← 普鲁萨的赫里奥多罗斯

亚里士多德《尼各马可伦理学》释义

§44.8-45.5

对个别情况的无知与出于激情的行为

作者论述了即使清醒之人也可能对具体情况产生无知,在对最核心情况无知且事后后悔的情况下才构成严格意义上的非意愿行为,进而驳斥了将出于愤怒或欲望的行为视作非意愿行为的观点,论证了它们也是意愿的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3

Ἔτι περὶ ἑκουσίου καὶ ἀκουσίου καὶ τῶν μεταξὺ αὐτῶν θεω#2 ἅπαντα μὲν οὖν ταῦτα οὐδεὶς ἂν ἀγνοήσειεν, εἰ μὴ μαίνοιτο. ἐνδέχεται δέ τινα τούτων ἀγνοεῖν καὶ σωφρονοῦντα· ὥσπερ ἀγνοεῖ τις πολλάκις αὐτὸ τὸ πρᾶγμα ὃ πράττει, καθάπερ οἱ ἐξειπόντες τὰ μυστήρια. λέγοντας γὰρ περὶ ἄλλων συγχυθῆναί φασι καὶ τι καὶ περὶ τῶν μυστηρίων παραφθέγξασθαι,1 μὴ συνορῶντας ὃ λέγουσιν ἢ καὶ ἀγνοοῦντας ὅτι ἀπόρρητα ἦν. οὗτοι γὰρ αὐτὸ τὸ πρᾶγμα γινόμενον ἀγνοοῦσιν· οὐ γὰρ γινώσκουσιν, ὅτι τὰ μυστήρια ἐξάγουσι. καί τις ἀφῆκε πρός τινα καταπέλτην δεῖξαι βουλόμενος αὐτόν, καὶ τυχὼν ἀπέκτεινε. καί τις τὸν υἱὸν τὸν ἑαυτοῦ οἰηθεὶς πολέμιον εἶναι, ὥσπερ ἡ Μερόπη· ἢ λελογχωμένον τὸ δόρυ νομίσας ἄνευ λόγχης εἶναι, ἢ κίσσηριν τὸν λίθον ὑπολαβών, ἐπὶ σωτηρίᾳ πέμψας, ἀπέκτεινεν.2 ὁ τοίνυν τι τούτων ἀγνοῶν, ἐν οἷς ἡ πρᾶξις, ἄκων ἐποίησε· κυρίως δὲ ἄκων, ὅταν τὰ κυριώτατα ἀγνοῇ τῶν περὶ τὸ πρᾶγμα· κυριώτατα δὲ τὰ πρόσωπα καὶ τὸ ἔργον, ἐν οἷς ἡ πρᾶξις καὶ τὸ οὗ ἕνεκα· ἅτινα εἰ ἀγνοεῖ καὶ προσέτι μεταμέλει αὐτῷ ἐφ’ οἷς ἐποίησε, κυρίως ἄκων ἐποίησε. τοιούτου δὲ ὄντος τοῦ ἀκουσίου, τὸ ἑκούσιόν ἐστιν, οὗ ἡ ἀρχὴ ἐν αὐτῷ εἰδότι τὰ καθ’ ἕκαστα, ἐν οἷς ἡ πρᾶξις. οὐ γὰρ καλῶς λέγεται ἀκούσια εἶναι, ἃ ποιοῦμεν ὑπὸ θυμοῦ κινούμενοι ἢ ἐπιθυμίας, γινώσκοντες πάντα τὰ κατὰ μέρος, δι’ ὧν καὶ ἐν οἷς πράττομεν. εἰ γὰρ τοῦτο δοίημεν, πρῶτον μὲν οὐδὲν τῶν ἀλόγων ζῴων ἑκούσιόν τι πράττειν ἐροῦμεν (ἀεὶ γὰρ ἐπιθυμίᾳ καὶ θυμῷ πράττει), ὁμοίως δὲ καὶ τοὺς παῖδας· ἔπειτα καὶ ἐφ’ ἡμῖν ἄτοπον συμβαίνει· ἢ γὰρ οὐδὲν ἑκουσίως πράττομεν τῶν δι’ ἐπιθυμίαν ἢ θυμόν, ἢ τὰ καλὰ μὲν ἑκουσίως, τὰ δὲ φαῦλα ἀκουσίως· τῶν γὰρ ἀπὸ ἐπιθυμίας ἢ θυμοῦ τὰ μὲν ἀγαθά, τὰ δὲ φαῦλα. εἰ μὲν οὖν τὰ καλὰ μόνον ἑκουσίως πράττομεν, τὰ φαῦλα δὲ ἀκουσίως, γελοῖον εἰπεῖν· ἓν γὰρ τὸ αἴτιον, θυμὸς ἢ ἐπιθυμία. τὸ δὲ ἑκούσιον καὶ ἀκούσιον ἡ διαφορὰ τοῦ αἰτίου ποιεῖ τῷ τὸ μὲν ἔνδον εἶναι, τὸ δὲ ἔξωθεν. εἰ δὲ πάντα ἀκούσια, πῶς οὐκ ἄτοπον, ἀκουσίως ὀρέγεσθαι λέγειν, ὧν δεῖ ὀρέγεσθαι; ἔστι γὰρ εἰς δέον χρήσασθαι τῇ ἐπιθυμίᾳ καὶ τῷ θυμῷ, καὶ δεῖ ὀργίζεσθαι ἐπί τισι καὶ ἐπιθυμεῖν τινων, οἷον ὑγιείας ἢ μαθήσεως, ἅπερ ἀκούσια λέγειν οὐκ εὔλογον· τὰ γὰρ ἀκούσια λυπηρά, τὰ δὲ κατ’ ἐπιθυμίαν ἡδέα. ἔτι, εἰ ἀκούσια ἦν τὰ κατὰ θυμὸν ἁμαρτηθέντα, διέφερεν ἂν τῶν ἀπὸ τοῦ λογισμοῦ ἁμαρτανομένων κατὰ τὴν ἑκουσίου καὶ ἀκουσίου διαφοράν· διαφέρει δὲ οὐδέν· καὶ γὰρ ταῦτα ὁμοίως ἐκείνοις φευκτά, ὃ τοῦ ἑκουσίου ἐστὶ καὶ ψόγων ἄξια οὐδὲν ἧττον·3 ὅπερ οὐκ ἂν ἦν, εἰ διέφερεν ὡς ἑκούσιον ἀκουσίου. ἔτι δὲ τὰ ἄλογα πάθη καὶ ἀνθρωπικά εἰσιν, ὥσπερ ὁ λογισμός· ἀπὸ τούτων δὲ τῶν παθῶν, θυμοῦ δηλονότι καὶ ἐπιθυμίας, πᾶσαι αἱ ἀνθρώπιναι γίνονται πράξεις· ταύτας τοίνυν ἀκουσίους λέγειν ἄτοπον.

