- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:50.4-51.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
基于亚里士多德《尼各马可伦理学》第三卷,注疏者从目的与手段的区别推导出行为是出于选择和自愿的,从而证明德性与恶德皆在我们的掌握之中。进而结合立法者的奖惩实践,论证了自招的无知以及由散漫习惯所致品质的自愿性与责任。
Ὅτι καὶ ἡ ἀρετὴ καὶ ἡ κακία ἑκούσιον. κεφ. ϛʹ#1 Ὅτι καὶ ἡ ἀρετὴ καὶ ἡ κακία ἑκούσιον. κεφ. ϛʹ. Ἐπεὶ δὲ τὰ μὲν τέλη βουλητά, τὰ δὲ πρὸς τὰ τέλη βουλευτὰ καὶ προαιρετά, φανερὸν ὅτι αἱ πράξεις αἱ περὶ τὰ βουλευτὰ καὶ προαιρετὰ κατὰ προαίρεσιν εἶεν ἂν ἑκούσιοι. τοιαῦται δὲ αἱ κατ’ ἀρετὴν πράξεις· περὶ γὰρ τὰ βουλευτὰ καὶ προαιρετὰ γίνονται. ἐφ’ ἡμῖν ἄρα ἐστὶν ἡ ἀρετὴ καὶ ἡ κακία· αἱ γὰρ πράξεις, δι’ ὧν ἐθίζομεν ἑαυτοὺς εἰς τὴν ἀρετήν, προαιρεταὶ καὶ ἐφ’ ἡμῖν εἰσιν. εἰ δὲ τὸ πράττειν τὸ ἀγαθὸν ἐφ’ ἡμῖν, καὶ τὸ μὴ πράττειν ἐφ’ ἡμῖν ἐστιν· ἐν οἷς γὰρ τὸ μή, καὶ τὸ ναί.1 καὶ εἰ τὸ πράττειν τὸ ἀγαθὸν ἐφ’ ἡμῖν ἐστιν, ἀγαθὸν ὄν, καὶ τὸ μὴ πράττειν αὐτό, αἰσχρὸν, ὄν, ἐφ’ ἡμῖν ἔσται· καὶ εἰ τὸ μὴ πράττειν τὸ κακόν, ἀγαθὸν ὄν, ἐφ’ ἡμῖν ἐστι. καὶ τὸ πράττειν τὸ κακόν, αἰσχρὸν ὄν, ἐφ’ ἡμῖν ἔστι. ταῦτα δὲ ἡμᾶς ἀγαθοὺς ἢ κακοὺς ποιεῖ· ὥστε ἐφ’ ἡμῖν ἐστι τὸ ἐπιεικέσιν εἶναι ἢ πονηροῖς. τὸ δὲ λέγειν ὡς οὐδεὶς ἑκὼν πονηρὸς οὐδ’ ἄκων μακάριος, τὸ μὲν ἀληθὲς δοκεῖ, τὸ δὲ ψεῦδος.2 τὸ μὲν γάρ, οὐδεὶς ἂν γένοιτο μακάριος ἄκων, ἀληθές, ψεῦδος δὲ τὸ πρῶτον. ἡ γὰρ μοχθηρία οὐδαμῶς ἀκούσιον· δέδεικται γὰρ ἀπὸ τῶν εἰρημένων, τὸν ἄνθρωπον ἀρχὴν εἶναι τῶν ἰδίων πράξεων· ὧν δὲ αἱ ἀρχαὶ ἐν ἡμῖν, ταῦτα ἐφ’ ἡμῖν ἐστι καὶ ἑκούσια· ὥστε διὰ τοῦτο πᾶσαν ἀνθρωπίνην πρᾶξιν ἑκούσιον εἶναι, ὁμοίως τήν τε ἀγαθὴν καὶ τὴν πονηράν. τούτῳ δὲ τῷ λόγῳ καὶ οἱ ἰδιῶται καὶ οἱ νομοθέται μαρτυροῦσι, δι’ ὧν πράττουσι· καὶ γὰρ τιμωροῦνται μὲν καὶ κολάζουσι τοὺς ποιοῦντας τὰ πονηρά, ἐὰν μὴ ποιῶσιν ἑτέρωθεν βιασθέντες, ἢ ἀγνοοῦντες ἄγνοιαν ἧς οὐκ εἰσὶν αἴτιοι αὐτοί· καθάπερ εἴ τις μεθύων πονηρόν τι ποιήσειεν ἀγνοήσας· οὗτος γὰρ καὶ τῆς ἀγνοίας αἴτιος ἐγένετο ἑαυτῷ· τοὺς δὲ τὰ καλὰ πράττοντας τιμῶσιν, ἵνα τοὺς ἄλλους προτρέψωνται μὲν ἐπὶ τὰ ἀγαθά, κωλύσωσι δὲ ποιεῖν τὰ φαῦλα. ὅθεν δῆλον, ὅτι