← 普鲁萨的赫里奥多罗斯

亚里士多德《尼各马可伦理学》释义

§45.6-46.23

抉择的定义及其与欲望愿望和意见的区分

赫利奥多罗斯根据《尼各马可伦理学》卷三第2章(或标为第3章)的内容,论述了抉择(prohairesis)虽属意愿之事却不等同于意愿本身,并系统地论证了抉择有别于欲望、愤怒、愿望以及意见。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3

Περὶ προαιρέσεως. κεφ. γʹ. 10 Περὶ προαιρέσεως. κεφ. γʹ. Ἐπεὶ δὲ περὶ ἑκουσίου καὶ ἀκουσίου διωρισάμεθα, μετὰ ταῦτα ἀκόλουθον ἂν εἴη περὶ τῆς προαιρέσεως διαλαβεῖν. ἡ γὰρ προαίρεσις οἰκείως ἔχει πρὸς τὴν ἀρετὴν καὶ τῷ ταύτης κανόνι δυνησόμεθα κρίνειν τὰ ἤθη καὶ τὰς πράξεις. ἡ προαίρεσις τοίνυν ἑκούσιον μέν ἐστιν, οὐκ ἔστι δὲ αὐτὸ τὸ ἑκούσιον ἀλλά τι τῶν τοῦ ἑκουσίου· τὸ γὰρ ἑκούσιον ἐπὶ πλέον ἐστὶ τῆς προαιρέσεως. καὶ δῆλον· τὸ μὲν γὰρ ἑκούσιον καὶ ζῴοις ἀλόγοις καὶ παισὶ καὶ τελείοις τὸν νοῦν1 πρόσεστι (ποιοῦσι γὰρ καὶ οἱ παῖδες καὶ τἄλλα ζῷα ἑκουσίως), ἡ δὲ προαίρεσις μόνοις τοῖς κρίνειν δυναμένοις καὶ βουλεύεσθαι εἰδόσι πρόσεστιν· ἡ γὰρ μετὰ βουλῆς ὄρεξις προαίρεσις καλεῖται, ἄλλως τε καὶ τὰ ἐξαίφνης ὑφ’ ἡμῶν γινόμενα μὴ προβουλευσαμένων ἑκούσια μὲν λέγονται, προαιρετὰ δὲ οὐδαμῶς. οὐ γάρ ἐστιν ἡ προαίρεσις θυμὸς ἢ ἐπιθυμία ἢ βούλησις ἢ δόξα, καθώς τινες ὑπειλήφασιν. ὁ μὲν θυμὸς καὶ ἡ ἐπιθυμία κοινή ἐστι καὶ ἡμῖν καὶ τοῖς ἀλόγοις, προαίρεσις δὲ οὐδαμῶς. ἔτι δὲ καὶ ὁ ἀκρατὴς οὐ λέγεται προαιρούμενος πράττειν ἃ πράττει ἀλλ’ ἐπιθυμῶν· ὁ δὲ ἐγκρατὴς λέγεται πράττειν προαιρούμενος, οὐκ ἐπιθυμῶν. ἔτι προαιρέσει μὲν ἐπιθυμία ἐναντίον ἐστί· καὶ γὰρ προαιρούμεθα πολλάκις ἐναντία ὧν ἐπιθυμοῦμεν· ἐπιθυμία δὲ ἐπιθυμίας οὐκ ἔστιν ἐναντίον·2 ἡ ἄρα προαίρεσις οὐκ ἔστιν ἐπιθυμία. ἔτι ἡ μὲν ἐπιθυμία λυπηρά ἐστι καὶ τὸ ἡδὺ ἀεὶ ἀντικείμενον ἔχει (πρὸς αὐτὸ γὰρ ἀεὶ φέρεται), ἡ δὲ προαίρεσις οὔτε λυπηρά ἐστιν οὔτε τὸ ἡδὺ ἀντικείμενον ἔχει. ἔτι δὲ οὐδὲ ὁ θυμὸς προαίρεσίς ἐστι, καὶ πολλῷ μᾶλλον ἢ ἡ ἐπιθυμία· ἥκιστα γὰρ τὰ διὰ θυμὸν γινόμενα κατὰ προαίρεσιν εἶναι δοκεῖ. ἀλλὰ μὴν οὐδὲ βούλησίς ἐστιν ἡ προαίρεσις· καίτοι ἔγγιστα εἶναι ταῦτα δοκεῖ. ἡ μὲν γὰρ προαίρεσις οὐκ ἔστι τῶν ἀδυνάτων· οὐ γὰρ προαιρούμεθα ἵπτασθαι ἢ ἀθάνατοι εἶναι ἀλλὰ βουλόμεθα (ὁ γὰρ τὰ τοιαῦτα