← 普鲁萨的赫里奥多罗斯

亚里士多德《尼各马可伦理学》释义

§46.24-48.1

深思熟虑的对象与达致目的的手段

本节依据亚里士多德《尼各马可伦理学》第三卷第三章,在回顾抉择定义的基础上划定了深思熟虑的对象(排除永恒之事、必然、机遇以及他国政制,仅限于在我们能力范围内的可行之事),并论证了深思熟虑所关涉的是通向目的的手段而非目的本身。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3

Περὶ προαιρέσεως τί ἐστι καὶ περὶ τίνα, καὶ περὶ βουλεύσεως#1 Περὶ προαιρέσεως τί ἐστι καὶ περὶ τίνα, καὶ περὶ βουλεύσεως. κεφ. δʹ. Ἐπεὶ δὲ οὔτε ἐπιθυμία ἐστὶν ἡ προαίρεσις οὔτε θυμὸς οὔτε βούλησις οὔτε δόξα, ζητητέον τί ἐστιν ἢ ποῖόν τι ἐστι. φαίνεται μὲν οὖν, ὅτι ἑκούσιόν ἐστιν, οὐκ αὐτὸ τὸ ἑκούσιον, καθὼς εἴρηται· οὐ γὰρ πᾶν ἑκούσιον προαιρετόν, ἀλλὰ τῶν ἑκουσίων ἐκεῖνο μόνον προαιρετὸν καλεῖται, ὃ προβουλευόμενοι ποιοῦμεν· ἡ γὰρ προαίρεσις μετὰ λόγου καὶ διανοίας. φαίνεται δὲ καὶ ἀπὸ τοῦ ὀνόματος· τὸ γὰρ προαιρετὸν δοκεῖ σημαίνειν τὸ πρὸ ἑτέρων αἱρετόν. τούτων δὲ ὑποκειμένων, ζητητέον πότερον περὶ πάντων δυνατὸν βουλεύσασθαι ἢ περὶ ἐνίων οὐ δυνατόν, ἵνα γνῶμεν ἐντεῦθεν, τίνων ἐστὶν ἡ προαίρεσις καὶ τίνων οὐκ ἔστι. τῶν γὰρ βουλευτῶν καὶ ἡ προαίρεσίς ἐστι. βουλευτὸν δὲ λέγω, περὶ οὗ βουλεύεται οὐκ ἠλίθιος ἢ μαινόμενος ἀλλ’ ὁ νοῦν ἔχων. ἡ τοίνυν βουλὴ οὔτε περὶ τῶν ἀϊδίων ἐστίν, οἷον περὶ τοῦ κόσμου (οὐδεὶς γὰρ βουλεύεται πῶς δεῖ κινεῖσθαι τὰ οὐράνια σώματα), ἢ περὶ τῶν ἀδυνάτων ἄλλως εἶναι, οἷον περὶ τῆς πλευρᾶς τοῦ τετραγώνου καὶ τῆς διαμέτρου, ποιῆσαι λόγον τινὰ ἔχειν πρὸς ἀλλήλας, ὃν ἀριθμὸς πρὸς ἀριθμὸν1 οὔτε περὶ τῶν κινουμένων ἀεὶ ὡσαύτως ἢ ἀνάγκῃ ἢ φύσει ἢ δι’ ἄλλην τινὰ αἰτίαν, οἷον τροπῶν καὶ ἀνατολῶν· ἀλλ’ οὐδὲ περὶ τῶν ἄλλοτε ἄλλως ἐχόντων βουλευσόμεθα, οἷον αὐχμῶν καὶ ὄμβρων. οὐδὲ 〈περὶ〉 τῶν ἀπὸ τῆς τύχης, οἷον θησαυροῦ εὑρέσεως· ὅτι οὐδὲν τούτων ἐφ’ ἡμῖν ἐστιν οὐδὲ ἀνθρώπινον. καὶ μὴν οὐδὲ περὶ τῶν ἀνθρωπικῶν πάντων βουλευσόμεθα ἀλλὰ μόνον περὶ τῶν ἐφ’ ἡμῖν καὶ ἅπερ ἂν αὐτοὶ πράξαιμεν ἢ δι’ ἡμῶν αὐτῶν ἢ δι’ ἑτέρων· οὐ γὰρ Λακεδαιμόνιοι περὶ τῆς τῶν Σκυθῶν πολιτείας βουλεύσονται, πῶς ἂν Σκύθαι ὀρθῶς πολιτεύοιντο. οὐδὲν γὰρ τῶν εἰρημένων δι’ ἡμῶν ἂν γένοιτο. βουλευόμεθα δὲ περὶ τῶν ἐφ’ ἡμῖν πρακτῶν, ἅτινα γνωσόμεθα οὕτω. τρία