- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:5.23-6.37
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节转述《尼各马可伦理学》第一卷第四章,确立政治学的最终目的是人们普遍认同的幸福,并梳理关于幸福本质的分歧观点。随后他依据四因说论证,探究不应当从本性上可知的本原出发,而应当从对我们而言易于知晓的实践与结果出发。
Ὅτι τῆς πολιτικῆς τέλος ἐστὶν ἡ εὐδαιμονία καὶ ὅτι ἐπιγνω 9 Ὅτι τῆς πολιτικῆς τέλος ἐστὶν ἡ εὐδαιμονία καὶ ὅτι ἐπιγνωσόμεθα αὐτὴν τίς ἐστιν ἀπὸ τῶν πράξεων τῆς πολιτικῆς. κεφ. εʹ. Ὁποῖον μὲν οὖν εἶναι δεῖ τὸν ἀκροατὴν τῶν περὶ τῆς πολιτικῆς λόγων καὶ πῶς κρίνειν δεῖ καὶ ἀποδέχεσθαι τοὺς λόγους καὶ τί τὸ προκείμενον ἡμῖν ἐν τῷ παρόντι, ἱκανῶς ἐπροοιμιασάμεθα. ἀναλαβόντες δὲ τὸν λόγον λέγωμεν ἤδη· ἐπειδὴ πᾶσα γνῶσις καὶ προαίρεσις ἀγαθοῦ τινος ἐφίεται, τί ἐστιν οὗ λέγομεν τὴν πολιτικὴν ἐφίεσθαι; καὶ πασῶν πράξεων ἐπί τι ἀγαθὸν φερομένων, καθὼς εἴρηται, πρὸς τί αὕτη φέρεται; καὶ τί τὸ πάντων ἀκρότατον τῶν πρακτικῶν 〈ἀγαθῶν〉, ὃ τέλος ἐστὶ τῆς πολιτικῆς; τὸ μὲν οὖν ὄνομα αὐτοῦ ἓν παρὰ τῶν πλείστων καὶ τὸ αὐτὸ λέγεται καὶ ἐν τούτῳ καὶ οἱ πολλοὶ καὶ οἱ βέλτιστοι τῶν ἀνθρώπων συμφωνοῦσιν. εὐδαιμονίαν γὰρ αὐτὸ ὀνομάζουσι πάντες. τὸ δὲ εὖ ζῆν καὶ εὖ πράττειν ταὐτὸν ὑπολαμβάνουσι τῷ εὐδαιμονεῖν. περὶ δὲ τοῦ τί ἐστιν ἡ εὐδαιμονία ἀμφισβητοῦσι καὶ οὐχ ὁμοίως τοῖς πολλοῖς οἱ σοφοὶ λέγουσι περὶ αὐτῆς. οἱ πολλοὶ γὰρ ἕν τι τῶν ἐναργῶν καὶ δοκούντων ἀγαθῶν τὴν εὐδαιμονίαν φασίν, οἷον ἡδονὴν ἢ πλοῦτον ἢ τιμήν· ἄλλοι δὲ ἄλλο τοιοῦτον. καὶ πολλάκις δὲ ὁ αὐτὸς οὐκ ἀεὶ τὸ αὐτὸ εὐδαιμονίαν ὀνομάζει, ἀλλὰ νῦν μὲν τοῦτο, νῦν δὲ ἐκεῖνο· νοσήσας μὲν γὰρ τὴν ὑγίειαν, πενόμενος δὲ πλοῦτον, καὶ ὅλως ἀεὶ οὗ νῦν ἐπιθυμεῖ τις, εὐδαιμονίαν ὀνομάζει. οἱ δὲ σοφίας ἐρῶντες, ὧν ἑαυτοῖς συνίσασιν ἀγνοοῦσιν,1 ἐφίενται μανθάνειν καὶ τοὺς μέγα τι καὶ ὑπὲρ αὐτοὺς λέγοντας θαυμάζουσιν. ἔνιοι δὲ ἐνόμισαν παρὰ τὰ πολλὰ ταῦτα ἀγαθὰ ἄλλο τι ἀγαθὸν εἶναι τὴν εὐδαιμονίαν, καθ’ ἑαυτὸ ὑφεστὸς, ὃ καὶ τοῖς ἄλλοις αἴτιον εἶναι τῆς ἀγαθότητος.2 ἁπάσας μὲν οὖν ἐξετάζειν τὰς περὶ τῆς εὐδαιμονίας δόξας μάταιον ἴσως ἐστίν· ἱκανὸν δέ ἐστιν εἰ ἐξετάσομεν τὰς ἐπὶ τὸ πολὺ καὶ ὑπὸ πλειόνων