← 普鲁萨的赫里奥多罗斯

亚里士多德《尼各马可伦理学》释义

§43.6-44.8

快乐的非强迫性与因无知的行为区分

论证了快乐与高尚并非外在的强迫动因,进而根据事后是否后悔将因无知而产生的行为区分为非意愿与无意愿,并阐明了因无知而行事与在无知状态中行事的区别以及个别情境的诸项要素。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3

Ἔτι περὶ ἑκουσίου καὶ ἀκουσίου καὶ τῶν μεταξὺ αὐτῶν θεω#1 Ἔτι περὶ ἑκουσίου καὶ ἀκουσίου καὶ τῶν μεταξὺ αὐτῶν θεωρουμένων. κεφ. βʹ. Δοκεῖ δὲ καὶ τὰ καλὰ καὶ τὰ ἡδέα βίαιά τινα εἶναι, ὅτι αὐτὰ κινεῖ καὶ ἀναγκάζει ποιεῖν τοὺς ποιοῦντας τῷ κάλλει καὶ τῇ ἡδονῇ, ἔξωθεν ὄντα· οὐκ ἔστι δέ. εἰ γὰρ τοῦτο δώσομεν, πάντα ἂν εἴη βίαια· πάντα γὰρ ὅσα πράττομεν, ἕνεκα τοῦ νομίζειν, ὅτι καλὰ ἢ ἡδέα πράττομεν.1 καὶ τινὰ μὲν λυπούμενοι πράττομεν ὅσα ποιοῦμεν ἔξωθεν βιαζόμενοι, τινὰ δὲ μεθ’ ἡδονῆς, ὅσα ἑκόντες αὐτοὶ ποιοῦμεν τοῦ ἡδέος ἕνεκα. πάντα δὲ ἕνεκά τινος καλοῦ ἢ ἡδέος ποιοῦμεν· καὶ γὰρ καὶ ἃ λυπηρὰ ποιοῦμεν ἀναγκαζόμενοι, τῆς ἡδονῆς ἕνεκα ποιοῦμεν· ποιοῦμεν γάρ, ἵνα φύγωμεν τὰ λυπηρότερα· τοῦτο δὲ τὴν ἡδονήν ἐστι διώκειν. διὰ τοῦτο οὐ δεῖ τὰ καλὰ καὶ ἡδέα βίαια λέγειν· ἄλλως τε καὶ γελοῖόν ἐστιν, αἴτια νομίζειν τῶν πράξεων τὰ ἔξωθεν καλὰ καὶ ἡδέα καὶ μὴ ἑαυτὸν ὑπὸ τούτων ῥᾳδίως ἁλισκόμενον. ἀλλὰ τῶν μὲν καλῶν πράξεων πολλάκις τις ἑαυτὸν αἰτιᾶται, τῶν δὲ αἰσχρῶν οὐχ ἑαυτὸν ἀλλὰ τὴν ἡδονήν.2 οὐκ ἔστι δέ· ἀκούσιον γάρ ἐστιν, οὗ ἡ ἀρχὴ ἔξωθεν, οὐδὲν πρὸς τὴν πρᾶξιν συντελοῦντος τοῦ πράττοντος. τὰ δὲ δι’ ἄγνοιαν γινόμενα ζητητέον 〈εἰ〉 ἑκούσιά εἰσιν ἢ ἀκούσια. ἔχει δὲ οὐ πάντα ὁμοίως· ἀλλὰ τὰ μὲν ἀκούσιά εἰσι, 〈τὰ δὲ ἑκούσια,〉 τὰ δὲ οὔτε ἑκούσια οὔτε ἀκούσια, ἀλλὰ καλείσθω οὐχ ἑκούσια. καὶ ἀκούσια μέν ὅσα ποιήσαντες λυπούμεθα, γνόντες μετὰ τὸ ποιῆσαι, καὶ μεταμελόμεθα, οὐχ ἑκούσια δέ, ὅσα ποιοῦντες οὐ λυπούμεθα, καὶ μετὰ τὴν πρᾶξιν οὐ μεταμελόμεθα· ὁ γὰρ δι’ ἄγνοιαν πράττων καὶ μετὰ τὸ γνῶναι μὴ δυσχεραίνων τῇ πράξει οὔτε ἑκὼν ἔπραξεν ὅ γε μὴ ᾔδει, οὔτε ἄκων· οὐ γὰρ γνοὺς ἑαυτῷ δυσχεραίνει· διὰ τοῦτο οὐχ ἑκούσια τὰ τοιαῦτα καλείσθω. διαφέρει δὲ τὸ δι’ ἄγνοιαν πράττειν τοῦ ἀγνοοῦντα πράττειν.3 καὶ διὰ τοῦτο τὸ μὲν δι’ ἄγνοιαν πράττειν ἢ ἀκούσιόν ἐστιν ἢ οὐχ ἑκούσιον, τὸ δὲ ἀγνοοῦντα πράττειν ἑκούσιόν ἐστι. καὶ γὰρ τὸ ἀγνοοῦντα πράττειν ἐστίν, ἐπάν τις ὀργίζηται ἢ μεθύῃ ἢ ἄλλην τινὰ ποιῇ πονηρίαν· οὗτος γὰρ οὐ δι’ ἄγνοιαν ἀλλὰ διὰ ἡδονὴν ἢ ἄλλο τι ποιεῖ ὃ ποιεῖ, ἀγνοῶν δέ. πᾶς οὖν μοχθηρὸς ἀγνοεῖ, τίνα δεῖ πράττειν, καὶ τίνων ἀπέχεσθαι· καὶ διὰ τὴν τοιαύτην ἁμαρτίαν οἱ ἄνθρωποι ἄδικοι ἢ ὅλως κακοὶ γίνονται. αἱ δὴ τοιαῦται πράξεις οὐκ εἰσὶν ἀκούσιοι· ἡ γὰρ ἐν τῇ προαιρέσει ἄγνοια, ἥτις ἐστὶν αἰτία τῶν κακιῶν, οὐκ ἔστιν αἰτία τοῦ ἀκουσίου ἀλλὰ τῆς μοχθηρίας. οὐ γὰρ τὸ καθόλου περὶ τῆς μέθης ἀγνοεῖν ὅτι πονηρόν, αἴτιον γίνεται τοῦ ἀκουσίου, ἀλλὰ τὸ ἀγνοῆσαι μερικῶς τήνδε τὴν μέθην· οἷον, φέρε εἰπεῖν, οὐκ εἰδότα μέχρι πόσου πίοντας ἔνι μεθύειν. τοῦτο γὰρ καὶ συγγνώμης ἀξιοῦται καὶ ἐλέου, ὁ γὰρ οὕτως ἀγνοήσας δι’ ἄγνοιαν ποιεῖ ὃ ποιεῖ καὶ ἀκουσίως πράττει. δεῖ δὲ διορίσαι τίνα καὶ πόσα ἐστίν, ἃ ἀγνοοῦντες ἀκουσίως πράττομεν, τὸ αὐτοῦ πρόσωπον4 τοῦ πρὸς ὅν τις ποιεῖ ὃ ποιεῖ, τὸ πρᾶγμα ὃ ποιεῖ, ἐνίοτε δὲ καὶ τὸ διὰ τίνος ὀργάνου ποιεῖ, καὶ τὸ οὗ ἕνεκα, οἷον σωτηρίας, καὶ πῶς, δηλαδὴ τὸν τρόπον, οἷον ἠρέμα ἢ σφόδρα.

