- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:49.10-50.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
该段疏解亚里士多德《尼各马可伦理学》第3卷第4章(1113a15–b2),探讨意愿的对象究竟是善自身还是显现的善这一对立观点,阐明按本性而言意愿的对象是真正的善,但在相对各人的状态下显现的善亦为意愿的对象,并指出优秀者是万物的标准与尺度。
Περὶ βουλήσεως καὶ βουλητοῦ. κεφ. εʹ Περὶ βουλήσεως καὶ βουλητοῦ. κεφ. εʹ. Δεῖ δὲ καὶ περὶ τῆς βουλήσεως εἰπεῖν ἤδη. ὅτι μὲν οὖν ἡ βούλησις τοῦ τέλους ἐστίν, ἀπὸ τῶν προειρημένων ἐδείχθη· ἀμφισβητεῖται δὲ πότερον παντὸς τέλους, οὗ τις ἂν ἐθέλοι τυχεῖν, ἡ βούλησίς ἐστιν, ἢ τοῦ ἀγαθοῦ μόνου. καὶ τοίνυν οἱ μὲν λέγουσιν αὐτὴν τοῦ ἀγαθοῦ μόνου, οἱ δὲ τοῦ δοκοῦντος, ἢ ὄντος δὲ ἢ μὴ ὄντος. συμβαίνει δὲ τοῖς μὲν λέγουσι τὸ ἀγαθὸν μόνον βουλητὸν εἶναι τὸ κακὸν λέγειν μὴ εἶναι τῷ μοχθηρῷ βουλητόν·1 καίτοι βουλητόν ἐστιν αὐτῷ. τοῖς δὲ λέγουσι τὸ δοκοῦν ἀγαθὸν ἐκεῖνο εἶναι τὸ βουλητόν, οὐ δι’ ἑαυτό, ἀλλὰ μόνον τὸ ἑκάστῳ δοκοῦν, ἐπειδὴ ἄλλῳ ἄλλο δοκεῖ ἀγαθόν, καὶ τὸ αὐτὸ τῷ μὲν ἀγαθὸν δοκεῖ, τῷ δὲ κακόν, ἢ ὁ αὐτὸς ἄνθρωπος τὰ ἐναντία ἀγαθὰ νομίζει πολλάκις, καὶ οὕτως οὐδὲν ἔσται βουλητὸν φύσει2 καὶ δι’ ἑαυτό. εἰ δὲ ταῦτα οὐ δοκεῖ εἰκότα εἶναι, ἐκεῖνο ἐροῦμεν· βουλητὸν μὲν εἶναι φύσει καὶ ἀληθείᾳ καὶ δι’ ἑαυτὸ τὸ ἀγαθόν· πὴ δὲ καὶ ἑκάστῳ τῶν ἀνθρώπων τὸ δοκοῦν ἀγαθὸν βουλητόν ἐστιν. εἰ γὰρ καὶ τῇ ἀληθείᾳ οὐκ ἔστιν ἀγαθόν, ἀλλὰ κατά τινα περίστασιν ἀγαθόν ἐστιν, οἷον τὸ λωποδυτεῖν κακὸν μέν ἐστι τῇ φύσει, τῷ λωποδύτῃ δὲ καὶ κατά τινα καιρὸν ἀγαθόν· διὰ τοῦτο καὶ δοκεῖ ἀγαθὸν ἁπλῶς εἶναι· καθόσον δὲ ἀγαθὸν καὶ βουλητόν ἐστιν. ὥστε συμβαίνει τὸ δοκοῦν ἀγαθὸν πὴ εἶναι βουλητόν· τῷ μὲν οὖν σπουδαίῳ τὸ ἀληθῶς ἀγαθὸν βουλητόν ἐστι, τῷ δὲ φαύλῳ τὸ τυχόν. ὥσπερ ἔχει καὶ ἐπὶ τῶν σωμάτων· τοῖς μὲν ὑγιαίνουσι καὶ εὖ ἔχουσι τὰ σώματα ὑγιεινὰ δοκεῖ τὰ κατὰ ἀλήθειαν ὑγιεινά, τοῖς δὲ ἐπινόσοις ἕτερα· ὁμοίως δὲ καὶ πικρὰ καὶ γλυκέα τοῖς μὲν ὑγιαίνουσι τὰ ὄντα πικρὰ τῇ φύσει καὶ γλυκέα τοιαῦτα δοκεῖ·3 ὁμοίως καὶ θερμὰ καὶ βαρέα καὶ τῶν ἄλλων ἕκαστα· τοῖς δὲ νοσοῦσι τὰς αἰσθήσεις ἑτεραῖα. οὕτω τοίνυν καὶ ἐπὶ τῶν ἀγαθῶν καὶ ἡδέων καὶ κακῶν ὁ μὲν σπουδαῖος τὰ ὄντα νομίζει καὶ τὰ ἀληθῆ, ὁ δὲ φαῦλος τἀναντία πολλάκις· καθ’ ἑκάστην γὰρ τῶν ψυχικῶν διαθέσεών ἐστί τι ἴδιον ἀγαθὸν καὶ ἡδύ. καὶ τούτῳ διαφέρει τῶν φαύλων ὁ σπουδαῖος, ὅτι διακρίνει τὸ ἀγαθὸν τοῦ ἡδέος καὶ τὸ ἀληθὲς ἐν πᾶσιν ὁρᾷ, καθάπερ κανὼν καὶ μέτρον αὐτῶν γινόμενος· οἱ δὲ φαῦλοι, μὴ δυνάμενοι τὸ ἀληθὲς συνιδεῖν, ὑπὸ τῆς ἡδονῆς ἀπατῶνται, νομίζοντες ἀγαθὰ τὰ ἡδέα, οὐκ ὄντα φύσει ἀγαθά· ὁμοίως δὲ καὶ τὰ λυπηρὰ φεύγουσιν, οὐκ ὄντα φύσει πονηρὰ καὶ φευκτά.
