- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:52.31-53.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节依据亚里士多德《尼各马可伦理学》卷三第5章末至第6章(1114b26–1115a24),梳理了行为与品质状态在自愿性上的差异,进而转向对各个具体德性的探讨,首先考察了勇敢作为恐惧与自信之间的中道,以及勇敢与令人恐惧之物(如恶名、贫穷、疾病等)的具体关联。
Ὅτι οὐχ ὁμοίως ἑκούσιά εἰσιν αἱ πράξεις καὶ ἕξεις. καὶ περὶ 20#1 Ὅτι οὐχ ὁμοίως ἑκούσιά εἰσιν αἱ πράξεις καὶ ἕξεις. καὶ περὶ ἀνδρείας. κεφ. ζʹ. Τί μὲν οὖν ἐστιν ἡ ἀρετή, καθόλου καὶ ὁλοσχερῶς εἴρηται, ὅτι μεσότης ἐστὶ δύο κακιῶν, τῆς μὲν ἐλλείπουσα, τὴν δὲ ὑπερβάλλουσα·1 〈καὶ〉ὅτι ἕξις ἐστίν· ἔτι δὲ εἴρηται καὶ ὑπὸ τίνων γίνεται· καὶ ὅτι ὑφ’ ὧν ἐνεργειῶν καὶ πράξεων γίνεται, ταύτας πράττομεν μετὰ τὸ κτήσασθαι τὴν ἀρετήν· ἐδείχθη δὲ ὅτι καὶ ἐφ’ ἡμῖν ἐστι καὶ ἑκούσιος. νῦν δὲ ῥητέον, ὅτι οὐχ ὁμοίως ἐστὶν ἑκούσιον ἡ πρᾶξις καὶ ἡ ἕξις (καὶ γὰρ ἐδείχθη καὶ ἄμφω ἑκούσια εἶναι)· τὰς μὲν οὖν πράξεις ποιοῦμεν γινώσκοντες κατὰ μέρος, καὶ διὰ τοῦτο κύριοί ἐσμεν καθάπαξ αὐτῶν ποιῆσαι ἢ μὴ ποιῆσαι ἀπ’ ἀρχῆς αὐτῶν μέχρι τέλους· καί εἰσιν ἑκούσιοι κυρίως· ἡ δὲ ἕξις οὐ γινώσκεται παντελῶς. γνώριμος γὰρ ἡ ἕξις οὐ δι’ ἑαυτήν ἐστιν ἀλλὰ διὰ τὰς πράξεις ἐξ ὧν γίνεται· τὰς μὲν γὰρ πράξεις σφόδρα γινώσκομεν ὅθεν τὴν ἕξιν λαμβάνομεν, τὴν δὲ ἕξιν οὐκέτι. καθάπερ καὶ ἐπὶ τῶν ἀρρωστιῶν γίνεται· τὴν μὲν γὰρ δίαιταν γινώσκοντες αἱρούμεθα, ἡ δὲ ἀρρωστία λεληθότως ἐπακολουθεῖ. λέγεται τοίνυν ἡ ἕξις ἑκούσιος διὰ τὸ τὰς ἐνεργείας ἐξ ὧν γίνεται ἑκουσίους εἶναι· ταύτας γὰρ δυνατὸν ἦν μὴ ποιῆσαι. δεῖ δὲ ἤδη καὶ περὶ τῶν ἕξεων κατὰ μέρος διεξελθεῖν, τίς τέ ἐστιν ἑκάστη καὶ περὶ ποῖα πάθη τῆς ψυχῆς καὶ πῶς γίνεται· ἅμα δὲ ἀπὸ τούτων δῆλον ἔσται καὶ πόσαι εἰσί. καὶ πρῶτον περὶ τῆς ἀνδρείας διαληψόμεθα. ὅτι μὲν οὖν περὶ φόβους καὶ θάρρη ἐστὶ καὶ ὅτι μεσότης τούτων ἐστὶν ὑπερβάλλουσα μὲν τὴν δειλίαν, ἐλλείπουσα δὲ τῆς θρασύτητος, διὰ τῶν προειρημένων ἐφάνη· ῥητέον δέ, τίσιν ἀντίκειται. ὁ μὲν οὖν φόβος πρὸς τὰ φοβερὰ λέγεται καὶ τούτοις ἀντίκειται. φοβερὰ δέ εἰσι καθόλου πάντα τὰ δοκοῦντα κακά· διὸ καὶ τὸν φόβον ὁριζόμενοί φασιν εἶναι προσδοκίαν κακοῦ. φοβούμεθα οὖν πάντα τὰ κακά, οἷον ἀδοξίαν πενίαν νόσον ἀφιλίαν θάνατον· ἡ δὲ ἀνδρεία οὐ τούτοις πᾶσιν ἀντίκειται· οὐ γὰρ περὶ πάντα 〈δοκεῖ〉 ὁ ἀνδρεῖος εἶναι. φοβεῖται γὰρ ὁ ἀνδρεῖος, ἃ δεῖ φοβεῖσθαι· οὐ πάντα δὲ ταῦτα δέον μὴ φοβεῖσθαι ἀλλ’ ἔνια, οἷον ἀδοξίαν φοβεῖσθαι μὲν καλόν, μὴ φοβεῖσθαι δὲ αἰσχρόν, τὸ μὲν γὰρ αἰδήμονός ἐστιν ἀνθρώπου, τὸ δὲ ἀναισχύντου· εἰ καὶ ἀνδρεῖος ὁ τοιοῦτος καλεῖται κατὰ μεταφοράν, ὅτι ἔχει τι τοῦ ἀνδρείου, τὸ μὴ πάντα φοβεῖσθαι δηλονότι· ἄφοβος γάρ τίς ἐστι καὶ ὁ ἀνδρεῖος. πενίαν δὲ καὶ νόσον ἴσως οὐ δεῖ φοβεῖσθαι καὶ πάντα ὅσα μὴ ἀφ’ ἡμῶν αὐτῶν ἡμῖν συμβαίνουσιν ἢ διὰ κακίαν. ὥσπερ δὲ ὁ μὴ φοβούμενος ἃ δέον φοβεῖσθαι οὐκ ἔστιν ἀνδρεῖος, εἰ μὴ κατὰ μεταφοράν, οὕτως οὐδὲ ὁ μὴ φοβούμενος ἃ μὴ δεῖ φοβεῖσθαι, ἀνδρεῖός ἐστιν,2 ἀλλὰ καθ’ ὁμοιότητα μόνον λέγεται ἀνδρεῖος· καὶ γὰρ πολλοὶ ταῦτα μὴ φοβούμενοι ἀλλὰ ἐλευθέριοι ὄντες καὶ πρὸς χρημάτων ἀποβολὴν εὐθαρσῶς ἔχοντες δειλοί εἰσιν ἐν τοῖς πολεμικοῖς κινδύνοις.
