← 普鲁萨的赫里奥多罗斯

亚里士多德《尼各马可伦理学》释义

§3.31-4.33

政治学中所要求的精确度与论证界限

本节论证了由于政治学所关涉的高尚、正义与诸善具有极大的变异性,因而不能寻求数学式的绝对精确性,而应根据质料的性质满足于概略与大致如此的论证,这也是受过教养之人的特征。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1

Ὅτι οὐ δεῖ ἀκριβεστάτην ἀπόδειξιν ἐν τοῖς περὶ τῆς πολιτικῆς Ὅτι οὐ δεῖ ἀκριβεστάτην ἀπόδειξιν ἐν τοῖς περὶ τῆς πολιτικῆς λόγοις ζητεῖν, ὅτι οὐ δίδωσιν ἡ κατ’ αὐτὴν ὕλη. κεφ. γʹ. Λέγειν δὲ περὶ τούτου τοῦ τέλους προθυμουμένοις ἱκανὸς ἂν γένοιτο περὶ αὐτοῦ λόγος ὁ τῇ ὑποκειμένῃ ὕλῃ προσήκων· οὐ γὰρ ὁμοίως ἐν πᾶσι λόγοις τὸ ἀκριβὲς ζητήσομεν. οὐ γὰρ δυνατὸν ἐπὶ πάσης ὕλης ὁμοίως τὴν ἀκριβεστάτην ἀλήθειαν εὑρεῖν. ἀλλ’ ἐν μὲν τοῖς μαθηματικοῖς ἅτε ἀναγκαίαν ἔχουσιν ὕλην καὶ ἀεὶ ὡσαύτως ἔχουσαν, ἀμιγὴς ἡ ἀλήθεια καὶ οὐδὲν, ἡ ὕλη κωλύει τὸ ἀκριβές, ἐν δὲ τοῖς ἄλλοις, ἐν οἷς τὰ ὑποκείμενα οὐκ ἀναγκαῖα οὐδὲ ἀεὶ ὁμοίως ἔχει, ἀρκετός ἐστι λόγος ὁ ἀπὸ τῶν ὡς ἐπὶ τὸ πλεῖστον συνάγων. οὕτω δὲ καὶ ἐπὶ τῶν δημιουργικῶν τεχνῶν ἔχει· τὸ γὰρ τεχνητὸν εἶδος οὐχ ὁμοίως ἐφαρμόζει ταῖς ὕλαις, ἀλλ’ ἐν μὲν ταῖς ἐπιτηδειοτέραις ἀκριβέστερον, ἐν δὲ ταῖς ἑτέρως ἐχούσαις οὐχ ὁμοίως· 〈τὸ γὰρ ἀνθρώπινον εἶδος οὐχ ὁμοίως ἐφαρμόσει〉 ταῖς ὕλαις ὅ τε πλάστης καὶ ὁ ζωγράφος· ὁ μὲν γὰρ ζωγράφος καὶ τὸ χρῶμα παρίστησι καὶ ὄγκον τινὰ δοκεῖ μιμεῖσθαι καὶ διάστασιν (ἡ γὰρ ὕλη συγχωρεῖ), ὁ δὲ πλάστης τὸν μὲν ὄγκον ἐφαρμόζει τῇ ὕλῃ, τὸ χρῶμα δὲ ἀπὸ τῆς ὕλης οὐκ ἔχει δεῖξαι· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν. διὰ τοῦτο οὐ τὴν αὐτὴν ἀκρίβειαν παρὰ πάσης τέχνης ἀπαιτεῖν δεῖ, ἀλλ’ ὅσην ἡ ὕλη δίδωσι· τοιαύτη δέ ἐστι καὶ ἡ τῆς πολιτικῆς ὕλη πρὸς τὴν ἀλήθειαν. τὰ γὰρ καλὰ καὶ τὰ δίκαια, περὶ ὧν ἡ πολιτικὴ σκοπεῖ καὶ ἅπερ ὕλην ποιεῖται, τοσαύτην ἔχει διαφορὰν καὶ πλάνην, ὥστε καὶ δοκεῖ μὴ τὸ καλὸν φύσει καλὸν εἶναι μηδὲ τὸ δίκαιον φύσει δίκαιον, ἀλλὰ θέσει τινὶ καὶ νόμῳ· καὶ διὰ τοῦτο τὸ κατὰ ἀλήθειαν καλὸν καὶ δίκαιον δυσχερές ἐστι τοῦ δοκοῦντος διελεῖν.1 οὐ μόνον δὲ ἀλλὰ καὶ αὐτὰ τὰ ἀγαθά, ἐξ ὧν δοκεῖ συνίστασθαι ἡ εὐδαιμονία, ἀνδρείαν λέγω ἢ πλοῦτον ἢ τοιοῦτόν τι, καὶ αὐτὰ πλάνην ἔχει πολλὴν διὰ τὸ πολλοῖς συμβαίνειν βλάβας ἀπ’ αὐτῶν. ἤδη γάρ τινες ἀπώλοντο διὰ πλοῦτον, ἕτεροι δὲ δι’ ἀνδρείαν. ἀγαπητὸν οὖν περὶ τοιούτων λέγοντας καὶ τοῦ ἐκ τούτων τέλους παχυλῶς καὶ ὡς ἐν τύπῳ τὴν ἀλήθειαν ἐνδείξασθαι· καὶ καθόλου περὶ τῶν ἐνδεχομένων ὡς ἐπὶ τὸ πολὺ λέγοντα καὶ τοῦ ἐκ τούτων τέλους ἱκανὸν ἂν εἴη τοιαῦτα καὶ συμπεραίνεσθαι. ὥσπερ δὲ ὁ περὶ τῆς πολιτικῆς λέγων οὐ δύναται ἀκριβεστέραν ἀλήθειαν εὑρεῖν ἢ ὅσην ἡ ὕλη δίδωσιν, οὕτω καὶ ὁ κρίνων τοὺς τοιούτους λόγους καλῶς ἂν κρίνοι, εἰ κατὰ τὸν ἴσον τρόπον μὴ ἀκριβεστέραν ἀλήθειαν ἀπαιτεῖ ἢ ὅσην ἡ ὕλη δίδωσιν, ἀλλὰ τὴν ἐνδεχομένην ἀποδέχεται· πεπαιδευμένου γάρ ἐστιν ἐπὶ τοσοῦτον τὸ ἀκριβὲς ἐπιζητεῖν καθ’ ἕκαστον γένος μεθόδου, ἐφ’ ὅσον ἡ τοῦ πράγματος φύσις ἐπιδέχεται. ἐν μὲν γὰρ τῷ τῶν μαθηματικῶν γένει, καθὼς εἴρηται, οὐδὲν ἐνδεχόμενον συγχωρήσει, ἐν δὲ τοῖς λογικοῖς ἢ τοῖς φυσικοῖς ἢ τοῖς ἄλλως ἔχουσιν οὐχ ὡσαύτως. παραπλήσιον γάρ ἐστι μαθηματικοῦ πιθανολογοῦντος ἀποδέχεσθαι καὶ ῥητορικὸν ἀποδείξεις ἀπαιτεῖν.2