关于意愿与非意愿及二者之间事物的进一步考察。 因此,除非某人发疯,否则没有人会不知道这一切。但是,即使心智健全的人也可能不知道其中的某些情况;正如一个人常常不知晓自己正在做的具体事情本身,就像那些泄露秘仪的人一样。因为据说他们在谈论其他事情时感到困惑,未曾察觉自己所说之言,或者甚至不知道那是不可泄露的,从而附带说出了关于秘仪的话。因为这些人不知道正在发生的具体事情本身;因为他们并不知道自己正在泄露秘仪。又如某人为了展示石弩而对准某人发射,击中并杀死了他。又如某人把自己的儿子误认为是敌人,如同墨洛珀;或者以为装有矛头的长矛是没有矛头的,或者将石头误认为是浮石,为了保全对方而投掷出去,却杀死了他。因此,凡不知晓行为所处之这些情况之一的人,乃是非意愿地行事的;而当他不知晓关于该行为的最关键情况时,乃是严格意义上的非意愿行事;最关键的情况即是行为所关涉的人物与所做之事,以及目的;如果他不知晓这些,并且对于自己所做之事感到后悔,他便是严格意义上非意愿地行事了。在非意愿之物具有如此性质的情况下,意愿之物乃是其始因在行为者自身之内,且知晓行为所处的各个具体情况。因为,当我们知晓借以行事和行为所处的全部具体情况时,说我们在愤怒或欲望驱动下所做之事是非意愿的,乃是不恰当的。因为如果我们承认这一点,首先我们便会说没有任何无理性的动物做出任何意愿的行为(因为它们总是出于欲望和愤怒而行动),对于儿童也是如此。其次,在我们自己身上也会产生荒谬的结果:我们要么并非出于意愿地做任何由于欲望或愤怒所做之事,要么出于意愿做高尚之事,而出于非意愿做卑劣之事;因为源于欲望或愤怒之事,有些是善的,有些是卑劣的。如果一方面我们仅出于意愿做高尚之事,而出于非意愿做卑劣之事,这样说是可笑的;因为其原因乃是同一个,即愤怒或欲望。然而造成意愿与非意愿的,乃是原因的不同,在于其一是内在的,另一是外在的。但如果一切此类行为都是非意愿的,那么断言我们非意愿地渴求应当渴求之物,岂不是荒谬至极?因为把欲望和愤怒用于正当之处是可能的,且应当对某些事情动怒,并渴望某些事物,例如健康或学问,把这些称为非意愿的是不合理的;因为非意愿之事是令人痛苦的,而顺应欲望之事则是快乐的。此外,如果出于愤怒所犯的过失是非意愿的,它们本应依照意愿与非意愿的区别而有别于出于深思熟虑所犯的过失;但它们毫无区别;因为这些过失同那些过失一样是应当避免的(这是意愿之事的特征),并且同样值得谴责;如果它们作为意愿与非意愿而有所区别,就绝不会是这种情况。再者,非理性的激情如同深思熟虑一样也是属于人的;而一切人类的行为皆由这些激情——即愤怒与欲望——而产生;因此,把这些行为称为非意愿的是荒谬的。