προαιρούμενος δοκοίη ἂν ἠλίθιος εἶναι)· ἡ προαίρεσις ἄρα οὐκ ἔστι βούλησις. καὶ βουλόμεθα μὲν πολλάκις ἅπερ οὐχ ἡμεῖς αὐτοὶ ἀλλ’ ἕτεροι ποιοῦσιν, οἷον ὑποκριτήν τινα νικᾶν τῶν ἐν τῇ σκηνῇ ἢ ἀθλητήν· προαιρεῖται δὲ ταῦτα οὐδεὶς ἀλλ’ ὅσα οἴεται γενέσθαι ἂν δι’ αὑτοῦ. ἔτι ἡ μὲν βούλησις τοῦ τέλους ἐστὶν ἀεί, ἡ δὲ προαίρεσις τῶν πρὸς τὸ τέλος φερόντων· βουλόμεθα μὲν γὰρ τὴν ὑγίειαν, προαιρούμεθα δὲ ἃ πρὸς αὐτὴν φέρει, καὶ δι’ ὧν ἔστιν ὑγιαίνειν· καὶ τὴν μὲν εὐδαιμονίαν καὶ βουλόμεθα καί φαμεν βούλεσθαι, προαιρεῖσθαι δὲ οὐ λέγομεν, ἐπεὶ μηδὲ ἁρμόζει. καὶ ὅλως ἔοικεν ἡ προαίρεσις τῶν ἐφ’ ἡμῖν εἶναι. ἀλλὰ μὴν οὐδὲ δόξα ἐστίν. ἡ μὲν γὰρ δόξα περὶ πάντα ὁμοίως ἐστὶ καὶ τὰ ἀΐδια καὶ τὰ ἐφ’ ἡμῖν καὶ τὰ ἀδύνατα. ἡ δὲ προαίρεσις τῶν ἐφ’ ἡμῖν ἐστι μόνον. ἔτι ἡ δόξα τῷ ψευδεῖ καὶ τῷ ἀληθεῖ διαιρεῖται· τὴν μὲν γὰρ τῶν δοξῶν ἀληθῆ λέγομεν, τὴν δὲ ψευδῆ· ἡ δὲ προαίρεσις τῷ ἀγαθῷ καὶ τῷ κακῷ μᾶλλον διαιρεῖται· τὴν μὲν γὰρ τοῦ ἀγαθοῦ λέγομεν, τὴν δὲ τοῦ κακοῦ. τῇ μὲν οὖν καθόλου δόξῃ ταὐτὸν εἶναι τὴν προαίρεσιν οὐδενὶ δοκεῖ· οὐ μόνον δὲ τῇ καθόλου δόξῃ οὐκ ἔστι ταὐτόν, ἀλλ’ οὐδέ τινι.3 ἀπὸ μὲν γὰρ τῆς προαιρέσεως ποιοί τινες γινόμεθα· τῷ γὰρ προαιρεῖσθαι τὰ κακὰ κακοὶ γινόμεθα, καὶ τῷ προαιρεῖσθαι τὰ ἀγαθὰ ἀγαθοί· ἀπὸ δὲ τῆς δόξης οὐκέτι. ἔτι προαιρούμεθα μὲν πράττειν τι ἢ μὴ πράττειν, λαβεῖν τι ἢ φυγεῖν ἢ τι τῶν τοιούτων· δοξάζομεν δὲ τί ἐστιν ὃ προαιρούμεθα ἢ ἄλλο τι, ἢ τίνι συμφέρει ἢ πῶς· λαβεῖν δὲ ἢ φυγεῖν τι ἢ ἑλέσθαι οὐκ ἔστι τῆς δόξης· ἡ ἄρα προαίρεσις οὐκ ἔστι δόξα. ἔτι ἡ μὲν προαίρεσις ἐπαινεῖται, ὅταν προαιρώμεθα ἃ δεῖ· ἡ δὲ δόξα ἐπαινεῖται, ὅταν δοξάζωμεν τὰ ἀληθῆ. ἔτι προαιρούμεθα μέν, ἃ σφόδρα γινώσκομεν ἀγαθὰ εἶναι, δοξάζομεν δὲ ἃ οὐ πάνυ γινώσκομεν ἀληθῆ εἶναι. ἔτι ὁ αὐτὸς οὐχ ὁμοίως προαιρεῖται καὶ δοξάζει· δοξάζει μὲν γὰρ πολλάκις καλῶς δοξάζων τὰ ἀληθῆ, προαιρεῖται δὲ τὰ φαῦλα· οὐκ ἄρα ταὐτὸν δόξα καὶ προαίρεσις. εἰ δὲ πολλάκις ἡ δόξα προηγεῖται τῆς προαιρέσεως ἢ παρακολουθεῖ, οὐ διὰ τοῦτο ταὐτὸν ἔσται δόξα καὶ προαίρεσις· τοῦτο γὰρ οὐδὲν κωλύει διάφορα εἶναι.

