- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:39.26-40.41
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
赫利奥多罗斯转述了《尼各马可伦理学》第二卷第九章,论述了达致中道为何困难、在实践中达致中道的实用规则(避开更相反的极端、把自身拉向本性倾向的反面、警惕快乐)以及在个别事例中进行判断的性质。
Περὶ τοῦ πῶς ἂν γένοιτο μάλιστα τῆς μεσότητος τυγχάνειν. κεφ. ηʹ Περὶ τοῦ πῶς ἂν γένοιτο μάλιστα τῆς μεσότητος τυγχάνειν. κεφ. ηʹ. Ὅτι μὲν οὖν ἡ ἠθικὴ ἀρετὴ μεσότης ἐστὶ δύο κακιῶν, τῆς μὲν καθ’ ὑπερβολήν, τῆς δὲ κατ’ ἔλλειψιν, διὰ τὸ τὸ μέσον ἀεὶ ζητεῖν τῶν παθῶν καὶ τῶν πράξεων, ἱκανῶς εἴρηται. τὸ δὲ ἐπίστασθαι λαβεῖν τὸ μέσον καὶ γενέσθαι σπουδαῖον ἐργῶδές ἐστιν. ἐν παντὶ γὰρ πράγματι τὸ μέσον εὑρεῖν δύσκολόν ἐστιν, ὥσπερ τοῦ κύκλου τὸ μέσον, δηλονότι τὸ κέντρον, οὐ πᾶς εὑρεῖν δύναται, ἀλλὰ μόνος ὁ γεωμετρεῖν ἐπιστάμενος· οὕτω γὰρ καὶ ἐπὶ τῶν παθῶν καὶ τῶν πράξεων ἔχει. τὸ μὲν γὰρ ὀργισθῆναι ῥᾴδιον καὶ τὸ δοῦναι ἀργύριον καὶ δαπανῆσαι, τὸ δὲ ὡς δεῖ καὶ ὅτε δεῖ καὶ πρὸς τίνα καὶ ὅσον καὶ τίνος ἕνεκα, ὅπερ ἐστὶ τὸ μέσον, καὶ τὸ εὖ καὶ σπάνιον καὶ ἐπαινετὸν καὶ καλόν, τοῦτο δὲ οὐ ῥᾴδιον οὐδὲ τοῦ βουλομένου παντός.1 διὰ τοῦτο προσήκει τὸν βουλόμενον σπουδαῖον γενέσθαι καὶ ζητοῦντα τὸ μέσον πρῶτον φεύγειν πάσῃ δυνάμει τῶν ἄκρων τὸ μᾶλλον ἐναντίον τοῦ μέσου· δηλονότι, πρὸς ὃ μᾶλλον εὐκινητότερός ἐστι τῶν παρ’ ἑκάτερα τῆς μεσότητος κακῶν· καθάπερ καὶ ἡ Καλυψὼ παρῄνει τὸ τοῦ μὲν καπνοῦ καὶ κύματος ἐκτὸς ἔεργε νῆα·2 καὶ γὰρ ἁμαρτάνομεν μέν, πρὸς ὅπερ ἂν πέσοιμεν τῶν ἄκρων· ἀλλ’ οὐχ ὁμοίως· μείζων γὰρ ἔσται ἡ ἁμαρτία ἐν τῷ ἐναντιωτέρῳ τῶν ἄκρων ἢ ἐν τῷ ἧττον ἐναντίῳ. ἐπεὶ οὖν ἄκρως τοῦ μέσου τυχεῖν χαλεπόν, κατὰ τὸν δεύτερον, φασί, πλοῦν τὰ ἐλάχιστα τῶν κακῶν αἱρεῖσθαι προσήκει. τοῦτο δὲ ἔσται, εἰ διακείμεθα πρὸς τὰ ἄκρα τοῦτον τὸν τρόπον, ὃν ἔφην. δεῖ δὲ μὴ μόνον σκοπεῖν πρὸς ποῖον τῶν ἄκρων πεφύκαμεν οἱ ἄνθρωποι, ἀλλὰ καὶ αὐτὸς ἕκαστος ἡμῶν πρὸς ποῖον πέφυκε ζητητέον (ἄλλοι γὰρ πρὸς ἄλλα πεφύκαμεν)· γνωσόμεθα δὲ τοῦτο, ἐξετάσαντες τίσιν ἡδόμεθα καὶ τίσι λυπούμεθα. εὑρόντες δὲ πρὸς ποῖον