语法注3 条
  1. 3.λέγοντας γὰρ περὶ ἄλλων συγχυθῆναί φασι καὶ τι καὶ περὶ τῶν μυστηρίων παραφθέγξασθαι

    宾格分词 λέγοντας 作为不定式 συγχυθῆναι 和 παραφθέγξασθαι 的逻辑主语,全句受 φασί(据说)统辖。重复的 καὶ ... καὶ 起强调作用,意为“在谈论其他事情的同时,也附带说出了一些关于秘仪的事情”。

  2. 3.καί τις τὸν υἱὸν τὸν ἑαυτοῦ οἰηθεὶς πολέμιον εἶναι, ὥσπερ ἡ Μερόπη· ἢ λελογχωμένον τὸ δόρυ νομίσας ἄνευ λόγχης εἶναι, ἢ κίσσηριν τὸν λίθον ὑπολαβών, ἐπὶ σωτηρίᾳ πέμψας, ἀπέκτεινεν.

    主语 τις(某人)由四个分词(οἰηθείς、νομίσας、ὑπολαβών、πέμψας)并列修饰,共同统属于句末的主要动词 ἀπέκτεινεν(杀死了)。关于墨洛珀的提及(ὥσπερ ἡ Μερόπη)是一个省略的比较性插入句,指代她在神话中因不知情而险些杀死自己儿子的典故。

  3. 3.ὃ τοῦ ἑκουσίου ἐστὶ καὶ ψόγων ἄξια οὐδὲν ἧττον

    中性关系代词 ὃ 指向前文的表语 φευκτά(应当避免之事),作插入性说明“这乃是意愿之事的特征”。随后的 καὶ ψόγων ἄξια 则重新接回主语 ταῦτα,作为并列的表语(“且同样值得谴责”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:44.8-45.5