Περὶ βουλήσεως καὶ βουλητοῦ. κεφ. εʹ 论意愿与意愿之对象。第五章。 现在也必须论及意愿了。意愿所关涉的是目的,这从前文已经得到证明;但所争议的是:意愿究竟是关涉任何人可能意欲获得的任何目的,还是仅仅关涉善。因此,有人说意愿仅仅关涉善,另一些人则说它关涉显现之物,无论它是真正的还是并非真正的。对于那些主张唯有善才是意愿之对象的人来说,其结论是断言对卑劣者而言恶并非意愿之对象;然而恶对他而言恰恰是意愿之对象。而对于那些主张显现的善才是意愿之对象的人来说——不是因其自身,而只是对各人而言所显现之物——由于不同的人觉得善的事物各不相同,同一事物在一人看来是善而在另一人看来是恶,或者同一个人常常把相反的事物认作善,这样一来,就没有任何事物是按本性且因其自身而是意愿之对象了。但如果这些看法显得不合理,我们将这样说:按本性、依真理且因其自身而言,意愿之对象是善;但在某种意义上,对每个人显现为善的事物也是意愿之对象。因为即使依真理而言它并非善,但在某种境况下它是善——例如强行剥夺衣物行劫按本性是恶,但对于劫匪并在特定时机下却是善;正因如此,它也被认为无条件地是善;而只要它是善,它也就是意愿之对象。因此结论是,显现的善在某种意义上是意愿之对象。于是,对于优秀者而言,真正之善是意愿之对象;而对于低下者而言,则是碰巧遇到的事物。正如在身体的情形中也是如此:对于那些健康且身体状况良好的人而言,依真理是健康的事物显得健康,但对于多病的人则另有不同;同样对于苦与甜,对健康的人而言本性上是苦和甜的事物显得如此,对于热、重以及其余各物也是如此;但对于感觉患病的人则显得不同。因此,在善、快乐与恶的情形中同样如此,优秀者将真正存在者和真实者认作如此,而低下者常常将相反者认作如此;因为对应于灵魂的每一种品质,都存在某种特有的善和快乐。优秀者正是在这一点上不同于低下的人:他将善与快乐区分开来,并在一切事物中看清真实者,犹如成了它们的规范和尺度;而低下的人由于不能看清真实者,被快乐所蒙蔽,将快乐的事物当作善,尽管它们按本性并非是善;同样他们也逃避痛苦的事物,尽管它们按本性并非是恶且应予逃避的。
- 3.συμβαίνει δὲ τοῖς μὲν λέγουσι τὸ ἀγαθὸν μόνον βουλητὸν εἶναι τὸ κακὸν λέγειν μὴ εἶναι τῷ μοχθηρῷ βουλητόν
无人称动词 συμβαίνει 支配与格分词短语 τοῖς μὲν λέγουσι...,并以带冠词的不定式短语 τὸ ... λέγειν(“断言……这一情况”)作其语法主语。在该不定式短语内部,τὸ κακὸν ... μὴ εἶναι τῷ μοχθηρῷ βουλητόν 构成附属于 λέγειν 的“宾格加不定式”结构。
- 3.τοῖς δὲ λέγουσι τὸ δοκοῦν ἀγαθὸν ἐκεῖνο εἶναι τὸ βουλητόν, οὐ δι’ ἑαυτό, ἀλλὰ μόνον τὸ ἑκάστῳ δοκοῦν, ἐπειδὴ ἄλλῳ ἄλλο δοκεῖ ἀγαθόν... καὶ οὕτως οὐδὲν ἔσται βουλητὸν φύσει
句首的与格分词短语 τοῖς δὲ λέγουσι... 与前文的 τοῖς μὲν λέγουσι... 呼应,原本预期由承前的 συμβαίνει 支配,但在插入了较长的原因从句(ἐπειδὴ...)及并列结构后,句式转变为独立的直陈式从句(καὶ οὕτως οὐδὲν ἔσται...),构成了破格句(anakolouthon)。逻辑上表达“对于主张……的人而言,便会导致按本性没有任何事物是意愿的对象”。
- 3.ὁμοίως δὲ καὶ πικρὰ καὶ γλυκέα τοῖς μὲν ὑγιαίνουσι τὰ ὄντα πικρὰ τῇ φύσει καὶ γλυκέα τοιαῦτα δοκεῖ·
句首的 πικρὰ καὶ γλυκέα 起到标示讨论话题范畴的作用;句子的语法主语是带冠词的分词短语 τὰ ὄντα πικρὰ τῇ φύσει καὶ γλυκέα(“本性上是苦和甜的事物”),主要谓语动词为 δοκεῖ,τοιαῦτα(“如此的”)作表语补足语。