εἰσὶ τὰ αἴτια ἐν τοῖς οὖσι φύσις ἀνάγκη καὶ τύχη, ἔτι δὲ νοῦς καὶ πᾶν τὸ δι’ ἀνθρώπου, οἷον τέχνη ἢ ἄλλη τις πρᾶξις. οἱ δὲ ἄνθρωποι βουλεύονται οὔτε περὶ ὧν αἰτία ἡ φύσις οὔτε περὶ ὧν ἡ ἀνάγκη αἰτία ἢ ὧν ἡ τύχη, ἀλλὰ περὶ μόνων ἐκείνων, ὧν αἰτία ἐστὶν ἡ ἀνθρωπίνη μέθοδος καὶ ἡ πρᾶξις. ἔτι δὲ οὐδὲ περὶ πασῶν τῶν ἀνθρωπίνων μεθόδων οἱ ἄνθρωποι βουλεύονται. περὶ γὰρ τὰς ἀκριβεῖς καὶ αὐτάρκεις τῶν ἐπιστημῶν οὐκ ἔστι βουλή, οἷον περὶ τῶν γραμμάτων· οὐ γὰρ διστάζομεν πῶς γραπτέον, ὅτι ἐγνωσμένον ἐστὶν ἀκριβῶς καὶ ὡρισμένα εἰσὶ τὰ σημεῖα. ἀλλ’ ὅσα γίνονται ὑφ’ ἡμῶν δυνάμενα πολλαχῶς γενέσθαι, περὶ τούτων βουλευόμεθα, οἷον περὶ τῶν κατὰ τὴν ἰατρικὴν πράξεων, αἵτινες οὐ πάνυ εἰσὶν ὡρισμέναι ἢ τὴν χρηματιστικήν (πολλαχῶς γὰρ δυνατὸν χρηματίσασθαι) ἢ τὴν κυβερνητικὴν ἢ γυμναστικήν· καὶ μᾶλλον 〈περὶ〉 τῶν κατὰ τὴν κυβερνητικὴν βουλευσόμεθα ἢ τὴν γυμναστικήν, ἐπεὶ καὶ ἔλαττόν ἐστιν ἀκριβὴς ἡ κυβερνητική· καὶ περὶ τῶν λοιπῶν ὁμοίως. πλέον δὲ περὶ τῶν κατὰ τὰς τέχνας βουλευσόμεθα ἢ τὰς ἐπιστήμας· πλέον γὰρ διστάζομεν ἐν ταῖς τέχναις, ὅτι ἔλαττόν εἰσιν ὡρισμέναι τῶν ἐπιστημῶν. τὸ δὲ βουλεύεσθαί ἐστι μὲν τῶν ὡς ἐπὶ τὸ πλεῖστον ἐνδεχομένων γίνεσθαι· ὅταν δὲ καὶ ἐπὶ τούτων ὁ τρόπος ἄδηλος ᾖ, πῶς δηλονότι γενήσεται καὶ ἐν οἷς, οὐκ ἔστι δυνατὸν τὴν βούλευσιν ὡρισμένην εἶναι. διὰ τοῦτο καὶ συμβούλους παραλαμβάνομεν, ὅταν ᾖ περὶ μεγάλων ἡ βουλή· καὶ γὰρ ἀπιστοῦμεν ἡμῖν αὐτοῖς ὡς οὐχ ἱκανοῖς περὶ τοῦ πράγματος διαγνῶναι. βουλευόμεθα δὲ οὐ περὶ τῶν τελῶν ἀλλὰ περὶ τῶν πρὸς τὰ τέλη. ὁ γὰρ ἰατρὸς οὐ βουλεύσεται δοῦναι τὴν ὑγίειαν τῷ κάμνοντι (οὐ γὰρ ἐνδέχεται πρὸς ἄλλο τι βλέπειν τὸν ἰατρὸν καὶ τούτου χάριν οὐ χρείαν ἕξει βουλεύσεως), ἀλλὰ περὶ τῶν φερόντων εἰς τὴν ὑγίειαν, περὶ τούτων βουλεύσεται, ἅτινα πολλαχῶς ἐνδέχεται γενέσθαι· ὁμοίως δὲ καὶ ὁ ῥήτωρ οὐ βουλεύσεται περὶ τῆς πειθοῦς ἀλλὰ περὶ τῶν φερόντων εἰς τὴν πειθώ, καὶ ὁ πολιτικὸς οὐ καθίζει τὴν βουλήν, ἵνα γνῷ περὶ τῆς εὐνομίας (εἰ δεῖν καλῶς τὰ πράγματα αὐτὸν διοικῆσαι),2 ἀλλὰ περὶ τῶν συνιστάντων τὴν εὐνομίαν βουλεύσεται.

