- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:51.19-52.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
作者论证道,既然人人都知晓品质状态源于活动,那么道德上的恶德便如某些疾病或身体残缺一样是自愿的,并通过说明恶德与德性具有同等性质,反驳了关于目的之表象出于天赋的异议。
Ὅτι καὶ ἡ ἀρετὴ καὶ ἡ κακία ἑκούσιον. κεφ. ϛʹ#2 καὶ οὐδεὶς ἀγνοεῖ τοῦτο, ὅτι ἀπὸ τῶν ἐνεργειῶν εἰς ἕξιν ἐρχόμεθα κακιῶν ἢ ἀρετῶν, εἰ μὴ λίαν εἴη ἀναίσθητος. εἰ δὲ τοῦτο δῆλον ἅπασι, φανερόν ἐστιν ὅτι πάντες γινώσκουσι τὰ ἑαυτῶν ἔργα καὶ τὰς πράξεις, εἴτε πρὸς κακίαν φέρουσιν εἴτε πρὸς ἀρετήν· εἰδότες δὲ ἃ ποιοῦσιν, ἑκόντες εἰσὶν ἢ ἀγαθοί, ἢ πονηροί. πάνυ γάρ ἐστιν ἄλογον τὸν ἀδικοῦντα λέγειν ὅτι οὐ βούλεται ἄδικος εἶναι ἢ τὸν ἀκόλαστον ὅτι οὐ βούλεται ἀκολασταίνειν· εἰ γὰρ καὶ βουλόμενος δίκαιος καὶ σώφρων γενέσθαι οὐ δύναται τῷ μακρῷ ἔθει κρατούμενος, καὶ οὕτως ἑκών ἐστι πονηρός.1 καὶ γὰρ καὶ ὁ διαίτῃ διεφθαρμένῃ χρώμενος καὶ ἀπειθῶν τοῖς ἰατροῖς καὶ διὰ τοῦτο νοσήσας ἑκὼν μὲν νοσεῖ· καὶ γὰρ ἐπ’ αὐτῷ ἦν ἡ δίαιτα· βουλόμενος δὲ ἀπαλλαγῆναι, οὐ δύναται· πρὶν μὲν γὰρ νοσῆσαι, ἐπ’ αὐτῷ ἦν τὴν ὑγίειαν φυλάττειν· προεμένῳ δὲ διὰ τῆς ἀκρατοῦς διαίτης οὐκ ἔστιν ἐπ’ αὐτῷ τὴν ὑγίειαν ἐπαναγαγεῖν, ὥσπερ λίθον μέν τις δύναται κατὰ πελάγους ἀφεῖναι, ἀφεὶς δὲ οὐ δύναται πάλιν ἐπαναλαβεῖν· ἀλλ’ ὅμως ἑκὼν ἔρριψε τὸν λίθον, ἐπ’ αὐτῷ γὰρ ἦν ῥῖψαι καὶ μή. οὕτω τοίνυν καὶ ἐπὶ τοῦ ἀδίκου καὶ τοῦ ἀκολάστου· πρὶν μὲν γὰρ πονηροὺς γενέσθαι καὶ εἰς ταύτην τὴν ἕξιν ἐλθεῖν ἐξῆν μὴ γενέσθαι, γενόμενοι δὲ οὐ δύνανται μὴ εἶναι. οὐ μόνον δὲ αἱ ψυχικαὶ κακίαι ἑκούσιοί εἰσιν, ἀλλ’ ἐνίοις τῶν ἀνθρώπων καί τινες σωματικαὶ ἑκουσίως γίνονται, δι’ ἃς καὶ ἐπιτιμῶνται· τοῖς μὲν γὰρ κατὰ φύσιν αἰσχροῖς οὐδεὶς ἐπιτιμᾷ νοῦν ἔχων, τοῖς δὲ δι’ ἀγυμνασίαν καὶ ἀμέλειαν ἢ μοχθηρίαν τὰ σώματα διαφθείρασι, τούτοις μεμφόμεθα· ὃς μὲν γὰρ ἀπὸ φύσεως τυφλὸς ἢ ὑπὸ νόσου ἢ ὑπὸ πληγῆς, τοῦτον οὐκ ὀνειδίζομεν ἀλλὰ μᾶλλον ἐλεοῦμεν, ὃς δὲ ἐξ οἰνοφλυγίας ἢ ἄλλης τινὸς μοχθηρίας διέφθειρε τοὺς ὀφθαλμούς, τούτῳ μεμφόμεθα καὶ ἐπιτιμῶμεν. φαίνεται