← 普鲁萨的赫里奥多罗斯

亚里士多德《尼各马可伦理学》释义

§42.8-43.5

混合行为的善恶与赞誉责备及宽恕的标准

赫利奥多鲁斯阐释亚里士多德《尼各马可伦理学》第3卷第1章中关于混合行为的论述,说明行为的善恶与意愿性须依具体的时机与情境来判断,阐明在恐惧或胁迫下行为所受称赞、责备与宽恕的标准,并指出某些无论何种强迫均不得犯下的恶行。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.0#2

ἐπεὶ καὶ τὸ ἑκάστης πράξεως τέλος κατὰ τὸν καιρὸν αὐτῆς ἐστι καὶ ἀπὸ τοῦ καιροῦ ἢ ἀγαθὸν ἢ πονηρὸν γίνεται, ὥστε καὶ τὸ ἑκούσιον ἢ τὸ ἀκούσιον κατὰ τὸν καιρὸν ὅτε πράττεται ζητητέον· κατ’ ἐκεῖνον τοίνυν τὸν καιρὸν ἑκὼν πράττει ἃ πράττει, εἰ καὶ ἐν ἄλλῳ καιρῷ, γαλήνης οὔσης, οὐκ ἂν ποιήσειε βουλόμενος ταῦτα. καὶ γὰρ τὰ ὀργανικὰ μέρη καὶ χεῖρες καὶ πόδες οὐκ ἔξωθεν ὑπ’ ἄλλης ἀρχῆς κινοῦνται ἀλλ’ ὑπὸ τῆς ἐν αὐτῷ τῷ ποιοῦντι· ἃ δέ τις ποιεῖ ὑφ’ ἑαυτοῦ κινούμενος, κύριός ἐστι καὶ ποιεῖν καὶ μή· τὰ τοιαῦτα δὲ ἑκούσια λέγεται. ἔστι τοίνυν ἑκούσιον μὲν αὐτὴ ἡ πρᾶξις, δηλονότι μετὰ τῶν περιστατικῶν· ἁπλῶς δὲ καὶ χωρὶς προσθήκης ἀκούσιον· χωρὶς γὰρ τῆς περιστάσεως οὐδεὶς ἂν ἕλοιτο τοιαῦτα ποιεῖν. τινὲς δὲ τῶν τοιούτων πράξεων καὶ ἐπαίνων ἀξιοῦνται, ἔνιαι δὲ καὶ ψόγων· ἐπαίνων μέν, ὅταν τις αἰσχρόν τι ἢ λυπηρὸν ὑπομένῃ ἀντὶ καλῶν καὶ μεγάλων, ψόγων δέ, ὅταν φαύλων ἕνεκα. φαῦλος γὰρ ὁ τὰ αἴσχιστα ὑπομένων ἐπὶ μηδενὶ καλῷ ἢ μετρίῳ. ἔστι δὲ ἃς οὔτε ἐπαίνων οὔτε ψόγων ἀξιοῦμεν, καθὼς εἴρηται, ἀλλὰ συγγνώμης ἢ ἐλέου, ὅτε τις τὰ μὴ δέοντα πράττει, δέει μεγάλων δεινῶν καὶ μειζόνων ἢ δύνασθαι ὑπομεῖναι φύσιν ἀνθρωπίνην.1 ἔνια δὲ οὕτως εἰσὶν αἰσχρά, ὥστε οὐδεμία ἐστὶ τῷ ποιοῦντι παραίτησις ἀλλὰ δεῖ φεύγειν τὴν πρᾶξιν τούτων πάσῃ δυνάμει, κἂν δέῃ ἀποθανεῖν πάντα παθόντα τὰ δεινότατα. καὶ γὰρ τὸν Εὐριπίδου Ἀλκμαίωνα2 γελοῖα φαίνεται τὰ ἀναγκάσαντα μητροκτονῆσαι. ἐνίοτε δὲ χαλεπόν ἐστι διακρῖναι, τίνων δεινῶν φόβῳ τίνα τῶν αἰσχρῶν ὑπομένειν ἄξιον, καὶ τίνα ἀντὶ τίνων αἱρησόμεθα· ἔτι δὲ χαλεπώτερον τὸ εὑρόντα τὸ προσῆκον ἐμμεῖναι τοῖς δεδογμένοις. καὶ γὰρ ὡς ἐπὶ τὸ πλεῖστον ἃ μὲν ἀναγκαζόμεθα ποιεῖν, μᾶλλον αἰσχρὰ ἢ λυπηρά·3 ἃ δὲ προσδοκῶντες ποιοῦμεν, λυπηρά· διὰ τοῦτο γενναίου ἀνδρός ἐστι κατατολμῆσαι τῶν λυπηρῶν ὑπὲρ τοῦ μηδὲν αἰσχρὸν ὑπομεῖναι ποιῆσαι. ὅθεν ἐν ταῖς τοιαύταις πράξεσι καὶ ἐπαινοῦμέν τινας καὶ ψέγομεν ἐνίους καὶ οὐδέτερον τούτων, ἀλλὰ συγγνώμης ἀξιοῦμεν. ἔστι τοίνυν ἁπλῶς μὲν ἀκούσια, ὁπόταν ἡ αἰτία αὐτῶν ἐν τοῖς ἐκτὸς ᾖ καὶ ὁ πράττων μηδὲν συμβάλληται πρὸς τὴν πρᾶξιν, ἑκούσια δέ, ὁπόταν ἡ αἰτία τῶν πράξεων πᾶσα ᾖ ἐν τῷ ποιοῦντι. ἃ δὲ δι’ ἑαυτὰ μὲν οὐκ εἰσὶ θελητά, θέλομεν δὲ αὐτὰ κατά τινα καιρὸν καί τινων ἄλλων ἕνεκα, καθ’ ἑαυτὰ μὲν ἀκούσιά εἰσι, νῦν δὲ καὶ ἀντὶ τῶνδε ἑκούσια. μᾶλλον δὲ δοκεῖ ἑκούσια εἶναι ἢ ἀκούσια· αἱ γὰρ πράξεις ἀεὶ ἐν τοῖς μερικοῖς γίνονται, ἐν οἷς ἀεὶ καὶ ὁ καιρὸς καὶ ὁ τόπος καὶ ἡ αἰτία· ταῦτα δὲ ἑκουσίους τὰς τοιαύτας πράξεις ποιοῦσι. διὰ τὴν αὐτὴν δὲ αἰτίαν, δηλονότι τὸ περὶ τὰ μερικὰ εἶναι τὰς πράξεις, οὐκ ἔστιν εὐχερὲς ἀποδοῦναι, ποῖα αἰσχρὰ ποίων λυπηρῶν προκρίνειν ἄξιον· πολλαὶ γὰρ διαφοραὶ ἐν τοῖς μερικοῖς.