τῶν ἄκρων πεφύκαμεν, ἐπὶ τὸ ἐναντίον αὐτοῦ διὰ σπουδῆς ἡμᾶς αὐτοὺς ἀφελκύσωμεν. φεύγοντες γὰρ σφόδρα τοῦτο τὸ ἄκρον εἰς τὸ μέσον ἥξομεν. ὥσπερ ποιοῦσιν οἱ τὰ διεστραμμένα τῶν ξύλων ὀρθῶσαι σπουδάζοντες· κλίνουσι γὰρ εἰς τοὐναντίον. μάλιστα δὲ τῶν ἄλλων παθῶν ἡ ἡδονὴ καὶ τὸ ἡδὺ βίαιον. καὶ διὰ τοῦτο πολλῆς χρεία τῆς ἀκριβείας καὶ τὴν ἀπάτην πάντα τρόπον φυλάττεσθαι δεῖ, ὅτε τὴν πονηρὰν τῆς ἀγαθῆς ἡδονῆς ἐθέλομεν διακρίνειν· χαλεπὸν γὰρ ἀδέκαστον εἶναι τῶν τοιούτων κριτήν· ὅπερ οὖν οἱ δημογέροντες τῶν Τρώων πρὸς τὴν Ἑλένην ἔπαθον, καλὴν μὲν εἰπόντες αὐτὴν καὶ τοῦ κάλλους θαυμάσαντες, ψηφισάμενοι δὲ καὶ οὕτως ἔχουσαν ἀποπέμψαι πρὸς τοὺς Ἕλληνας, τοῦτο δεῖ παθεῖν καὶ ἡμᾶς πρὸς τὴν ἡδονήν. οὕτω γὰρ αὐτὴν ἀποπεμπόμενοι ἧττον ἁμαρτησόμεθα. αὕτη ἐστὶν ἡ μέθοδος ὡς ἐν κεφαλαίῳ καὶ τύπῳ, δι’ ἧς μάλιστα τυχεῖν δυνησόμεθα τῆς μεσότητος. καὶ οὕτω δὲ ὅμως χαλεπόν ἐστι, καὶ μάλιστα ἐν τοῖς μερικοῖς. οὐ γὰρ ὡρισμένη τίς ἐστιν ἡ κρίσις τούτων ἀλλὰ ἄλλοτε ἄλλη· ἐπεὶ μηδὲ αὐτὰ ὡρισμένα, οἷον τὸ ὀργισθῆναι· οὐ γὰρ ῥᾴδιον διορίσαι τίσι καὶ πῶς καὶ πότε ὀργιστέον· καὶ γὰρ ἡμεῖς ἀπὸ τοῦ καιροῦ κρίνοντες καὶ τῶν ἄλλων περιστάσεων ἄλλοτε ἄλλα ἀποφαινόμεθα· καὶ ποτὲ μὲν τοὺς ἐλλείποντας ἐπαινοῦμεν καὶ πράους φαμέν, ποτὲ δὲ τοὺς ὑπερβάλλοντας ὀργῇ καὶ καλοῦμεν ἀνδρώδεις. ἀλλ’ ὁ μὲν μικρὸν τῆς μεσότητος ἐκκλίνας οὐ ψέγεται· καὶ γὰρ οὔτε ὑπερβάλλειν οὔτε ἐλλείπειν δοκεῖ· ψέγεται δὲ ὁ τοσοῦτον τῆς μεσότητος παρακλίνας, ὅσον μὴ λαθεῖν.3 τὸ δὲ μέχρι τίνος καὶ ἐπὶ πόσον τοῦ ὀρθοῦ παρεκβάντες ψεγόμεθα, οὐκ ἔστιν ἑνὶ καθολικῷ διορίσασθαι λόγῳ, ἐπεὶ μηδὲ ἄλλο μηδέν, ὅπερ ἐν τοῖς μερικοῖς εὑρίσκεται καὶ ἄλλοτε ἄλλως ἔχει· ἡ γὰρ τούτων κρίσις μερικῶς καὶ αἰσθήσει γίνεται. φαίνεται τοίνυν, ὅτι ἐν πᾶσιν ἡ μέση ἕξις ἐπαινετή. δεῖ δέ, καθὼς εἴρηται, ἀποκλίνειν ποτὲ μὲν ἐπὶ τὴν ὑπερβολήν, ποτὲ δὲ ἐπὶ τὴν ἔλλειψιν, δηλονότι ἐπὶ ταύτην τῶν ἀκροτήτων, ἥτις ὁμοιοτέρα ἐστὶ τῇ μεσότητι. οὕτω γὰρ ῥᾷστα τῆς μεσότητος τευξόμεθα καὶ τοῦ ἀγαθοῦ.
