- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:41.2-42.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阐释亚里士多德《尼各马可伦理学》第三卷第一章,论述意愿与非意愿的区分作为伦理评价及立法奖惩基础的必要性,规定了出于强迫和无知的非意愿行为,并分析了如暴风雨中抛货和胁迫之下行事等兼具二者性质的“混合行为”。
Περὶ ἑκουσίου καὶ ἀκουσίου. κεφ. αʹ. Ἐπεὶ δὲ ἡ ἀρετὴ περὶ πάθη καὶ πράξεις ἐστί, καὶ ἔστιν ἀρετὴ πρᾶξις ἀγαθὴ ἑκούσιος καὶ ἡ κακία τοὐναντίον, καὶ ἐν τῷ ὁρισμῷ κακίας καὶ ἀρετῆς καὶ τὸ ἑκούσιον παραλαμβάνεται, διὰ τοῦτο τῷ λέγοντι περὶ ἀρετῆς καὶ κακίας ἀνάγκη περὶ ἑκουσίου καὶ ἀκουσίου διαλαβεῖν· τῷ γὰρ ἑκουσίῳ καὶ ἀκουσίῳ τὰς πράξεις κρίνομεν. καὶ τὰς μὲν ἐπαινετὰς λέγομεν, τὰς δὲ συγγνωστάς, τὰς δὲ ψόγου ἀξίας. καὶ τὰς μὲν ἑκουσίως γινομένας ἀγαθὰς ἐπαινοῦμεν, τὰς δὲ ἑκουσίως πονηρὰς ψέγομεν, τὰς δὲ ἀκουσίως πονηρὰς οὐ ψέγομεν ἀλλὰ συγγνώμης ἀξιοῦμεν, τὰς δὲ ἀκουσίως πονηρὰς καὶ ἐπὶ βλάβῃ τῶν ποιούντων γινομένας ἐλέου ἀξίας ἡγούμεθα. διὰ τοῦτο, ἐπεὶ περὶ τῶν ἐπαινετῶν καὶ τῶν ψόγου ἀξίων ὁ λόγος ἡμῖν, δέον εἰδέναι1 περὶ ἑκουσίου καὶ ἀκουσίου. ὁ δὲ περὶ τούτων λόγος καὶ τοῖς νομοθετοῦσι χρήσιμος· ἀπὸ τούτων γὰρ εἴσονται τίνας τε κολάζειν ἄξιον καὶ τίνας τιμᾶν καὶ τίνας ἀξιοῦν συγγνώμης ἢ ἐλέου· ὃ δὴ τῆς ἐν πολιτείᾳ τέχνης κεφάλαιόν ἐστι. διοριστέον δή, τί ἐστιν ἑκούσιον καὶ τί ἀκούσιον. δοκεῖ τοίνυν ἀκούσιον εἶναι τὸ βίαιον ἢ δι’ ἄγνοιαν γινόμενον, βίαιον δέ, οὗ ἡ ἀρχὴ οὐκ ἐν τῷ ποιοῦντι ἀλλὰ ἔξωθεν, ἐν ᾗ οὐδὲν συμβάλλεται2 ὁ πράττων ἢ ὁ πάσχων· οἷον εἴ τινα κινήσει τὸ πνεῦμα καὶ ἀπὸ τόπου εἰς τόπον ἀγάγοι ἢ ἄνθρωποι κύριοι ὄντες καὶ δυνάμενοι κινεῖν μὴ βουλόμενον. ἑκούσιον δὲ τοὐναντίον, οὗ ἡ ἀρχὴ ἐν τῷ ποιοῦντι πᾶσα. εἰσὶ δέ τινα μήτε ἀκούσια ὄντα κυρίως μήτε ἑκούσια ἀλλὰ μέσα τινά· εἰσὶ δὲ ὅσα διὰ φόβον μειζόνων κακῶν πράττεται ἢ διὰ καλόν τι, οἷον εἰ τύραννος προστάττει αἰσχρόν τι ποιῆσαι κύριος ὢν καὶ αὐτοῦ καὶ γονέων καὶ τέκνων καὶ δυνάμενος πράττοντα μὲν σῴζειν καὶ αὐτὸν καὶ τοὺς αὐτοῦ, μὴ πράττοντα δὲ ἀποκτεῖναι. τοῦτο γὰρ ἀμφισβήτησιν ἔχει, πότερον ἑκούσιόν ἐστιν ἢ ἀκούσιον. τοιοῦτον δέ ἐστι καὶ τὸ γινόμενον ἐν τοῖς κλυδωνίοις ὑπὸ τῶν ἐπιβατῶν· ῥίπτουσι γὰρ τὰ ἀγώγιμα· ὅπερ οὔτε ἑκούσιον εἴποι τις ἂν τελείως οὔτε ἀκούσιον ἀλλ’ ἑκάτερον παρὰ μέρος. τοῦ γὰρ ἔργου ἐστὶ μὲν καὶ ἀρχὴ ἔξωθεν, ὁ κλύδων δηλονότι, ἔστι δὲ καὶ ἐν τοῖς ποιοῦσι· κρίνοντες γὰρ αὐτοὶ καὶ βουλόμενοι τοῦτο ποιοῦσιν ἐπὶ σωτηρίᾳ καὶ αὐτῶν καὶ τῶν συμπλεόντων οἵ γε νοῦν ἔχοντες·3 ὥστε τὰς τοιαύτας πράξεις μικτὰς εἶναι καὶ ἑκουσίου καὶ ἀκουσίου μετέχειν. δοκοῦσι δὲ μᾶλλον τοῦ ἑκουσίου μετέχειν ἢ τοῦ ἑτέρου· καὶ γὰρ κατὰ τὸν καιρὸν τοῦ κλύδωνος αἱ τοιαῦται πράξεις αἱρεταί εἰσι· καὶ τὸ τέλος αὐτῶν, εἴ τις κατὰ τὸν καιρὸν ἐκεῖνον σκοπεῖ, ἀγαθόν ἐστι καὶ θελητόν.