因为每个行为的目的也是依其时机而定,并由时机决定其为善还是为恶,因此意愿与非意愿也必须依行事时的时机来考察;那么,在那个时机下,他是出于意愿做他所做之事的,即使在另一个时机,即风平浪静之时,他绝不会自愿做这些事。因为有机部分,即手和足,并非从外部被另一个始因所驱动,而是被施动者自身之内的始因所驱动;而一个人由自身所驱动而做的事,他有权做也有权不做;此类事物被称为意愿的。因此,行为本身固然是意愿的,显然这是连同环境情势而言的;但若毫无保留且不加附加条件地看,则是非意愿的;因为若无此情势,没有人会选择做这类事。在此类行为中,有些被认为值得称赞,有些则应受责备:当有人为了高尚与伟大的事物而忍受某种可耻或痛苦之事时,值得称赞;而当为了卑鄙的事物时,则应受责备。因为凡是为了毫无高尚或适度之事而忍受最可耻之事的人,乃是卑劣的。但有些行为正如前述,我们认为既不值得称赞也不应受责备,而是值得宽恕或怜悯,即当某人出于对重大且超过人类天性所能忍受的可怕之事的恐惧,而做了不该做的事。然而有些事情是如此可耻,以至于对施动者而言绝无借口,而是必须倾尽全力避免做出这些事,哪怕必须经历所有最可怕的痛苦而死去。因为强迫欧里庇得斯的阿尔克迈翁弑母的事物显得十分可笑。有时,分辨出于何种可怕之事的恐惧而忍受何种可耻之事是应当的,以及我们将选择何者来换取何者,乃是一件难事;而更难的是,在发现了应当之事后,能够坚守已决之事。因为在多数情况下,我们被迫去做的事与其说是痛苦的,不如说是可耻的;而我们行事时所预料的事则是痛苦的;正因如此,勇于面对痛苦之事以求绝不忍受做出任何可耻之事,乃是高尚之士的特质。由此,在此类行为中,我们称赞某些人,责备某些人,或者两皆不施,而是认为值得宽恕。因此,当行为的原因在外部事物之中且行事者对行为毫无贡献时,乃是绝对非意愿的;而当行为的原因全在施动者自身之内时,则是意愿的。至于那些其自身并非所愿,但在某个特定时机为了某些其他事物我们才愿意之物,就其自身而言是非意愿的,但在当下且作为这些事物的代价而言则是意愿的。并且它们看来更多地是意愿的而非非意愿的;因为行为总是在个别情境中生成的,在其中时机、地点和原因始终存在;而正是这些使得此类行为成为意愿的。由于同样的原因,即行为关涉个别情境,要说明应当优先选择何种可耻之事来代替何种痛苦之事并非易事;因为在个别情境中存在诸多差异。

语法注3 条
  1. 3.0μειζόνων ἢ δύνασθαι ὑπομεῖναι φύσιν ἀνθρωπίνην

    比较级 μειζόνων 之后接连词 ἤ 与不定式短语 δύνασθαι ὑπομεῖναι,构成“大于人类天性所能承受”的句式。宾格 φύσιν ἀνθρωπίνην 充当不定式 δύνασθαι 的逻辑主语。

  2. 3.0τὸν Εὐριπίδου Ἀλκμαίωνα

    宾格 τὸν Ἀλκμαίωνα 是后接分词 τὰ ἀναγκάσαντα 的直接宾语(兼作不定式 μητροκτονῆσαι 的逻辑主语),指欧里庇得斯笔下的人物阿尔克迈翁。主句动词 φαίνεται 的语法主语为中性复数主格短语 τὰ ἀναγκάσαντα μητροκτονῆσαι。

  3. 3.0ἃ δὲ προσδοκῶντες ποιοῦμεν, λυπηρά

    此处的句式骨架为 [ταῦτα] ἃ δὲ προσδοκῶντες ποιοῦμεν, [ἐστι] λυπηρά,与前文的 ἃ μὲν ἀναγκαζόμεθα ποιεῖν 相对立。副词性分词 προσδοκῶντες(预料/悬想)指出行为者是因预期着某种逼近的恶果(痛苦的结局)而行事,表语 λυπηρά 则指明所预期之物的性质。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:42.8-43.5