← 普鲁萨的赫里奥多罗斯

亚里士多德《尼各马可伦理学》释义

§48.1-49.9

作为手段分析的深思熟虑与抉择的定义

作者借助数学分析的比喻,论证了深思熟虑并非关涉目的本身而是关涉导向目的的手段并回溯至第一原因,最终将抉择定义为对在我们能力范围内之物的伴随深思熟虑的欲求。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3

Περὶ προαιρέσεως τί ἐστι καὶ περὶ τίνα, καὶ περὶ βουλεύσεως#2 καὶ ὅλως πάντες οἱ τοιοῦτοι τὸ μὲν τέλος ὑποτιθέασι, ζητοῦσι δὲ πῶς καὶ διὰ τίνων ἀφίξονται πρὸς αὐτό. καὶ πολλῶν ὄντων δι’ ὧν ἔστι τυχεῖν τοῦ σκοποῦ, ζητοῦσι διὰ τίνος ῥᾷστα καὶ κάλλιστα τὸ τέλος εὑρήσουσιν. ὅταν δὲ δι’ ἑνὸς ἐνδέχηται μόνου, τότε οὐ τοῦτο ζητοῦσιν, ἀλλὰ τὸν τρόπον πῶς χρησόμεθα αὐτῷ, καὶ τίνι πράξει μεταχειρισάμενοι, διὰ τούτου τοῦ τέλους τευξόμεθα. καὶ πάλιν ἐκείνην τὴν πρᾶξιν διὰ τίνος ἐργασόμεθα κἀκεῖνο διὰ τίνος, ἕως ἂν ἔλθωμεν ἐπὶ τὸ ἀμέσως γινόμενον καὶ οὐ δι’ ἄλλου, ὅ ἐστι τὸ πρῶτον αἴτιον τοῦ τέλους, ὅπερ τελευταῖον εὑρίσκεται.1 οὕτω γὰρ ὁ βουλευόμενος ἀπὸ τοῦ τέλους ἀρχόμενος διὰ τῶν πρὸς τὸ τέλος ὁδεύει, μέχρι τοῦ πρώτου αἰτίου τὴν πρᾶξιν πᾶσαν ἀναλύων, καθάπερ οἱ μαθηματικοὶ τὰ διαγράμματα. ἔστι τοίνυν ἡ μὲν βούλευσις ζήτησίς τις· οὐ πᾶσα δὲ ἡ ζήτησις βούλευσις. ἡ γὰρ μαθηματικὴ ζήτησις οὐκ ἔστι βούλευσις, καίτοι, καθὼς εἴρηται, τρόπον τινὰ ὁμοίως καὶ ὁ βουλευόμενος καὶ ὁ μαθηματικὸς ἀναλύει· καὶ ὃ ἔσχατον εὑρίσκεται ἀναλύοντι, τοῦτο ἔργον πρῶτον γίνεται τῷ βουλευομένῳ, καθάπερ ὁ μαθηματικὸς πρὸς ὃ ἔσχατον ἀφίξεται ἀναλύων, τοῦτο ὑποτιθεὶς καὶ ἀπὸ τούτου διὰ τῶν ἄλλων ὁδεύων ἀποδείκνυσι τὸ προκείμενον. καὶ ἄμφω δὲ εἰ ἀναλύοντες ἀδυνάτοις ἐντύχοιεν ἀφίστανται τοῦ ζητήματος, οἷον εἰ χρημάτων δεήσει πρὸς τὸ ζητούμενον τέλος, ὃ τούτων ἄνευ οὐκ ἔνι γενέσθαι, ἀδύνατον δὲ φανείη ταῦτα πορισθῆναι, περὶ τοῦ τρόπου οὐκέτι ζητοῦσιν ἀλλ’ ἀφίστανται· εἰ δὲ δυνατόν, ἐγχειροῦσι πράττειν. ἐκεῖνα δὲ δυνατὰ καλοῦμεν, ἃ δι’ ἡμῶν γένοιτ’ ἄν· τὰ γὰρ διὰ τῶν φίλων τρόπον τινὰ δι’ ἡμῶν γίνονται· ἡ γὰρ αἰτία καὶ τούτων ἐν ἡμῖν ἐστι· βουλευόμεθα δέ, καθὼς εἴρηται, ποτὲ μὲν περὶ τῶν ὀργάνων, ποτὲ δὲ περὶ τῆς χρήσεως αὐτῶν, καὶ ἁπλῶς, ποτὲ μὲν περὶ τῶν φερόντων εἰς 〈τὸ〉 τέλος πῶς ἂν ληφθεῖεν, ποτὲ δὲ περὶ τοῦ τρόπου πῶς χρησόμεθα αὐτοῖς ἢ διὰ τίνος. φαίνεται δὴ ἀπὸ τῶν εἰρημένων, μὴ εἶναι τὸ τέλος βουλευτόν. βουλευτὰ μὲν γάρ εἰσιν, ὧν κύριος ὁ ἄνθρωπός ἐστι ποιῆσαι ἢ μή· ὧν δὲ ὁ ἄνθρωπος κύριός ἐστιν, ἐκεῖνα πράξεις ἀνθρώπιναί εἰσιν· αἱ δὲ ἀνθρώπιναι πράξεις ἄλλων ἕνεκα γίνονται· ἃ δὲ ἄλλων ἕνεκα γίνονται, οὐκ εἰσὶ τέλη· τὸ βουλευτὸν ἄρα οὐκ ἔστι τέλος. οὔτε τοίνυν τὸ τέλος ἐστὶ βουλευτόν, οὔτε τῶν πρὸς τὸ τέλος ὅσα καθ’ ἕκαστα, οἷον εἰ ἄρτος τοῦτο, εἰ πέπεπται, εἰ πεποίηται ὡς δεῖ· ταῦτα γὰρ αἰσθήσει γινώσκομεν, οὐ βουλῇ καὶ κρίσει· εἰ δὲ περὶ τούτων ἀεὶ βουλεύσεται, εἰς ἄπειρον ἥξει. τὸ μὲν οὖν βουλευτὸν τοῦτό ἐστι· τὸ δὲ προαιρετόν ἐστι βουλευτὸν ὡρισμένον· τὸ γὰρ ἀπὸ τῆς βουλῆς προκριθὲν προαιρετὸν καλεῖται· μετὰ γὰρ τὸ προκρῖναι ὃ δέον γενέσθαι, οὐκέτι περὶ τοῦ πράγματος βουλευόμεθα, ἀλλὰ γινώσκομεν ὡρισμένως ὡς δεῖ ποιεῖν· ἀνάγομεν γὰρ τὴν μὲν τοῦ πράγματος τοῦ ζητουμένου ἀρχὴν εἰς τὴν ἡμετέραν βούλησιν, τὴν δὲ ἡμετέραν κρίσιν καὶ βούλησιν εἰς τὴν προαίρεσιν, ἥτις ἐστὶν ἀρχὴ ἤδη τῆς πράξεως. τοῦτο δὲ δῆλον καὶ ἀπὸ τῶν ἀρχαίων πολιτειῶν, ἃς Ὅμηρος ἐν ταῖς ῥαψῳδίαις ἐμιμεῖτο· εἰσάγει γὰρ τοὺς βασιλεῖς μετὰ τὴν βουλὴν τὸ προκριθὲν ἀπαγγέλλοντας τῷ δήμῳ ὥσπερ τῇ προαιρέσει,2 ὥστε πραχθῆναι. ἐπεὶ τοίνυν τὸ προαιρετὸν βουλευτόν ἐστιν, ὀρεκτὸν τῶν ἐφ’ ἡμῖν δηλονότι, ὃ μετὰ τὴν βουλὴν ὀρεγόμεθα δυνάμενοι τοῦτο ποιῆσαι, φανερόν, ὅτι ἡ προαίρεσις εἴη ἂν ὄρεξις βουλευτικὴ τῶν ἐφ’ ἡμῖν. ἐκ τοῦ βουλεύσασθαι γὰρ κρίναντες ὀρεγόμεθα [τι] κατὰ τὴν βούλευσιν. οὗτος μὲν οὖν ὁ ὁρισμὸς τῆς προαιρέσεως ὡς ἐν τύπῳ. εἴρηται δὲ καὶ περὶ ποῖά ἐστιν, ὅτι τὰ πρὸς τὸ τέλος.