τοίνυν, ὅτι τῶν σωματικῶν κακιῶν αἱ μὲν ἑκούσιοι καὶ ἐφ’ ἡμῖν ἐπιτιμῶνται, αἱ δὲ ἀκούσιοι οὐδαμῶς· ὥστε καὶ ἐπὶ τῶν ἄλλων οὕτως ἂν ἔχοι· ἃς μὲν 〈γὰρ〉 κολάζομεν καὶ ὑπὲρ ὧν αἱ τιμωρίαι, πᾶσαί εἰσιν ἑκούσιοι καὶ ἐφ’ ἡμῖν, αἱ δὲ μὴ τοιαῦται ἀκούσιοι· ἡ κακία ἄρα ἑκούσιον. δοκεῖ δὲ τῷ λόγῳ ἐκεῖνο ἐναντιοῦσθαι, ὅτι ἡ μὲν κακία γίνεται ἀπὸ τοῦ τιθέναι τοῖς ἔργοις τέλος πονηρόν· τοῦτο δὲ γίνεται ἀπὸ τοῦ νομίζειν, ὅτι ἀγαθόν ἐστι· τὸ δὲ νομίζειν τὸ ἀγαθὸν ἢ τοὐναντίον οὐκ ἔστιν ἐφ’ ἡμῖν. πάντες μὲν γὰρ ἐφιέμεθα τοῦ φαινομένου ἀγαθοῦ, τῆς δὲ φαντασίας ταύτης οὐκ ἐσμὲν αὐτοὶ κύριοι· ἡ ἄρα κακία οὐκ ἔστιν ἑκούσιον. πρὸς δὴ τοῦτο ἐκεῖνο λέγομεν, ὅτι καὶ ἐπὶ τῆς ἀρετῆς ταῦτα ὁμοίως ἔχει, ἀλλ’ ἑκούσιόν ἐστιν· οὐδεὶς γὰρ ἄκων μακάριος. εἰ μὲν γὰρ ἀπὸ τῆς ἕξεως τῆς πονηρᾶς ἡ ἄγνοια γίνεται τοῦ ἀγαθοῦ καὶ ἀπὸ τῆς ἀγαθῆς ἡ γνῶσις τοῦ ἀγαθοῦ, φανερὸν ὅτι ἑκουσίως καὶ ἀγαθοὶ καὶ πονηροὶ γινόμεθα· τῆς γὰρ ἕξεως ἡμεῖς ἡμῖν αὐτοῖς αἴτιοι. εἰ δὲ ἡ γνῶσις τοῦ τέλους οὐκ ἔστιν ἀπὸ τῆς ἕξεως οὐδ’ ἔστι προαιρετή, ἀλλ’ ὥσπερ ὄψις ἀγαθὴ ἢ ἄλλο τι τῶν φυσικῶν ἐστιν,2 ὅπερ μὴ ἔχοντα οὐκ ἔνι λαβεῖν ἑτέρωθεν οὐδὲ αὐτὸν τινα κτήσασθαι οἴκοθεν, ἀλλὰ φῦναι ἀνάγκη μετὰ τῆς τοιαύτης κρίσεως εἰ μέλλει κρίνειν καλῶς, ὅ ἐστιν ἡ τελεία καὶ ἀληθινὴ εὐφυΐα· εἰ δὴ ταῦτά ἐστιν ἀληθῆ, καὶ οὕτως ὁμοίως τῇ ἀρετῇ καὶ ἡ κακία ἑκούσιόν ἐστιν. ἡ γὰρ γνῶσις τοῦ τέλους ὡσαύτως ἐστὶ καὶ τῷ φαύλῳ καὶ τῷ σπουδαίῳ, εἴτε ἀπὸ τῆς ἕξεως γινώσκεται ἢ ἀγνοεῖται, ἢ φύσει καθὼς εἴρηται. εἰ δὲ τὴν ἀρετὴν ἑκούσιον λέγομεν, ὅτι τὸ μὲν τέλος φύσει ἐστὶ καὶ γινώσκεται τῷ σπουδαίῳ, τὰ δὲ πρὸς τὸ τέλος ἐπ’ αὐτῷ ἑλέσθαι καὶ μή, τί κωλύει καὶ τὴν κακίαν διὰ ταῦτα ἑκούσιον εἶναι; καὶ γὰρ καὶ τὰ πρὸς τὸ τέλος ἄγοντα φαῦλον ἐφ’ ἡμῖν ἑλέσθαι καὶ μή. εἰ δὲ πάλιν ἑκούσιόν ἐστιν ἡ ἀρετή, ὅτι καὶ ἡ γνῶσις τοῦ τέλους ἀπὸ τῶν ἕξεων γίνεται τῶν ἀγαθῶν, ὧν αὐτοί πως συναίτιοί ἐσμεν, εἴη ἂν καὶ ἡ κακία διὰ τοῦτο ἑκούσιον, ὅτι ἀπὸ τῶν πονηρῶν ἕξεων ἀγνοεῖται τὸ τέλος.
