- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:38.17-39.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节基于《尼各马可伦理学》第二卷第八章,讨论中道(德性)与两极端(过度与不及的恶德)之间的对立关系,阐明两极彼此之间的对立大于它们对中道的对立,且由于事物本身的性质及人天生的倾向,某一极端比另一极端更与中道相对立。
Περὶ τῆς ἐναντιότητος τῶν παρ᾽ ἑκατέρων τῆς ἀρετῆς κακιῶν, Περὶ τῆς ἐναντιότητος τῶν παρ’ ἑκατέρων τῆς ἀρετῆς κακιῶν,1 ἥν τε πρὸς ἀλλήλας ἔχουσι καὶ πρὸς τὴν ἀρετήν. κεφ. ζʹ. Νῦν δὲ ἐροῦμεν περὶ τῆς ἐναντιότητος τῶν ἄκρων πρὸς ἄλληλα καὶ πρὸς τὴν μεσότητα. τριῶν γὰρ διαθέσεων οὐσῶν, μιᾶς μὲν ἀρετῆς, ἥτις μεσότης ἐστί, δύο δὲ κακιῶν, τῆς μὲν ὑπερβαλλούσης, τῆς δὲ ἐλλειπούσης, ἐν πάσαις ἐστί τις ἀντίθεσις· καὶ αἱ μὲν ἄκραι ἐναντίως ἔχουσι πρὸς ἀλλήλας, ἡ δὲ μέση πρὸς ἑκατέραν τῶν ἄκρων. ὥσπερ γὰρ τὸ ἴσον καὶ πρὸς τὸ μεῖζον ἀντικείμενόν ἐστι καὶ πρὸς τὸ ἔλαττον (τοῦ μὲν γὰρ μείζονος ἔλαττόν ἐστι, τοῦ δὲ ἐλάττονος μεῖζον), οὕτως αἱ μέσαι ἕξεις πρὸς μὲν τὰς ἐλλείψεις (ὑπερβολαί εἰσι, πρὸς δὲ τὰς ὑπερβολὰς ἐλλείψεις). ὃ καὶ ἐν πάθεσι καὶ ἐν πράξεσιν ὁμοίως ἔχει· ἐν πάθεσι μὲν ἀνδρεία μεσότης, ἐν πράξεσι δὲ ἡ κατὰ τὴν ἀνδρείαν πρᾶξις· καὶ διὰ τοῦτο ὁ ἀνδρεῖος πρὸς μὲν τὸν δειλὸν θρασὺς φαίνεται, πρὸς δὲ τὸν θρασὺν δειλός. ὁμοίως δὲ καὶ ὁ σώφρων πρὸς μὲν τὸν ἀναίσθητον ἀκόλαστος, πρὸς δὲ τὸν ἀκόλαστον ἀναίσθητος· ὁ δὲ ἐλευθέριος ἄσωτος μὲν πρὸς τὸν ἀνελεύθερον, πρὸς δὲ τὸν ἄσωτον ἀνελεύθερος. καὶ ὅλως ἑκάτερος τῶν ἄκρων τῷ ὀνόματι θατέρου τὸν μέσον καλεῖ· καὶ ὁ μὲν θρασὺς τὸν ἀνδρεῖον δειλὸν καλεῖ, ὁ δὲ δειλὸς θρασύν· καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. οὕτω δὲ τῶν ἄκρων πρὸς τὸ μέσον ἀντικειμένων, πρὸς ἄλληλα μείζων ἐστὶν αὐτῶν ἡ ἐναντιότης· πορρωτέρω γὰρ ἀλλήλων ἐστὶν ἢ τοῦ μέσου, καθάπερ τὸ μέγα καὶ τὸ μικρὸν πλέον ἀντίκειται πρὸς ἄλληλα ἢ τὸ μέσον, τὸ ἴσον δηλονότι. ἔτι πρὸς μὲν τὸ μέσον ἔστι τις ὁμοιότης ἐν ἑκατέρῳ τῶν ἄκρων, ὥσπερ τῇ θρασύτητι πρὸς τὴν ἀνδρείαν καὶ τῇ ἀσωτίᾳ πρὸς τὴν ἐλευθεριότητα, ἐν δὲ τοῖς ἄκροις οὐδεμία ἐστὶν ὁμοιότης, ἀλλὰ πλεῖστον ἀλλήλων διαφέρουσι· τὰ δὲ πλεῖστον ἀλλήλων ἀπέχοντα ἐναντία ὁρίζονται, ὥστε καὶ μᾶλλον ἐναντία τὰ μᾶλλον ἀλλήλων ἀπέχοντα. τὰ ἄκρα ἄρα πλέον ἀντίκειται πρὸς ἄλληλα ἢ πρὸς τὸ μέσον· οὐκ ἐπ’ ἴσης δὲ ἀντίκειται ἄκρων ἑκάτερον, ἀλλ’ ἐπί τινων μὲν ἡ ἔλλειψις πλέον ἀντίκειται πρὸς τὸ μέσον ἢ ἡ ὑπερβολή, ἐπί τινων δὲ ἡ ὑπερβολὴ μᾶλλον ἢ ἡ ἔλλειψις. νεύουσι γὰρ αἱ μεσότητες πρὸς τὸ ἕτερον τῶν ἄκρων πλέον ἢ πρὸς