论抉择是什么以及关涉什么,并论深思熟虑论抉择是什么以及关涉什么,并论深思熟虑。第四章。 既然抉择既非欲望,亦非愤怒,亦非愿望,亦非意见,那么就应当探求它是什么,或者属于何种性质的事物。显而易见,它是意愿的,但并非意愿本身,正如前面所说的那样;因为并非凡意愿之事都是出于抉择的,而在意愿之事中,唯有那些我们预先深思熟虑而行之事才被称为出于抉择的;因为抉择伴随着理性与思想。这从其名称中也可以看出;因为出于抉择之物似乎意指先于他物而被选取之物。在设定了这些前提之后,必须探求是否能对一切事物进行深思熟虑,抑或对某些事物则不可能,以便我们借此知晓,抉择关涉哪些事物,而不关涉哪些事物。因为抉择乃是关于可深思熟虑之事的。我所谓可深思熟虑之事,是指非愚蠢者亦非疯癫者,而是有理性者对其进行深思熟虑之事。因此,深思熟虑既不关涉永恒之物,例如关于宇宙(因为没有人会深思熟虑天体应当如何运行);也不关涉不可能成为他样之事,例如关于正方形的边与对角线,使它们彼此具有某种如同数与数所具有的比例;也不关涉无论是出于必然、出于自然抑或由于其他某种原因而始终以同样方式运动之物,例如冬至夏至与日出;而且我们也不会深思熟虑那些在不同时候情况各异的事物,例如干旱与降雨。我们也不会[深思熟虑]出于机遇之事,例如发现宝藏;因为这些事物没有一件是在我们能力范围之内的,也不是属人的。再者,我们也不会深思熟虑一切属人之事,而只深思熟虑那些在我们能力范围之内、且我们自己无论通过自己还是通过他人所能践行之事;因为斯巴达人不会就斯基泰人的政制深思熟虑,即斯基泰人如何才能正确地治理城邦。因为前述之事没有一件能通过我们而实现。我们深思熟虑的是在我们能力范围之内的可行之事,我们将通过如下方式来认识这些事。在存在之物中有三种原因:自然、必然与机遇,此外还有理智以及凡通过人而实现的一切,例如技艺或其他某种行为。然而人们既不深思熟虑以自然为原因之事,也不深思熟虑以必然或以机遇为原因之事,而只深思熟虑那些以属人的探究方式和行为为原因之事。此外,人们甚至并不对所有的属人探究方式都进行深思熟虑。因为关于精确且自足的科学,并没有深思熟虑,例如关于文字的书写;因为我们并不犹疑应当如何书写,因为这是已被精确认识的,且符号是已确定的。相反,凡由我们所做且能够以多种方式发生之事,我们才对其进行深思熟虑,例如关于医学中的行为(这些行为并不十分确定),或者关于致富术(因为致富能够以多种方式实现),或者关于航海术或体操术;而且我们对关于航海术之事比对体操术之事会有更多的深思熟虑,因为航海术也不那么精确;对其他事物亦同样如此。并且,我们对关涉技艺之事比对科学会有更多的深思熟虑;因为在技艺中我们犹疑更多,因为它们比科学更少确定性。深思熟虑固然关涉那些大多可能发生之事;但即使在这些事上,当其方式尚不明确,即它是如何以及凭借何种手段发生尚不明确时,深思熟虑就不可能是确定的。为此,当深思熟虑关涉重大事项时,我们还会邀请谋士;因为我们不信任自己,认为自己不足以就该事项作出断定。并且,我们不是对目的本身进行深思熟虑,而是对通向目的的手段进行深思熟虑。因为医生不会深思熟虑是否应当给病人以健康(因为医生不可能着眼于其他事物,且为此缘故他不需要深思熟虑),而是对导向健康之事、对那些可能以多种方式发生之事进行深思熟虑;同样,修辞学家不会对说服本身进行深思熟虑,而是对导向说服之事进行深思熟虑,政治家召集议会也不是为了认识良好法治本身(是否必须由他自己良好地治理政事),而是对确立良好法治的手段进行深思熟虑。

语法注2 条
  1. 3.ποιῆσαι λόγον τινὰ ἔχειν πρὸς ἀλλήλας, ὃν ἀριθμὸς πρὸς ἀριθμὸν

    不定式 ποιῆσαι 在此作同位语或结果性用法,具体补充说明前面的 περὶ τῆς πλευρᾶς τοῦ τετραγώνου καὶ τῆς διαμέτρου(“关于正方形的边与对角线,即令它们彼此具有数与数之间的某种比例”)。关系从句 ὃν ἀριθμὸς πρὸς ἀριθμόν [ἔχει] 修饰先行词 λόγον,指不可通约性。

  2. 3.εἰ δεῖν καλῶς τὰ πράγματα αὐτὸν διοικῆσαι

    在由 εἰ 引导的从句中使用不定式 δεῖν(而非直陈语气或虚拟语气),是后古典期及通用希腊语中间接引语扩展至从属分句的用法,在此作为插入性说明以具体阐明政事治理的问题:“是否必须由他自己良好地治理政事”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:46.24-48.1