论德性与恶德皆是自愿的 第六章除非某人极其麻木迟钝,否则绝没有人不知晓这一点,即我们是从诸种现实活动走向恶德或德性的品质状态的。而如果这一点对所有人都是显而易见的,那么显然,人人都知晓自己的作为与行为,无论它们是导向恶德还是导向德性;既然他们知晓自己所行之事,他们就是自愿成为善人或恶人的。因为作不正义之事者声称自己不想成为不正义之人,或者放肆无度者声称自己不想放肆行事,是全然不合情理的;因为即使某人渴望成为正义和节制之人,却由于受制于长期的习惯而无法做到,即使在此种状态下,他也是自愿邪恶的。因为那过着败坏的生活方式、不遵医嘱并因此致病的人,也是自愿患病的;因为生活方式本在他掌握之中;但他纵然想摆脱疾病,却已不能;因为在患病之前,保全健康本在他掌握之中;但在通过放纵的生活方式将其抛弃之后,恢复健康已不在他掌握之中,正如某人能够把石头抛入大海,但抛出之后就无法重新收回一样;然而无论如何他是自愿投掷石头的,因为投掷与否原本在他掌握之中。因此,在不正义者和放肆者身上也是如此;因为在变恶并达到这种品质状态之前,本有可能不变成这样,但一旦变成之后,他们就无法不这样了。不仅心灵的恶德是自愿的,而且在某些人身上,某些肉体上的残缺也是自愿生成的,他们也正因此而受到谴责;因为凡有理智者都不会谴责那些天生丑陋的人,但对于那些由于缺乏锻炼、疏忽或恶劣行径而损坏了身体的人,我们则责怪他们;因为对于因天生、疾病或击打而目盲的人,我们并不责难,反而更多是怜悯,但若是某人因酗酒或某种其他恶行而败坏了眼睛,我们就会责怪并谴责他。因此显而易见,在身体的残缺中,那些出于自愿且在我们掌握之中的会受到谴责,而不自愿的则绝不会;所以在其余事情上也当如此:凡是我们予以惩治且为此施加刑罚的恶德,全都是出于自愿且在我们掌握之中的,而非此类的则是不自愿的;因此恶德是自愿的。然而,似乎有这样一种论调反对这一道理,即恶德产生于为行为树立恶劣的目的;而这又产生于认为那是善的;但认为某物为善或相反并不在我们掌握之中。因为我们所有人都追求显见的善,但我们自己并非这种表象的主人;因此恶德并不是自愿的。对此我们确要指出,在德性方面情况也同样如此,然而德性依然是自愿的;因为没有人会违愿成为有福之人。因为如果对善的无知产生于恶劣的品质状态,而对善的认识产生于良好的品质状态,显而易见我们成为善人与恶人都是自愿的;因为我们自己就是这种品质状态的原因。但如果对目的的认识并非来自品质状态,亦非可选择的,而是如同良好的视力或某种其他自然机能一样,不具备它的人既不可能从别处获取,也不可能由自身资源为自己取得,而是如果要做出高尚的判断就必然伴随着这种判断力而出生——这正是完全而真正的天资——如果这些说法是真的,那么即使如此,与德性相类似,恶德也同样是自愿的。因为对于恶人与端正之人而言,对目的的认识都是处于同样状况的,无论它是来自品质状态而被认知或未被认知,还是如前所述由于自然。如果我们说德性是自愿的,是因为目的是出于自然的且为端正之人所认知,而通向目的的事物则由他自己选择或不选择,那么有什么能妨碍恶德也由于同样的原因而成为自愿的呢?因为导向恶劣目的的事物,其选择与否同样在我们掌握之中。另一方面,如果德性是自愿的,是因为对目的的认识也是产生于良好的品质状态(对于这些品质状态我们自身在某种程度上正是共同的原因),那么恶德也当因此而是自愿的,因为目的是由于恶劣的品质状态而未被认知的。
- 3.εἰ γὰρ καὶ βουλόμενος δίκαιος καὶ σώφρων γενέσθαι οὐ δύναται τῷ μακρῷ ἔθει κρατούμενος, καὶ οὕτως ἑκών ἐστι πονηρός
连词 εἰ καί 表示让步(“即使……”),与主句中的 καὶ οὕτως(“即便如此 / 依然”)相呼应。它表明一种逻辑结构:即便当事人如今由于长期习惯(τῷ μακρῷ ἔθει)的束缚而无法自拔,但他依然被视为自愿(ἑκών)邪恶的,因为最初导致该状态的行为是在其自主掌握之中的。
- 3.εἰ δὲ ἡ γνῶσις τοῦ τέλους οὐκ ἔστιν ἀπὸ τῆς ἕξεως ... εἰ δὴ ταῦτά ἐστιν ἀληθῆ, καὶ οὕτως ὁμοίως τῇ ἀρετῇ καὶ ἡ κακία ἑκούσιόν ἐστιν
长条件句的骨架结构。由 εἰ δὲ ἡ γνῶσις ... 引出的条件从句在被关系从句及插入成分(ὅπερ ... εὐφυΐα)大幅拉长后,通过 εἰ δὴ ταῦτά ἐστιν ἀληθῆ 进行复述与再开,最终引向主句 καὶ οὕτως ὁμοίως τῇ ἀρετῇ καὶ ἡ κακία ἑκούσιόν ἐστιν。