再论意愿的、非意愿的,以及被视为介于二者之间者。第二章。 高尚的事物与快乐的事物似乎也是某种被迫之事,因为它们作为外在之物,以其美好和快乐驱动并强迫行事者去做;但事实并非如此。因为如果我们承认这一点,一切事物就都将是被迫的了;因为我们所做的一切,都是因为认为我们所做的或是高尚的或是快乐的。凡是我们受外在强迫而做的事,我们都是伴随着痛苦而做的;凡是我们自己出于意愿为了快乐而做的事,都是伴随着快乐而做的。然而我们所做的一切,都是为了某种高尚或快乐之物;因为甚至我们被迫去做痛苦之事,也是为了快乐而做;因为我们做这些是为了逃避更为痛苦之事;而这正是追求快乐。正因如此,不应当把高尚和快乐之事称为被迫的;况且,认为外在的高尚与快乐是行为的原因,而不认为是自己轻易被它们所俘获,这也是可笑的。然而某人往往将高尚的行为归因于自己,却将可耻的行为不归因于自己而归因于快乐。但事实并非如此;因为非意愿的乃是其始因来自外部,且行事者对行为毫无贡献者。另一方面,对于因无知而发生的事情,必须考察它们是意愿的还是非意愿的。然而并非所有情况都相同:有些是非意愿的,[有些是意愿的,]有些则既非意愿的也非非意愿的,而是应当被称为无意愿的。非意愿的是指所有那些在做完之后因知晓而痛苦并感到后悔之事;无意愿的则是指在做时并不痛苦,且在行为之后也不后悔之事;因为因无知而行事且在知晓之后对行为不感到懊恼的人,既不是出于意愿行事,因为他不知晓,也不是违背意愿行事;因为在知晓之后他对自己并不懊恼;正因如此,此类事物应当被称为无意愿的。因无知而行事与在无知状态中行事是不同的。并且正因如此,因无知而行事或为非意愿的或为无意愿的,而在无知状态中行事则是意愿的。因为在无知状态中行事,是指某人动怒、沉醉或行其他某种恶行之时;因为这样的人不是因无知,而是为了快乐或其他事物做他所做之事,但却是在无知状态中行事的。因此,每一个邪恶之人都不知晓应当做什么以及应当戒绝什么;由于这种过错,人们变成了不正义的或全然败坏的。因此,这类行为并不是非意愿的;因为抉择中的无知,即作为诸恶之原因的无知,并非非意愿的原因,而是邪恶的原因。因为不知道沉醉是卑劣的这一普遍道理,并不成为非意愿的原因,不知道这个个别的沉醉才是原因,例如可以说,不知道喝到多少程度便会沉醉。因为这既值得宽恕也值得怜悯;以这种方式无知的人,乃是因无知而做他所做之事,并且是非意愿地行事的。必须限定由于不知何种事物以及多少事物我们才非意愿地行事:一个人对其做其所做之事的对方这一人物本人、所做之事,有时还有通过何种工具而做、为了什么目的,例如为了获救,以及如何做,即方式,例如轻微地还是猛烈地。