论抉择是什么及其关涉哪些事物,并论深思熟虑总的来说,所有这类人都是先设定目的为前提,然后探究如何以及通过何种手段到达该目的。当有很多手段可以达到目标时,他们便探究通过哪种手段能最容易且最美好地发现目的。而当只能通过单一手段实现时,他们那时便不再探究这一点,而是探究我们应当如何运用它,以及通过何种行为来处理它,以便通过它达成目的。随后又探究我们将通过何种手段实施那一行为,以及那一手段又通过何种手段实施,直到我们达到那直接发生而非通过他物发生之事,即目的的第一原因,也就是最后被发现的那件事。因为如此一来,深思熟虑者便从目的出发,经过导向目的的诸手段前行,将整个行为一路分析回溯到第一原因,正如数学家分析几何图形一样。因此,深思熟虑是一种探求;但并非所有的探求都是深思熟虑。因为数学探求并不是深思熟虑,尽管正如前面所说的那样,深思熟虑者与数学家在某种方式上是以相似的方法进行分析;而对分析者而言最后被发现的事物,对深思熟虑者而言则成了首要的工作,这正如数学家将自己分析时最后达到的事物设定为前提,并从此出发经过其他步骤前行,从而论证所提出的命题。而且两者如果在分析中遇到了不可能之事,就会放弃探求;例如,如果所探求的目的需要金钱,没有金钱该目的便无法实现,而获取金钱又显得不可能,他们就不再探究其方式,而是放弃;但如果可能,他们便着手实行。我们将那些能够通过我们而实现的事物称为可能的事物;因为通过朋友实现的事物在某种意义上也是通过我们实现的,因为这些事物的起因也是在我们之中。而且正如前面所说,我们有时就工具进行深思熟虑,有时就工具的使用进行深思熟虑;简而言之,有时就导向目的的事物深思熟虑它们如何被获取,有时则就方式深思熟虑我们将如何使用它们或通过何种手段使用它们。由此可见,根据上述所言,目的本身并不是深思熟虑的对象。因为深思熟虑的对象,是人有权决定做或不做的那些事物;而人有权决定的事物,则是属人的行为;属人的行为是为了他物而发生的;而为了他物而发生的事物,并不是目的;所以,深思熟虑的对象不是目的。因此,既不是目的是深思熟虑的对象,也不是导向目的的那些个别具体事物是深思熟虑的对象,例如这是否是面包,它是否已烤熟,是否已按要求制成;因为这些事物我们是通过感觉来认识的,而不是通过深思熟虑和判断来认识的;如果人总是对这些事物进行深思熟虑,就会走向无穷无尽。因此,可深思熟虑之事便是如此;而出于抉择之事则是已被确定的可深思熟虑之事;因为从深思熟虑中预先选出之事便被称为出于抉择的;因为在预先选出应当发生之事后,我们就不再对该事项进行深思熟虑,而是确定地知晓应当如何去做;因为我们把所探求事项的开端回溯到我们的愿望,再把我们的判断和愿望回溯到抉择,而抉择已经就是行为的开端。这从荷马在史诗中所摹仿的古代政制中也是显然的;因为他描写诸王在议事会之后,将预先选定的事项报告给民众,宛如报告给抉择一般,以便使之付诸实行。因此,既然出于抉择之事乃是可深思熟虑之事,显而易见是在我们能力范围之内的欲求对象,即我们在深思熟虑之后、在有能力做此事的前提下所欲求的,那么显而易见,抉择便是对我们能力范围内之物的伴随深思熟虑的欲求。因为从深思熟虑作出判断之后,我们便依照深思熟虑进行欲求。这就是对抉择的大致定义。关于它关涉何种事物,也已被说明,即关涉那些导向目的的事物。