论如何最能达致中道。第八章论如何最能达致中道。第八章。 那么,伦理德性是两种恶德——一种出于过度,一种出于不及——之间的中道,因为它总是在情感和行为中寻求中间,这一点已经说得十分充分了。然而,懂得把握中间并成为高尚者乃是一件艰巨之事。因为在任何事情上寻找中间都是困难的,正如并不是任何人都能找到圆的中间,亦即圆心,而唯有懂得几何学的人才能做到;情感和行为的情况也是如此。因为发怒是容易的,给予金钱和花销也是容易的;但在应当如此的方式、应当如此的时间、对应当的人、到应当的程度、为了应当的目的去做——这正是中间,也是良好、罕见、值得称赞和高尚的——这却不容易,也不是任何愿意的人都能做到的。正因如此,凡是希望成为高尚者并寻求中间的人,理当首先竭尽全力避开两极端中更与中道相反的那一端;换言之,即在位于中道两边的恶德中,自己更容易被引向的那一端;正如卡吕普索也曾劝告说:“使船避开烟雾和波涛”。因为无论我们落入两极端的哪一端,我们固然都在犯错;但并非同样如此;因为在更相反的极端中的错误,要大于在较不相反的极端中的错误。因此,既然极精准地达致中间是困难的,那么正如俗话所说,按照“次优航程”,应当选取诸恶中之最小者。如果我们以我所说的这种方式对待两极端,这就会实现。但我们不仅应当考察我们人类生来倾向于两极端的哪一端,而且我们每个人自己生来倾向于哪一端也必须探究(因为不同的人本性倾向于不同的事物);当我们审视我们在哪些事物中感到快乐、在哪些事物中感到痛苦时,我们就会知道这一点。而一旦发现我们生来倾向于两极端的哪一端,我们就当尽力将自己拽向其相反的一端。因为通过用力避开这一极端,我们就会到达中间。正如那些致力于矫正弯曲木材的人所做的那样;因为他们将木材扳向相反的方向。然而在其余的情感中,快乐和使人愉悦的事物最为狂暴。正因如此,需要极大的精确性,而且当我们希望辨别恶的快乐与善的快乐时,必须千方百计防范欺骗;因为在此类事情上做一个不受贿赂的裁判者是困难的。因此,正如特洛伊的长老们对待海伦所经历的那样——他们一方面称赞她美丽并惊叹于她的美貌,另一方面却表决即便她如此也当将她送还给希腊人——我们在对待快乐时也必须如此行事。因为通过如此将它送走,我们犯的错就会较少。这便是概括和勾勒出的方法,通过它我们将最能达致中道。即使如此,这依然是困难的,尤其是在具体个别的事例中。因为对这些事情的判断并非确定不变的,而是因时而异的;因为事物本身也不是确定不变的,比如发怒;因为要规定对何人、如何以及何时应当发怒并不容易。事实上,我们自己根据时机和其他境况,在不同时候也会作出不同的断言;有时我们称赞有所不及的人并称他们温和,有时则称赞在愤怒中过度的人并称他们具有男子气概。但是,稍微偏离中道的人不会受到责难;因为他既不显得过度也不显得不及;然而,偏离中道达到无法不被察觉的程度的人则会受到责难。但是,我们偏离正确达到什么程度和多大范围才会受到责难,并不能用单一的普遍原则来规定,正如在具体个别事物中发现的、因时而异的其他任何事物都无法如此规定一样;因为对这些事情的判断是个别做出的,并且是凭感觉做出的。由此可见,在所有事情中,中间的品质都是值得称赞的。但正如已经说过的那样,有时必须偏向过度,有时必须偏向不及,换言之,偏向两极端中与中道更相似的那一端。因为只有这样,我们才能最容易地达致中道与善。
- 2.τοῦτο δὲ οὐ ῥᾴδιον οὐδὲ τοῦ βουλομένου παντός
属格短语 τοῦ βουλομένου παντός 是作表语用的属格(表示所有、属性或能力),意为“也不是任何愿意的人所能做到的”。
- 2.παρῄνει τὸ τοῦ μὲν καπνοῦ καὶ κύματος ἐκτὸς ἔεργε νῆα
中性单数宾格定冠词 τό 将接下来的整个诗句(引自荷马《奥德赛》12.219)名词化,作 παρῄνει 的直接宾语。此处沿袭亚里士多德(EN 1109a31)的做法,将奥德修斯对舵手的指示(源于喀耳刻的建议)归为了卡吕普索的劝告。
- 2.ὅσον μὴ λαθεῖν
此结构与前文的 τοσοῦτον 构成呼应,以 ὅσον + 不定词表示程度或结果(“达到不被人注意都不可能的程度”)。否定词 μή 是不定词通常所带的否定副词。