τὸ ἕτερον καὶ ὁμοιότεραί εἰσι ποτὲ μὲν ἐλλείψει ποτὲ δὲ ὑπερβολῇ, οἷον ἡ ἀνδρεία μᾶλλον ὁμοιοῦται τῇ θρασύτητι ἢ τῇ δειλίᾳ καὶ διὰ τοῦτο ἐναντιωτέρα ἐστὶ τῇ δειλίᾳ ἢ τῇ θρασύτητι. ἡ δὲ σωφροσύνη μᾶλλον ὁμοία ἐστὶ τῇ ἀναισθησίᾳ ἢ τῇ ἀκολασίᾳ καὶ διὰ τοῦτο ἐναντιωτέρα ἐστὶ τῇ ἀκολασίᾳ ἢ τῇ ἀναισθησίᾳ. ἔστι δὲ οὐ μόνον ἡ πρὸς τὸ ἕτερον τῶν ἄκρων ὁμοιότης αἰτία τῆς πρὸς τὸ ἕτερον ἐναντιότητος, ἀλλὰ καὶ ἐξ ἡμῶν αὐτῶν τὸ τοιοῦτον συμβαίνει. ἐπεὶ γὰρ ὁ πόλεμος τῷ σπουδαίῳ πρὸς τὰ ἄκρα γίνεται τὴν μεσότητα ζητοῦντι, πρὸς ὃ τῶν ἄκρων μείζων ἡ μάχη, ἐκεῖνο ἐναντιώτερον τῷ μέσῳ δοκεῖ.2 μείζων δὲ ἡ μάχη, πρὸς ὃ μᾶλλον πεφύκαμεν καὶ εἰς ὃ πλέον κινούμεθα, 〈ὥστε εἰς ὃ πλέον αὐτοὶ κινούμεθα,〉 ἐκεῖνο ἐναντιώτερόν ἐστι τῷ μέσῳ. καθάπερ τῶν τῆς σωφροσύνης ἄκρων πλέον εἰς ἀκολασίαν κινούμεθα ἢ εἰς ἀναισθησίαν, ὅτι πρὸς ἡδονὰς πεφύκαμεν μᾶλλον ἢ πρὸς τοὐναντίον· καὶ διὰ τοῦτο πρὸς τὴν ἀκολασίαν μείζων ὁ πόλεμος καὶ αὕτη ἐναντιωτέρα ἐστὶ τῇ σωφροσύνῃ ἢ ἡ ἀναισθησία. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἔχει.
论德性两边的恶德的对立,论德性两边的恶德相互之间以及对德性的对立。第七章。 现在我们将讨论两极端相互之间以及对中道的对立。因为既然存在三种品质——一种是德性,即中道;两种是恶德,一种是过度的,一种是不及的——在所有这些之中都存在某种对立;两极端相互之间是对立的,而中间品质则对两极端的每一端是对立的。正如相等之物既与较大者相对立,也与较小者相对立(因为它小于较大者,却大于较小者),同样,中间的品质相对于不及(是过度,相对于过度是不及)。这在情感和行为中同样如此:在情感中勇敢是中道,在行为中依循勇敢的行为是中道;正因如此,勇敢者相对于怯懦者显得鲁莽,相对于鲁莽者显得怯懦。同样,节制者相对于麻木者显得放荡,相对于放荡者显得麻木;慷慨者相对于吝啬者显得挥霍,相对于挥霍者显得吝啬。通常,两极端的每一端都以另一端的名字称呼中间者;鲁莽者称勇敢者为怯懦者,怯懦者则称其为鲁莽者;在其余各情况中也是同样。虽然两极端如此与中间者相对立,但它们相互之间的对立更为巨大;因为它们彼此之间的距离远于它们与中间者的距离,正如巨大与微小相互之间的对立大于它们与中间者——亦即相等者——的对立。此外,两极端的每一端与中间者之间都存在某种相似性,正如鲁莽之于勇敢,挥霍之于慷慨,但在两极端之间却毫无相似性,反而彼此相差极大;而彼此相距最远的事物被定义为相反者,因此相距越远的事物也越是相反。两极端相互之间的对立因而大于它们与中间者的对立;然而两极端的每一端并非均等地对立,而是在某些情况下不及比过度更与中间者对立,在某些情况下过度比不及更与中间者对立。因为中道偏向两极端之一多于另一端,有时更相似于不及,有时更相似于过度;例如勇敢更相似于鲁莽而非怯懦,因此它对怯懦的对立大于对鲁莽的对立。另一方面,节制更相似于麻木而非放荡,因此它对放荡的对立大于对麻木的对立。不仅对两极端之一的相似性是对另一端对立的原因,而且出于我们自身也会产生这种情形。因为对于寻求中道的高尚者而言,交战是针对两极端而发生的,两极端中针对哪一端的交战更为剧烈,那一端就显得更与中间者相反。而凡是我们更出于自然天性倾向的、我们更多被引向的方面,交战就越剧烈,〈因此凡是我们自己更多被引向的,〉那一端就更与中间者相反。正如在节制的两极端中,我们被引向放荡多于被引向麻木,因为我们生来更倾向于快乐而非其相反;正因如此,针对放荡的交战更为剧烈,而它比麻木更与节制相反。在其余各情况中也是同样。
- 2.τῶν παρ’ ἑκατέρων τῆς ἀρετῆς κακιῶν
介词短语 παρ’ ἑκατέρων(位于两边的)置于冠词 τῶν 与名词 κακιῶν 之间,作定语修饰 κακιῶν。复数形式 ἑκατέρων 指德性两侧各自的两端(即过度与不及)。
- 2.πρὸς ὃ τῶν ἄκρων μείζων ἡ μάχη, ἐκεῖνο ἐναντιώτερον τῷ μέσῳ δοκεῖ
由关系从句 πρὸς ὃ τῶν ἄκρων ... 前置、主句以指示代词 ἐκεῖνο 承接的相关句构。关系代词 ὃ 连同从句内部的部分属格 τῶν ἄκρων 构成了先行词的内并现象。