语法注2 条
  1. 3.ἕως ἂν ἔλθωμεν ἐπὶ τὸ ἀμέσως γινόμενον καὶ οὐ δι’ ἄλλου, ὅ ἐστι τὸ πρῶτον αἴτιον τοῦ τέλους, ὅπερ τελευταῖον εὑρίσκεται

    由 ἕως ἂν 搭配虚拟式(ἔλθωμεν)引导的时间状语从句修饰主句,从句中的介词宾语 τὸ ἀμέσως γινόμενον 后接两个连续的中性关系代词分句(ὅ ἐστι... 以及 ὅπερ τελευταῖον εὑρίσκεται)。这一结构清晰地勾勒出分析顺序(在分析中最后被发现)与实行顺序(在行动中首先被直接践行)的颠倒对比关系。

  2. 3.ἀπαγγέλλοντας τῷ δήμῳ ὥσπερ τῇ προαιρέσει

    ὥσπερ τῇ προαιρέσει 构成了荷马史诗中的政治模式(诸王将议事会预先决定的事项通报给民众以付诸实行)与上一句所述的灵魂内在机制(探究的开端与判断归结为作为行为始基的抉择)之间的类比。与格 τῇ προαιρέσει 在类比结构中与前面接受通报的民众(τῷ δήμῳ)相并列。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:48.1-49.9