νομίζουσιν ἐφ’ ἡμῖν εἶναι πονηροῖς τε εἶναι καὶ γενέσθαι ἀγαθοῖς, καὶ διὰ τοῦτο πείθειν τὰ τοιαῦτα ἐπιχειροῦσιν. ἃ γὰρ μήτε ἐφ’ ἡμῖν ἐστι μήτε ἑκούσια, οὐδεὶς πράττειν προτρέπεται νοῦν ἔχων· οὐδεὶς γὰρ πείθει τινὰ μὴ θερμαίνεσθαι ἢ ἀλγεῖν ἢ πεινῆν ἢ ἄλλο ὁτιοῦν τῶν τοιούτων, ὧν οὐκ ἐσμὲν αὐτοὶ κύριοι· οὐ γὰρ δυνατὸν γενέσθαι τι πλέον ἀπὸ τῆς παρακλήσεως, οὐδ’ ἂν αὐτοὶ οἱ παρακαλούμενοι σφόδρα βουλώμεθα· οὐδὲν γὰρ ἧττον πεισόμεθα αὐτά. ὁμοίως δὲ καὶ εἴ τις ἄκων ἀγνοεῖ μὴ δυνάμενος εἰδέναι, τοῦτον οὐδεὶς προτρέψεται δυνηθῆναι εἰδέναι· οὐ γάρ ἐστιν ἐπ’ αὐτῷ εἰδέναι καὶ ἀγνοεῖν· ὃς δὲ αἴτιος ἐστιν ἑαυτῷ τῆς ἀγνοίας, δι’ ἧς ἐποίησε τὸ πονηρόν, κολάζεται· καὶ γὰρ ἑκουσίως φαίνεται ἀγνοῶν, ὅτι ἐπ’ αὐτῷ ἐστιν εἰδέναι καὶ ἀγνοεῖν, καθάπερ ὁ μεθύων ἢ ὁ δι’ ἀμέλειαν ἀγνοῶν τὸν νόμον, ὃν ἐδύνατο ῥᾳδίως μαθεῖν· κἀκεῖνος γὰρ αἴτιός ἐστιν ἑαυτῷ καὶ τῆς ἀγνοίας καὶ τῆς μοχθηρίας καὶ ἑκών ἐστι μοχθηρός· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων, ἃ δυνατὸν μαθεῖν, οὐ γινώσκοντες ἁμαρτάνομεν· καὶ τούτων ἕνεκα δίδομεν δίκην τοῖς νομοθέταις. κύριοι γάρ ἐσμεν τοῦ μὴ ἀγνοεῖν, ὅτι ἐφ’ ἡμῖν ἐστι μὴ ἀμελεῖν ἀλλὰ ἐπιμεληθῆναι μαθεῖν. εἰ δέ τις καὶ τοιοῦτός ἐστιν, οἷος μὴ δύνασθαι ἐπιμεληθῆναι,3 οὐ διὰ τοῦτο φεύξεται τὴν δίκην· κολασθήσεται μὲν οὖν διὰ τοῦτο, ὅτι καὶ τοῦ μὴ δύνασθαι ἐπιμεληθῆναι αὐτὸς ἑαυτῷ αἴτιος ἐγένετο, ἀκρατῶς καὶ ἀνειμένως διαιτώμενος· ἀφ’ ἧς διαίτης καὶ οἱ πλείους μοχθηροὶ γίνονται καὶ ἄδικοι καὶ ἀκόλαστοι. καὶ γὰρ γίνονται μὲν καὶ ἀπὸ τῶν ἀδίκων καὶ ἀκολάστων πράξεων ἐθιζόμενοι ἄδικοι καὶ ἀκόλαστοι· γίνονται δὲ καὶ ὅταν αὐτὸ μὲν μὴ προκείμενον ἔχωσι τὸ κακουργεῖν, ζῶσι δὲ βίον ἀνειμένον καὶ τρυφῇ χαίρωσιν· ἀπὸ ταύτης γὰρ τῆς διαίτης καὶ ἐπὶ τὸ κακουργεῖν ἔρχονται. ἀεὶ γὰρ ἀπὸ τῶν ἐνεργειῶν ἐθιζόμενοι, καθὼς προείρηται, πονηροὶ ἢ ἀγαθοὶ γινόμεθα, ἢ ἄλλην τινὰ ἕξιν λαμβάνομεν. καθάπερ ὁρῶμεν καὶ τοὺς ἐθέλοντας γυμνικοὺς γενέσθαι ἢ ἄλλην τινὰ πρᾶξιν ἢ ἀγωνίαν ἀσκῆσαι ἐνεργοῦντας καὶ γυμναζομένους ἐν πράξεσι, δι’ ὧν εἰς ἐκεῖνα ἀφίξονται.