论抉择。第三章。10 论抉择。第三章。 在我们界定了意愿与非意愿之后,接下来探讨抉择便是顺理成章的。因为抉择与德性密切相关,且凭借抉择这一准绳,我们将能够评判品格与行为。因此,抉择固然是意愿的,但它并非意愿本身,而是属于意愿之物的某种东西;因为意愿的外延大于抉择。这是显而易见的:因为意愿既属于无理性的动物和儿童,也属于智力健全的成年人(因为儿童和其他动物也出于意愿而行动),而抉择则仅属于那些能够评判且懂得深思熟虑的人;因为伴随深思熟虑的渴求被称为抉择,尤其因为我们未加预先深思熟虑而突然做出的事,虽被称为意愿的,却绝非出于抉择的。因为抉择并非如某些人所认为的那样是愤怒、欲望、愿望或意见。愤怒与欲望乃是我们与无理性生物所共有的,抉择则绝非如此。此外,不能自制者不被说成是出于抉择而行其所行,而是出于欲望;而能自制者则被说成是出于抉择而行事,并非出于欲望。再者,欲望与抉择是相反对的(因为我们常常抉择与我们所欲望之物相反的事物),但欲望并不与欲望相反对;因此抉择并非欲望。此外,欲望是伴随着痛苦的,且始终以快乐为对象(因为它总是朝向快乐),而抉择既非令人痛苦的,也不以快乐为对象。此外,愤怒亦非抉择,甚至远甚于欲望不是抉择;因为出于愤怒而发生之事,最不显得是出于抉择的。然而,抉择确实也不是愿望;尽管这些事物看似极为相近。因为抉择不关涉不可能之事;因为我们并不抉择飞翔或长生不老,而是愿望如此(因为抉择此类事物的人会被视为愚蠢);因此抉择不是愿望。而且我们常常愿望那些并非由我们自己而是由他人所做之事,例如舞台上的某个演员或某个竞技者获胜;但没有人抉择这些事,而只抉择凡他认为能够通过自己而实现的事。此外,愿望始终是针对目的的,而抉择则是针对通向目的之手段的;因为我们愿望健康,但我们抉择通向健康之事,以及借以能够保持健康之事;对于幸福,我们既愿望它,也自称愿望它,却不说抉择它,因为这甚至是不恰当的。大体而言,抉择似乎关涉在我们能力范围之内的事。然而,它也确实不是意见。因为意见同样关涉一切事物,既关涉永恒之物,亦关涉在我们能力范围内之物,以及不可能之物;而抉择则仅关涉在我们能力范围内之物。此外,意见是以假与真来划分的;因为我们称一种意见为真,另一种为假;而抉择则更多地是以善与恶来划分的;因为我们说的是对善的抉择与对恶的抉择。因此,抉择与普遍意见是同一的,这不为任何人所认同;但抉择不仅不与普遍意见同一,甚至不与任何个别意见同一。因为我们因抉择而成为某种品质的人(因为由于抉择恶事我们成为恶人,由于抉择善事我们成为善人);但因意见则不然。此外,我们抉择做某事或不做某事,获取某物或逃避某物,或诸如此类之事;但我们所持的意见则是我们所抉择的或别的事物是什么,或者对谁有益,抑或如何有益;然而获取、逃避或选取并非属于意见之事;因此抉择不是意见。此外,当我们抉择应当抉择之事时,抉择受到称赞;而当我们在意见中持守真理时,意见受到称赞。此外,我们抉择那些我们极清楚地知晓为善的事物,而意见所持的则是我们并非完全知晓为真的事物。此外,同一个人并非以同样的方式去抉择和持有意见;因为他常常在意见中正确地持守真理,却抉择卑劣之事;因此意见与抉择不是同一的。即便意见常常先于抉择或伴随抉择,意见与抉择也不会因此就是同一的;因为这丝毫不妨碍它们是彼此不同的。

语法注3 条
  1. 3.τελείοις τὸν νοῦν

    τὸν νοῦν 为关系宾格(在……方面),用于修饰并限定形容词 τελείοις(“在智力方面成熟/健全的人”)。

  2. 3.ἐπιθυμία δὲ ἐπιθυμίας οὐκ ἔστιν ἐναντίον

    属格 ἐπιθυμίας 充当形容词 ἐναντίον 的补足语(“欲望并不与欲望相反对”)。结合前一句中“欲望与抉择相反对”,用以证明抉择不可能等同于欲望。

  3. 3.ἀλλ’ οὐδέ τινι

    与前文的 τῇ καθόλου δόξῃ(“普遍意见”)相对照,不定代词 τινι 之后省略了 δόξῃ(“甚至不与任何具体的[意见]同一”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:45.6-46.23