需要某种张力与进取冲动的地方,或者在死亡是崇高的地方,才会表现出英勇;但在巨浪中或在疾病中,这类事物没有容身之地;因为死亡既不是任何善的原因,我们面对它也不运用任何进取冲动与勇武力量。再者,勇敢者对待可怕事物并不一概而论。因为对不同的人而言,可怕的事物各不相同:凡是爱财之人最害怕丧失钱财,而比其他一切更热烈追求名声的人最害怕恶名,其余以此类推(某些事物有些人极度害怕,有些人较少害怕,有些人则完全不害怕);但也存在某些人类中无人不害怕的事物,例如超越人类力量的灾恶,如雷击、地震和海啸;因为对于所有具有理智的人来说,这些都是可怕的。对这些事物,勇敢者固然也害怕,但是以所应当的方式、遵照理性的命令且为了高尚(to kalon)而害怕;因为有德者将这作为自己情感与行为的目的,且因此一切德性也是如此。

语法注3 条
  1. 3.τοῦ πρὸς ἕξιν ἀνδρείας ἐληλακέναι

    带冠词的属格不定式 τοῦ ἐληλακέναι(动词 ἐλαύνω 的完成时主动态不定式,作不及物动词用,意为“到达、推进至”)充当名词 ἀπόδειξιν 的说明性/宾格性属格。介词短语 πρὸς ἕξιν ἀνδρείας 表明所达到的目标状态。

  2. 3.ἐπεὶ οὐδὲ δυνατὸν κυρίως ἐν τοῖς τοιούτοις ἀνδρίζεσθαι

    连词 ἐπεὶ 引导对前文所述(航海者在海难中的不惧为何不同于真正的勇敢)的解释与理据(“因为在……中原本甚至不可能……”),属于补充说明理由的连词用法。

  3. 3.καὶ διὰ τοῦτο πᾶσα ἀρετή

    承前省略句。承接前分句 τοῦτο γὰρ τέλος ὁ σπουδαῖος ποιεῖται...(有德者将这作为自己情感与行为的目的),省略了谓语部分(即 τέλος ποιεῖται τὸ καλόν 或 ἔστιν),意即“且由于这个缘故,一切德性亦是如此[以高尚为目的/依此而确立]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:53.31-54.29