- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:4.34-5.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
通过释述亚里士多德《尼各马可伦理学》第1卷第3章(1094b27–1095a13),阐明对生活行为的经验以及依理性而生活是探讨政治学的前提,因而缺乏经验的青年和顺从情欲生活的人皆不适宜作为其听众。
Ὅτι τὸν ἀκροατὴν τῶν περὶ τῆς πολιτικῆς λόγων ἔμπειρον Ὅτι τὸν ἀκροατὴν τῶν περὶ τῆς πολιτικῆς λόγων ἔμπειρον εἶναι δεῖ τῶν κατὰ τὸν βίον πράξεων. κεφ. δʹ. Ἡ μὲν οὖν προσήκουσα κρίσις τῶν λόγων τοιαύτη. κρινεῖ δὲ ἐκεῖνα καλῶς ἕκαστος ἃ καλῶς γινώσκει καὶ τούτων ἐστὶν ἀγαθὸς κριτής. ὥστε καὶ ἐπὶ τῆς πολιτικῆς ἐκεῖνος κρινεῖ καλῶς, ὃς πεπαιδευμένος ἐστὶ τὰ πολιτικὰ καὶ ἀπὸ τοῦ χρόνου πεῖραν ἔλαβεν αὐτῶν· καὶ ὁ μὲν ἔν τισι μερικοῖς πεπαιδευμένος ἐκεῖνα κρινεῖ καλῶς, ὁ δὲ περὶ πᾶν πεπαιδευμένος ἀξιόχρεως ἔσται περὶ πάντων κριτής. διὰ τοῦτο τῶν περὶ τῆς πολιτικῆς λόγων οὐκ ἔστιν ὁ νέος οἰκεῖος ἀκροατής· ἄπειρος γὰρ τῶν κατὰ τὸν βίον πράξεων. οἱ δὲ τῆς πολιτικῆς λόγοι, οἱ μὲν περὶ τούτων διαλαμβάνουσιν, οἱ δὲ ἐκ τούτων συμπεραίνονται. ἔτι δὲ οὔπω κατὰ λόγον ζῶν ἀλλ’ ἔτι πάθεσι καὶ ἀνέσει καὶ συνηθείᾳ ἀκολουθῶν ματαίως ἀκούσεται καὶ ἀνωφελῶς· οὐ γὰρ πρὸς τὸ τέλος ἀφικέσθαι δυνήσεται τῶν λόγων καὶ τὸ ἦθος ἀμεῖψαι καὶ κατὰ λόγον ζῆν, ὑπὸ τῆς συνηθείας ἔτι κρατούμενος. τὸ γὰρ τέλος τῶν τοιούτων λόγων οὐ γνῶσις ἀλλὰ πρᾶξις. οὐ μόνον δὲ ὁ νέος ἀλλὰ καὶ ὁ νεαρὸς τὸ ἦθος, εἰ καὶ τὴν ἡλικίαν ὑπερέβη τῶν νέων, ὁμοίως ἀνωφελῶς ἀκούσεται τῶν περὶ τῆς πολιτικῆς λόγων, ζῶν ἔτι τὴν προσήκουσαν τοῖς νέοις ζωήν. καὶ γὰρ καὶ τῷ νέῳ τὴν ἡλικίαν οὐ παρὰ τὸν χρόνον ἡ ἔλλειψις1 ἀλλὰ διὰ τὸ μὴ λογισμῷ διοικεῖσθαι ἀλλὰ κατὰ πάθος ἔτι ζῆν καὶ κατὰ πάθος πάντα ζητεῖν. τοῖς γὰρ τοιούτοις ἡ γνῶσις τῶν λόγων τούτων ἀνωφελής, καθάπερ τοῖς πάντη ἀκολάστοις καὶ περὶ τὰς ἡδονὰς ἀκρατέσι. τοῖς δὲ κατὰ λόγον τὰς ὀρέξεις ποιουμένοις καὶ πράττουσι πολλὴν ὠφέλειαν φέρει τὸ περὶ τῶν τοιούτων λόγων εἰδέναι. ἐν ἐκείνοις γὰρ ὁ λογισμός, ἃ νοήσει δέοντα παρὰ τούτων τῶν λόγων καὶ δυνήσεται ποιεῖν2 τῆς τῶν παθῶν δουλείας ἀπηλλαγμένος καὶ δυνάμενος ἤδη τῇ ἰδίᾳ χρῆσθαι δυνάμει.
关于政治学讨论的听众必须对生活中的行为富有经验。第4章。 因此,对言论的适切评判便是如此。每个人都将很好地评判自己深知的事物,并且是这些事物的良好评判者。故而在政治学中,那受过政治事务的教养并随着岁月获得了其经验的人,也将做出良好的评判;而在某些具体事务上受过教养的人将很好地评判那些具体事务,受过全面教养的人则将成为关于一切事物的合格评判者。因此,年轻人并不是政治学讨论的适宜听众;因为他对生活中的行为缺乏经验。而政治学的论述,一部分是探讨这些〔行为〕,另一部分则是从这些〔行为〕中得出结论。再者,由于他尚未依照理性生活,而是依旧顺从情欲、放纵与习性,他听闻这些便将是徒劳且无益的;因为他仍受制于习性,将无法达到这些讨论的目的,无法转变品性并依照理性生活。因为此类讨论的目的不是知识,而是行为。不仅年轻人如此,就连品性幼稚的人,即使其年龄已超过年轻人的阶段,也同样将无益地听闻关于政治学的讨论,因为他仍然过着适合年轻人的生活。因为对于在年龄上年轻的人而言,其缺陷也不在于时间,而在于不受理性支配,而是仍然顺从情欲生活并依照情欲追求一切。因为对这样的人而言,关于这些讨论的知识是无益的,正如对完全放荡以及在快乐上不能自制的人无益一样。但对于依照理性形成欲望并行事的人来说,通晓此类讨论则会带来极大的益处。因为在那些人当中,理性摆脱了情欲的奴役,且已经能够运用自身固有的能力,对于将从这些讨论中领会为应当做的事,它也将能够付诸实践。
- 1.οὐ παρὰ τὸν χρόνον ἡ ἔλλειψις
前置词 παρά 接宾格(τὸν χρόνον)表示原因(“非因时间之故”)。该句省略了存在动词 ἐστί,构成名词谓语句,其所属/关涉对象为前面的与格短语 τῷ νέῳ τὴν ἡλικίαν(“对于年龄尚轻的人来说”)。
- 1.ἐν ἐκείνοις γὰρ ὁ λογισμός, ἃ νοήσει δέοντα παρὰ τούτων τῶν λόγων καὶ δυνήσεται ποιεῖν
主语为 ὁ λογισμός,主谓核心为 δυνήσεται ποιεῖν,其宾语是前置的关系从句 ἃ νοήσει δέοντα παρὰ τούτων τῶν λόγων(“从这些讨论中所知应当做的事”)。δυνήσεται 前的 καί 起到副词性/关联性的并列作用,连接 νοήσει 与 δυνήσεται(“既领会……亦能够行之”)。