Ὅτι οὐχ ὁμοίως ἑκούσιά εἰσιν αἱ πράξεις καὶ ἕξεις. καὶ περὶ 20#1 关于行为与品质状态并非以同样的方式出于自愿;以及关于勇敢。第七章。 那么,德性是什么,已经普遍且概括地说明了:它是两种恶德之间的中道,在一种恶德上不足,而在另一种恶德上过度;[并且]它是一种品质状态;此外还说明了它是由于何种事物生成的;以及生成它的那些现实活动与行为,正是我们在获得德性之后所践行的;并且已经证明它既在我们掌握之中也是自愿的。但现在必须说明,行为与品质状态并非以同样的方式出于自愿(因为实际上二者都已被证明是自愿的)。因此,我们是在认识到个别细节的情况下去做诸种行为的,正因如此,从其始至其终,做或不做这些行为完全由我们做主;它们是在本原意义上自愿的。然而品质状态却不完全被认知;因为品质状态不是由于自身而是由于产生它的诸种行为而被认知的;因为我们非常清楚我们赖以获得该品质状态的行为,但对于该状态本身却不再如此清楚。正如在疾病的情形中所发生的那样:因为我们知晓养生生活方式并选择了它,而疾病却在不知不觉中随之而来。因此,品质状态之所以被称为自愿的,是因为生成它的现实活动是自愿的;因为不去做这些活动本是可能的。现在必须逐一详述这些品质状态,即每一种是什么、关涉灵魂的何种情感,以及它是如何生成的;同时,从这些讨论中也将清楚它们共有多少种。首先我们将探讨勇敢。那么,它关涉恐惧与自信,并且它是这二者的中道,超过怯懦而不足于鲁莽,这一点通过前文的论述已经显明;但必须说明它与何种事物相对。恐惧是相对于令人恐惧的事物而言的,并与这些事物相对。普遍而言,令人恐惧的事物就是一切看起来是恶的事物;正因如此,给恐惧下定义的人也说它是对恶的预期。因此,我们害怕所有的恶,例如恶名、贫穷、疾病、无友、死亡;但勇敢并不与所有这些相对;因为勇敢者[并不被认为]关涉一切事物。因为勇敢者害怕所应当害怕的事物;但并非不应当害怕所有这些事物,而是[应当害怕]其中的某些事物:例如,害怕恶名是高尚的,而不害怕则是可耻的;因为前者属于谦逊之人,后者属于无耻之人——即使这样的人由于具有勇敢者的某种特征(显然即不害怕一切事物)而在隐喻意义上被称为勇敢者;因为勇敢者也是某种无所畏惧的人。然而贫穷和疾病,以及凡不是由于我们自身或由于恶德而降临于我们的一切事物,也许是不应当害怕的。正如那不害怕应当害怕之物的人不是勇敢者(除非依隐喻而言),同样,那不害怕不应当害怕之物的人也不是勇敢者,而仅仅由于相似性才被称为勇敢者;因为确实有许多人不害怕这些事情,而是慷慨大度且在丧失钱财时充满信心,但在战争的危险中却是怯懦的。
- 3.τῆς μὲν ἐλλείπουσα, τὴν δὲ ὑπερβάλλουσα
分词 ἐλλείπουσα 与 ὑπερβάλλουσα 各自支配不同的格(前者接属格 τῆς μέν,后者接宾格 τὴν δέ)。在两种极端的恶德中,中道对过度之恶德而言是“不足(未及)”,故用属格;对不足之恶德而言是“超越(胜过)”,故作直接宾语用宾格。
- 3.οὕτως οὐδὲ ὁ μὴ φοβούμενος ἃ μὴ δεῖ φοβεῖσθαι, ἀνδρεῖός ἐστιν
该句的句法骨架为 οὕτως οὐδὲ ὁ [μὴ φοβούμενος ἃ μὴ δεῖ φοβεῖσθαι] ἀνδρεῖός ἐστιν(“同样,那不害怕不应当害怕之物的人也不是勇敢者”)。与前文“不害怕应当害怕之物的人”相平行,单纯不害怕贫穷或疾病等不值得害怕之物的事实,本身并不足以构成真正的勇敢,而仅是出于相似性的称呼,后文通过其在战场上的怯懦对此作出了对比说明。