Ὅτι οὐ δεῖ ἀκριβεστάτην ἀπόδειξιν ἐν τοῖς περὶ τῆς πολιτικῆς 关于不应在论及政治学的讨论中寻求最精确的证明,因为与其相适应的质料并不允许这一点。第3章。 对于渴望探讨这一目的的人来说,切合于所依据质料的讨论便足矣;因为我们并不会在一切讨论中同样地寻求精确性。因为要在所有质料上都同样地发现最精确的真理是不可能的。反之,在数学对象中,由于它们拥有必然且始终处于同一状态的质料,真理是纯粹无杂的,质料丝毫不妨碍精确性;但在其他对象中,其中所依据的事物并非必然,也并非始终处于同一状态,那么从大致如此的事物中得出结论的论述便已足够。而在制作性诸技艺中情形亦是如此;因为由技艺造就的形式并不会同样地适应于各种质料,而是在较为适宜的质料中更为精确,在处于其他状态的质料中则并非同样如此。因为雕塑家与画家并不会将人的形式同样地施加于质料上;因为画家既能表现色彩,又仿佛能摹仿某种体积与维度(因为质料允许如此),而雕塑家虽能将体积施加于质料,却无法依据质料展示出色彩;在其余技艺中亦是如此。因此,不应当向每一门技艺要求同样的精确性,而只需质料所容许的那样多;政治学的质料对于真理而言也是如此。因为政治学所考察且作为质料的高尚之事与正义之事,具有极大的差异与游移,以至于人们甚至认为高尚之物并非因本性而高尚,正义之物亦非因本性而正义,而是出于某种约定与法律;因此,将真正高尚与正义之物同仅仅显得如此之物区分开来,是极其困难的。不仅如此,就连幸福赖以构成的善本身——我指的是勇敢、财富或诸如此类之物——这些事物本身也包含着巨大的游移,因为许多人因它们而招致损害。实际上,以往就曾有人因财富而毁灭,另一些人因勇敢而毁灭。因此,对于探讨此类事物以及探讨源于这些事物的目的的人来说,粗略且以概略形式指出真理便当令人满意;并且普遍而言,对于探讨大致如此之事物以及探讨源于这些事物的目的的人来说,得出如此性质的结论便已足够。正如探讨政治学的人无法发现超出质料所容许程度的更精确的真理一样,评判此类言论的人若以同样的方式,不苛求超出质料所容许程度的更精确真理,而是接纳其所能容许的真理,便能做出良好的评判;因为在每一种研究类型中,只在事物的本性所容许的范围内探求精确性,乃是受过良好教养之人的特征。因为正如所说的那样,在数学门类中,人绝不会容许任何偶然之物,但在逻辑学、自然学或处于其他状态的领域中,则并非同样如此。因为接纳一个运用盖然说理的数学家,与向一个修辞学家要求严格证明,乃是彼此相当的事情。

语法注2 条
  1. 1.τοῦ δοκοῦντος διελεῖν

    τοῦ δοκοῦντος 是受动词不定式 διελεῖν(区分、分离开)支配的分离属格,意为“将真正高尚与正义之物同仅仅显现为如此之物区分开来”。

  2. 1.παραπλήσιον γάρ ἐστι μαθηματικοῦ πιθανολογοῦντος ἀποδέχεσθαι καὶ ῥητορικὸν ἀποδείξεις ἀπαιτεῖν

    在两个并列的不定式分句中体现了支配格的不对称结构:ἀποδέχεσθαι 支配带分词的人物属格(μαθηματικοῦ πιθανολογοῦντος),而 ἀπαιτεῖν 则支配双重宾格(表示人的 ῥητορικόν 与表示事物的 ἀποδείξεις)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:3.31-4.33