语法注4 条
  1. 3.ἕνεκα τοῦ νομίζειν, ὅτι καλὰ ἢ ἡδέα πράττομεν

    介词 ἕνεκα 支配带冠词的不定式 τοῦ νομίζειν,后者进而带由 ὅτι 引导的名词性从句作为宾语,整体构成表示动机或理由的结构(“为了/由于认为我们所做的是高尚或快乐的”)。

  2. 3.τῶν μὲν καλῶν πράξεων πολλάκις τις ἑαυτὸν αἰτιᾶται, τῶν δὲ αἰσχρῶν οὐχ ἑαυτὸν ἀλλὰ τὴν ἡδονήν

    动词 αἰτιάομαι 通常意为“责备”,但在此处带事物的属格(τῶν μὲν καλῶν πράξεων)与人的宾格(ἑαυτόν),取“将原因归咎/归功于……”的广义用法,与后半句“不归因于自己而归因于快乐”相平行。

  3. 3.διαφέρει δὲ τὸ δι’ ἄγνοιαν πράττειν τοῦ ἀγνοοῦντα πράττειν

    动词 διαφέρει 支配比较属格 τοῦ ἀγνοοῦντα πράττειν。此处构成了带介词短语的冠词不定式 τὸ δι’ ἄγνοιαν πράττειν(“因无知而行事”,无知为直接原因)与带现在分词的不定式 τοῦ ἀγνοοῦντα πράττειν(“在无知状态中行事”,如醉酒狂怒时行事,无知仅为伴随状态)之间的关键区分。

  4. 3.δεῖ δὲ διορίσαι τίνα καὶ πόσα ἐστίν, ἃ ἀγνοοῦντες ἀκουσίως πράττομεν, τὸ αὐτοῦ πρόσωπον

    后文列出的带有中性定冠词的名词性短语(τὸ αὐτοῦ πρόσωπον, τὸ πρᾶγμα, τὸ διὰ τίνος ὀργάνου, τὸ οὗ ἕνεκα 等)作为同位语,具体解释间接疑问从句 τίνα καὶ πόσα ἐστίν(“是何种事物以及有多少”)的内容。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:43.6-44.8