νομιζομένας ἢ δοκούσας ἔχειν τινὰ λόγον. ἐπεὶ δὲ περὶ ἀρχῆς ὁ λόγος (ἀρχὴ γὰρ καὶ αἰτία ἐστὶ τὸ τέλος τῶν πράξεων· δι’ ἐκεῖνο γάρ τι πράττομεν), ζητητέον, πῶς δεῖ ποιήσασθαι τὸν περὶ αὐτῆς λόγον· ἔχει γὰρ διαφοράν. καὶ πρῶτον περὶ τῶν αἰτίων μικρὸν διαληψόμεθα. τῶν γὰρ αἰτίων τὸ μὲν τελικόν ἐστι, τὸ δὲ εἰδικόν, τὸ δὲ ὑλικόν, τὸ δὲ ποιητικόν. καὶ ποιητικὸν μὲν ἡ ἐνέργεια τοῦ τεχνίτου, ὑλικὸν δὲ τὰ ξύλα καὶ οἱ λίθοι ἐξ ὧν ἡ οἰκία, εἰδικὸν δὲ τὸ εἶδος τῆς οἰκίας, τελικὸν δέ, δι’ ὃ ἡ οἰκία γέγονεν. ἐπεὶ δὲ ταῦτα αἴτιά εἰσι τοῖς πράγμασι τοῦ εἶναι, αἴτιά εἰσι καὶ τῆς γνώσεως αὐτῶν καὶ δι’ αὐτῶν δύνανται ἐκεῖνα γινώσκεσθαι. ἐὰν γάρ τις εἰδῇ τὴν τέχνην τοῦ τεχνίτου, καθ’ ἣν τὴν οἰκίαν ἐδημιούργησεν, εἴσεται τὴν οἰκίαν ἢ ἀγαθὴν ἢ φαύλην, ὅσον τῇ τέχνῃ προσῆκε· καὶ ὁ τὴν ὕλην εἰδὼς καὶ ὁ τὸ εἶδος, ὁμοίως. πάλιν δὲ γινώσκοντες τί τὸ τέλος αὐτῆς, εἰσόμεθα ἢ ἀγαθὴν ἢ φαύλην. συμβαίνει δὲ καὶ τὸ ἀνάπαλιν, ἀπὸ τοῦ εἰδέναι τὸ ἀποτέλεσμα τὰς αἰτίας γινώσκειν· ὁ γὰρ εἰδὼς τὴν οἰκίαν τὴν τέχνην εἴσεται τοῦ τεχνίτου, καὶ τὰ ἄλλα ὁμοίως. ὥστε τοὺς λόγους διχῶς ἀνάγκη γίνεσθαι· ἢ ἀπὸ τῶν ἀποτελεσμάτων τὰς ἀρχὰς ἀποδεικνύναι, ἢ ἀπὸ τῶν ἀρχῶν τὰ ἀποτελέσματα. χρησόμεθα δὲ ἑκατέρᾳ τῶν μεθόδων κατὰ καιρόν. καὶ ἀπὸ μὲν τῶν ἀρχῶν ἀποδείξομεν, ὅταν αὗται δῆλαι ὦσιν· τὸ δὲ ἀνάπαλιν, ὅταν τὰ ἀποτελέσματα φανερώτερα ᾖ. διὰ τοῦτο καὶ Πλάτων καλῶς ἐζήτει τοῦτο καὶ ἠπόρει, ὡς οὐκ ἀδιάφορον ὂν ἐπὶ παντός, πότερον ἀπὸ τῶν ἀρχῶν ἡ προσήκουσα τῆς ἀποδείξεως ὁδὸς ἢ ἐπὶ τὰς ἀρχάς, ὥσπερ ἐν σταδίῳ ἀπὸ τῶν ἀθλοθετῶν ἐπὶ τὸ πέρας ἢ τὸ ἀνάπαλιν. διττῆς οὖν οὔσης τῆς ὁδοῦ, πόθεν ἡμῖν ἀρκτέον; ἢ δῆλον ὅτι ἀπὸ τῶν ἀποτελεσμάτων,3 δηλονότι τῶν πολιτικῶν πράξεων, ὧν ἀρχὴ καὶ αἴτιον τὸ πολιτικὸν τέλος ἐστί. δεῖ γὰρ ἀπὸ τῶν γνωρίμων ἄρξασθαι οὐ τῇ φύσει ἀλλ’ ἡμῖν. φύσει μὲν γὰρ γνώριμα λέγονται αἱ ἀρχαὶ καὶ τὰ αἴτια· ἐκεῖνα γὰρ ἡ φύσις πρότερα παρίστησι καὶ πρὸς ἐκεῖνα πρώτως ὁρᾷ. ἡμῖν δὲ τὰ ἀποτελέσματα γνώριμα, ὅθεν ἀρκτέον· οὕτω γὰρ σαφὴς ἔσται ὁ λόγος ἀπὸ τῶν ἡμῖν γνωρίμων γινόμενος.