Ὅτι καὶ ἡ ἀρετὴ καὶ ἡ κακία ἑκούσιον. κεφ. ϛʹ#1 论德性与恶德皆出于自愿。第六章。 由于目的是意愿之对象,而通向目的的事物是审虑与选择之对象,显而易见,关涉受审虑与受选择之物的行为依据选择而言将是自愿的。依循德性的行为正是如此;因为它们是围绕受审虑与受选择之物而生成的。因此,德性与恶德在我们掌握之中;因为我们借以使自己习惯于德性的那些行为,是经由选择的且在我们掌握之中。如果行善在我们掌握之中,那么不行善也在我们掌握之中;因为在有“否”的地方,也有“是”。并且如果行善(作为善的事物)在我们掌握之中,那么不行善(作为可耻的事物)也将在我们掌握之中;如果不行恶(作为善的事物)在我们掌握之中,那么行恶(作为可耻的事物)也在我们掌握之中。而正是这些使我们成为善人或恶人;所以成为端正者或卑劣者是在我们掌握之中的。至于说“无人自愿为恶,亦无人违愿得福”,这一说法的一部分显属真实,而另一部分显属虚妄。因为说“没有人会违愿成为有福之人”是真实的,但前一部分则是虚妄的。因为邪恶绝非出于不自愿;根据前文所论已经证明,人自身就是其特有行为的始基;而始基在我们自身之中的那些事物,是在我们掌握之中且出于自愿的;因此,一切人类行为皆是自愿的,无论善行抑或恶行皆然。对于这一道理,普通人与立法者都借其所作所为加以作证;因为他们惩罚并惩戒那些作恶之人,除非他们是受到外部强迫而作,或者是由于自己非其肇因的无知而行——正如某人醉酒而因无知作恶一样;因为此人自己成了其无知的原因。而对于那些行高尚之事的人,他们予以表彰,以便勉励他人向善,阻止他人行卑劣之事。由此显而易见,他们认为作恶与成为善人都在我们掌握之中,正因如此他们才企图以此劝勉人。因为对于既不在我们掌握之中又非自愿的事物,凡有理智者都不会劝勉人去行;因为没有人会劝说某人不要发热、不要疼痛、不要挨饿或诸如此类我们自身不能自主的任何事情;因为劝勉不可能产生任何进一步的结果,即使受劝勉的我们自身极度愿意,也是不可能的;因为我们丝毫不会因此少受这些苦楚。同样,如果某人由于不能知晓而违愿无知,绝不会有人劝勉此人变得能够知晓;因为知与不知并不在他掌握之中。但若是有人自身成了导致其作恶的无知的原因,他就会受到惩戒;因为显而易见他是自愿无知的,既然知与不知本在他掌握之中,就像醉汉或因疏忽而不知晓本可轻易学会之法律的人那样;因为那人同样是其自身无知与邪恶的原因,并且是自愿邪恶的。同样,在其余能够学会的事物上,我们因不知而犯错;并且正是由于这些缘故,我们要向立法者服从受罚。因为我们掌握着免于无知的主动权,既然不去疏忽而是用心去学是在我们掌握之中的。即使某人是属于那种根本不能用心的类型,他也绝不会因此逃脱惩罚;相反,他正是因此而受惩戒,因为通过放纵而散漫的生活,正是他自己成了其不能用心的原因;正是在这种生活方式之下,多数人也变成了邪恶、不正义且放肆无度的人。因为他们一方面由于不正义与放肆的行为的习惯化而变成不正义且放肆无度的人,另一方面,当他们并非以作恶本身为目的,而是过着散漫的生活并沉湎于奢靡时,也是如此;因为正是在这种生活方式之下,他们也走向了作恶。正如前文所说,正是始终通过活动得到习惯化,我们才成为恶人或善人,或者获得某种其他品质。正如我们也看到那些想要成为竞技者或操练任何其他活动或竞赛的人,正是在使他们达到那些目标的行为中进行活动和训练的。
- 3.ἐν οἷς γὰρ τὸ μή, καὶ τὸ ναί
省略系词 ἔστι 的格言式表达。关系代词中性复数与格 οἷς 构成无先行词的关系从句(“在那些事物中”),表明互相蕴涵的原则,即凡是否定(或不作为)存在的地方,肯定(或作为)同样存在。
- 3.τὸ δὲ λέγειν ὡς οὐδεὶς ἑκὼν πονηρὸς οὐδ’ ἄκων μακάριος, τὸ μὲν ἀληθὲς δοκεῖ, τὸ δὲ ψεῦδος
句首带冠词的不定式短语 τὸ δὲ λέγειν ὡς... 作为提出全句话题的独立主格/宾格置于句首,随后在主句中通过部分同位语 τὸ μὲν ... τὸ δὲ ... 连接到主要谓语动词 δοκεῖ(“至于说……,则一部分显属真实,另一部分显属虚妄”)。
- 3.εἰ δέ τις καὶ τοιοῦτός ἐστιν, οἷος μὴ δύνασθαι ἐπιμεληθῆναι
相关结构 τοιοῦτος... οἷος 加不定式(“属于如此这般以至于能够/不能……”),引导结果或特征从句,在此界定了一个其状态或习惯已经沦为“无法用心关照”的人。