论意愿与非意愿。第一章。 既然德性关涉情感与行为,且德性是意愿的善行为,恶德是其反面,并且在恶德与德性的定义中也包含了意愿,因此,对于论述德性与恶德的人而言,必然要区分意愿与非意愿;因为我们正是依凭意愿与非意愿来评判诸行为。我们称某些行为值得称赞,某些行为值得宽恕,某些行为应当受到责备。对于那些出于意愿而生成的善行为,我们予以称赞;对于那些出于意愿而生成的恶劣行为,我们予以责备;而对于那些非出于意愿而生成的恶劣行为,我们不予责备,反而认为应当宽恕;对于那些非出于意愿而生成且对行为者造成损害的恶劣行为,我们认为值得怜悯。正因如此,既然我们的论述关乎值得称赞与应受责备的事物,就必须了解意愿与非意愿。关于这些的论述对于立法者也是有用的;因为由此他们将知晓惩罚何人是应当的,奖赏何人是应当的,以及认为何人应当获得宽恕或怜悯;这正是治国之术的首要之旨。那么,必须界定何为意愿,何为非意愿。由此看来,非意愿的事物乃是受强迫的或出于无知而生成的;而受强迫的,是指其始因不在施动者自身之内而在外,在其中行事者或受动者毫无贡献;例如大风卷动某人并将他从一处带往另一处,或是掌握权柄且能搬动不情愿者的人〔这样做〕。与此相反,意愿的事物则是其始因全然在施动者自身之内的。然而,有些事物严格说来既非非意愿也非意愿,而是某种中间之物;凡是由于对更大罪恶的恐惧或为了某种高尚的目的而行之事皆属此类,例如僭主控制了某人及其父母子女,命令他做某件可耻之事,并且在他顺从时能够保全他及其家人,在不顺从时则能将其处死。因为这存有争议,究竟是意愿的还是非意愿的。乘客在风暴中所做之事也与此相似;因为他们抛掷货物;对此人们既不会说是完全意愿的,也不会说是〔完全〕非意愿的,而会说在各个局部各占一份。因为这一行为既有来自外部的始因,即风暴,但始因也在于施动者自身之内;因为至少凡是有理智的人,都是经过自身的判断与意愿,为了拯救自身以及同船之人而做此事的;因此这类行为是混合的,兼具意愿与非意愿。但它们似乎更多地具有意愿的性质,而非另一方;因为在风暴的时刻,此类行为是值得选取的;并且若人在那一时刻考量,其目的乃是善的且合乎意愿的。
- 3.0δέον εἰδέναι
非人称动词 δεῖ 的中性主格分词 δέον 在此省略了系动词 ἐστί 作主句谓语,表示应当与必要性(“有必要了解……”)。
- 3.0ἐν ᾗ οὐδὲν συμβάλλεται
阴性单数关系代词 ἐν ᾗ 的先行词是前文的阴性名词 ἀρχή(始因、起源),限定了受强迫的条件,即在这一始因中行事者或受动者毫无参与或贡献。
- 3.0οἵ γε νοῦν ἔχοντες
定冠词结合限定小词 γε 及分词(字面为“至少凡是有理智的人”)构成限定性同格语,修饰 ποιοῦσιν 的隐含主语(船上抛掷货物的人)。