关于政治学的目的是幸福,以及我们将从政治学的行动中认识它是什么。第5章。 关于讨论政治学的听众应当是何种人、应当如何评判和接受这些言论,以及摆在我们眼前当下的课题是什么,我们已经作了充分的前言。重拾论题,让我们现在就说:既然一切知识与抉择都希求某种善,那么我们所说的政治学所希求的究竟是什么?既然正如所言,一切实践都趋向于某种善,那么这门[政治学]趋向于什么?在一切可付诸实践的[诸善]中,作为政治学目的的最高者又是什么?关于它的名称,大多数人道出的乃是单独且同一的一个词,在这一点上,大众与最优秀的人们都彼此一致。因为所有人都称它为幸福。他们认为生活得好与行动得好与幸福是一回事。然而关于幸福是什么,他们却有争议,智者们谈论它时与大众并不相同。因为大众宣称幸福是某种显而易见且被公认的善物之一,例如快乐、财富或荣誉;不同的人又说是不同的此类事物。甚至同一个人也往往并不始终把同一事物称为幸福,而是时而称这个,时而称那个:生病时[称]健康,贫困时[称]财富,总之凡是一个人当下所欲望之物,他总是称之为幸福。而那些热爱智慧的人,则希求学习他们自知自己所无知的事物,并且景仰那些谈论某种伟大且超出他们理解之事的人。还有一些人认为,在这许多善物之外,幸福是某种另立的、独立自存的善物,它也是其他事物之善的原因。考察所有关于幸福的见解或许是徒劳的;如果考察那些普遍流行的、被多数人认定的,或者看似具有某种合理根据的见解,就足够了。既然论述是关于本原的(因为行动的目的就是本原与原因;因为我们为了它才行某事),就必须探究应当如何展开关于它的论述;因为这具有重大区别。首先我们将简略讨论诸原因。因为在诸原因中,一种是目的因,一种是形式因,一种是质料因,一种是动力因。动力因是匠人的活动,质料因是构成房屋的木石,形式因是房屋的形式,而目的因则是房屋赖以生成的目的所在。既然这些是事物得以存在的原因,它们便也是认识这些事物的原因,通过它们,那些事物便能够被认识。因为如果有人知晓匠人建造房屋所依凭的技艺,他就会在关涉技艺的限度内知晓那房屋是优良还是拙劣;知晓质料者与知晓形式者亦复如是。再者,若认识了它的目的是什么,我们也会知晓它是优良还是拙劣。反向的情形同样也会发生,即从知晓结果进而认识诸原因;因为知晓房屋的人就会知晓匠人的技艺,其余各项亦然。因此论述必然以两种方式展开:要么从结果论证诸本原,要么从诸本原论证结果。我们将在适宜之时运用这两种方法中的每一种。当诸本原显明时,我们将从本原出发进行论证;而当结果更为清晰可见时,则反向而行。因此柏拉图也正确地探究了这一点并感到疑难,认为在一切事物上这绝非无关紧要:究竟论证的适切路径是从诸本原出发,还是走向诸本原,宛如在跑道上从裁判处走向折返点,抑或反向而行。既然路径有两条,那么我们当从何处开始?难道不是显然[当]从结果[开始],亦即从政治实践开始吗?政治的目的正是这些实践的本原与原因。因为必须从已知的事物出发,不是就本性而言已知,而是对我们而言已知。因为就本性而言已知的被称为诸本原与诸原因;自然将那些呈现为先在者,并且首先着眼于那些。但对我们而言,结果乃是已知的,我们必须由此开始;因为论述唯有从对我们而言已知的事物展开,才会变得清晰明确。
- 1.ὧν ἑαυτοῖς συνίσασιν ἀγνοοῦσιν
意为“他们自知自己所无知的事物”。惯用表达 σύνοιδα ἐμαυτῷ 带与格分词(此处为 ἀγνοοῦσιν),意为“自知自己处于……状态”。关系代词 ὧν 呈现格同化现象,要么受到省略的属格先行词(τούτων)的吸引,要么是由动词 ἀγνοέω 所支配的原宾格宾语(ἃ)牵引同化为属格。
- 1.ὃ καὶ τοῖς ἄλλοις αἴτιον εἶναι τῆς ἀγαθότητος
关系从句中的不定式(αἴτιον εἶναι)。主句意念动词(ἐνόμισαν)所引导的宾格加不定式结构在句法上延伸到了从属的关系从句之中,从而以不定式(εἶναι)取代了限定动词(ἐστί),属于间接引语在从句中的不定式同化用法。
- 1.ἢ δῆλον ὅτι ἀπὸ τῶν ἀποτελεσμάτων
对紧接在前的疑问句“πόθεν ἡμῖν ἀρκτέον;(我们当从何处开始?)”的自问自答。连词 ἤ 引出修辞性的自答,在 δῆλον ὅτι 之后承接前句省略了述谓动词 ἀρκτέον(当开始)。
