← 普鲁萨的赫里奥多罗斯

亚里士多德《尼各马可伦理学》释义

§37.3-38.16

交际与情感方面的中道概述

作者概述了关乎微小荣誉的德性、愤怒中的温和、人际交往中的三种中道(真实、机智、友善)以及关涉情感的中道(羞耻、义愤)及其两极,并预告将在后续讨论正义与理智德性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2

Ὅτι οὐκ ἐν παντὶ πάθει ἢ πάσῃ πράξει μεσότης, καὶ κατὰ 62#2 ὡς δὲ ἐλέγομεν διαφέρειν τὰς περὶ τὰ χρήματα διαθέσεις, τὴν ἐλευθεριότητα δηλαδὴ καὶ μεγαλοπρέπειαν, τῷ τὴν μὲν ἐλευθεριότητα περὶ μικρὰ εἶναι, περὶ μεγάλα δὲ τὴν μεγαλοπρέπειαν,1 οὕτω καὶ περὶ τὴν τιμὴν ἔστι τις διάθεσις διαφέρουσα τῆς μεγαλοψυχίας τῷ τὴν μὲν περὶ μικρὰ εἶναι, τὴν δὲ μεγαλοψυχίαν περὶ μεγάλα. ἔστι γὰρ ὀρέγεσθαι τιμῆς ὡς δεῖ καὶ ἔστιν ὀρέγεσθαι πλέον ἢ προσήκει καὶ ἧττον τοῦ δέοντος· λέγεται γὰρ ὁ μὲν ὑπερβάλλων ταῖς ὀρέξεσι φιλότιμος καὶ ἡ διάθεσις φιλοτιμία, ὁ δὲ ἐλλείπων ἀφιλότιμος, ἡ δὲ διάθεσις ἀνώνυμος· ἡ δὲ μεσότης καὶ αὐτὴ ἀνώνυμος, ἥτις διαφέρει τῆς μεγαλοψυχίας τῇ εἰρημένῃ διαφορᾷ. καὶ διότι ἀνώνυμος ὁ μέσος, ἀπὸ τῶν ἄκρων ὀνομάζεται, διότι καὶ ἀμφοτέρων μετέχει,2 καὶ ποτὲ μὲν φιλότιμον αὐτὸν καλοῦμεν, ποτὲ δὲ ἀφιλότιμον· καὶ ποτὲ μὲν ἐπαινοῦμεν τὸν φιλότιμον, ποτὲ δὲ τὸν ἀφιλότιμον. τίνος δὲ χάριν τοῦτο ποιοῦμεν, ἐν τοῖς ἑξῆς ῥηθήσεται· νῦν δὲ περὶ τῶν λοιπῶν παθῶν λέγωμεν, ζητοῦντες ἐν ἑκάστῳ τὴν μεσότητα καὶ τὰ ἄκρα. ἔστι τοίνυν ἐν τῇ ὀργῇ μεσότης μὲν πραότης (ὁ γὰρ μέσος πρᾶος λέγεται), τὰ δὲ ἄκρα ἀνώνυμα. καλείσθω δὲ ἡ μὲν ὑπερβολὴ ὀργιλότης καὶ ὀργίλος ὁ ὑπερβάλλων, ἡ δὲ ἔλλειψις ἀοργησία καὶ ὁ ἐλλείπων ἀόργητος. εἰσὶ δὲ καὶ ἄλλαι τρεῖς μεσότητες, αἳ κατά τι μὲν κοινωνοῦσιν, ἔχουσι δὲ καὶ διαφοράν. τῶν γὰρ πράξεων καὶ λόγων, ἃ λέγομεν καὶ πράττομεν ἐν τῇ πρὸς τοὺς ἀνθρώπους κοινωνίᾳ, τὰ μὲν πρὸς ἀλήθειαν λέγομεν καὶ πράττομεν, τὰ δὲ πρὸς ἡδονήν· καὶ τῶν πρὸς ἡδονὴν τὰ μὲν παιδιᾶς λέγονται καὶ πράττονται χάριν, τὰ δὲ ἕνεκα τῆς λοιπῆς τῆς ἐν τῷ βίῳ ἡδονῆς· ὥστε τρεῖς εἶναι τὰς μεσότητας ἐξ ἀνάγκης. καὶ τῶν μὲν πρὸς ἀλήθειαν λεγομένων ἢ πραττομένων ἡ μεσότης καὶ ἀλήθεια ὀνομάζεται, τῶν δὲ πρὸς ἡδονὴν ἡ μὲν περὶ τὴν παιδιὰν εὐτραπελία, ἡ δὲ περὶ τὴν λοιπὴν ἡδονὴν φιλία. κοινωνοῦσι μὲν οὖν ἀλλήλαις, ὅτι πᾶσαί εἰσι περὶ λόγων καὶ πράξεων κοινωνίαν, διαφέρουσι δέ, ὅτι οὐ περὶ τὰ αὐτά, καθὼς εἴρηται. τὰ δὲ ἄκρα αὐτῶν ἀνώνυμα· ὀνοματοποιήσομεν δὲ καὶ ἐν αὐτοῖς σαφηνείας ἕνεκα καὶ τοῦ ῥᾳδίως τῷ λόγῳ παρακολουθεῖν τοὺς ἀκροωμένους. καλείσθω δὲ τὰ ἄκρα τῆς ἀληθείας ἡ μὲν ἐπὶ τὸ μεῖζον προσποίησις ἀλαζονεία καὶ ὁ ἔχων αὐτὴν ἀλαζών, ἡ δὲ ἐπὶ τὸ ἔλαττον εἰρωνεία καὶ εἴρων· τῆς δὲ εὐτραπελίας ἡ μὲν ὑπερβολὴ βωμολοχία καὶ ὁ ἔχων αὐτὴν βωμολόχος, ἡ δὲ ἐπὶ τὸ ἔλαττον ἀγροικία καὶ ὁ ἔχων ἄγροικος· τῆς δὲ φιλίας ὁ μὲν ὑπερβάλλων καὶ οὐδενὸς ἕνεκα ἄρεσκος καλείσθω, εἰ δὲ ἕνεκα τῆς αὑτοῦ ὠφελείας κόλαξ, ὁ δὲ ἐλλείπων καὶ ἄχαρις ἐν πᾶσι δύσερίς τις καὶ δύσκολος. οὐ μόνον δὲ ἐν τοῖς πάθεσιν αὐτοῖς ἀλλὰ καὶ ἐν τοῖς περὶ τὰ πάθη μεσότητές εἰσι, καθάπερ ἐπὶ τῆς αἰδοῦς φαίνεται. καὶ γὰρ ἡ αἰδὼς ἀρετὴ μὲν οὐκ ἔστιν, ἐπεὶ οὐκ ἔστι πάθους μεσότης, ἀλλὰ τῶν περὶ τὸ πάθος·3 τῶν ἐπαινουμένων δέ ἐστιν. ὁ γὰρ αἰδήμων ἐπαινεῖται καὶ παρ’ ἑκάτερα καὶ ὑπερβολὴν ἔχει καὶ ἔλλειψιν· καὶ αὐτὴ μεσότης ἐστί· καὶ ὁ μὲν ὑπερβάλλων αἰδοῖ καταπλὴξ καλεῖται, ὁ δὲ ἐλλείπων ἢ ὁ μηδὲ ὅλως αἰδούμενος ἀναίσχυντος, ὁ δὲ μέσος αἰδήμων. ἔστι δὲ καὶ ἐν τῇ λύπῃ μεσότης, ὅτε λυπεῖται ἐπὶ τοῖς παρὰ τὴν ἀξίαν εὐτυχοῦσιν, ἥτις νέμεσις καλεῖται. καὶ ὑπερβολὴ δέ ἐστι παρ’ ἑκάτερα καὶ ἔλλειψις· ὑπερβολὴ μέν, ὅταν τις ἐπὶ πᾶσι τοῖς εὐτυχοῦσι λυπῆται· καὶ ἡ τοιαύτη κακία φθόνος καλεῖται καὶ ὁ ἔχων φθονερός· ἔλλειψις δέ, ὅταν τις οὐ μόνον οὐ λυπῆται, ἀλλὰ καὶ χαίρῃ ἐπὶ τοῖς παρὰ τὴν ἀξίαν κακῶς πράττουσι· καὶ ὁ τοιοῦτος ἐπιχαιρέκακος καλεῖται καὶ ἡ ἔλλειψις ἐπιχαιρεκακία· τῆς δὲ μεσότητος νεμέσεως καλουμένης, ὁ ἔχων νεμεσητικὸς καλεῖται. ἀλλὰ περὶ μὲν τῆς μεσότητος καὶ τῶν ἄκρων καὶ μετὰ ταῦτα ἀκριβέστερον ἐροῦμεν. καὶ περὶ τῆς δικαιοσύνης, ἐπεὶ διπλῆ τίς ἐστι, καὶ δεῖ αὐτῇ μακροτέρων λόγων, νῦν μὲν οὐκ εὔκαιρον λέγειν, ἐν δὲ τοῖς ἑξῆς διελόντες περὶ ἑκατέρας διαληψόμεθα, πῶς μεσότητές εἰσι καὶ τίνων. ὁμοίως δὲ καὶ περὶ τῶν λογικῶν ἀρετῶν.

Ὅτι οὐκ ἐν παντὶ πάθει ἢ πάσῃ πράξει μεσότης, καὶ κατὰ 62#2正如我们曾说关乎财物的品质——亦即慷慨与大度——之不同,在于慷慨关乎微小的事物,而大度关乎重大的事物,同样,关乎荣誉也存在某种品质,它不同于矜持之处在于前者关乎微小的事物,而矜持关乎重大的事物。因为既有可能以应当的方式欲求荣誉,也有可能欲求超过所合宜的程度或少于所应当的程度。因为在欲求上过度的人被称为爱荣誉者,这种品质被称为爱荣誉;不及的人被称为不爱荣誉者,这种品质则是无名的;中道本身也是无名的,它凭借上述差异而不同于矜持。正因为中道之人是无名的,所以他从两极端得名,因为他也兼具两端,我们有时称他为爱荣誉者,有时称他不爱荣誉者;有时赞扬爱荣誉者,有时赞扬不爱荣誉者。我们出于何种原因这样做,将在下文中说明;但现在让我们讨论其余的情感,在每一种情感中寻求中道与两极端。因此,在愤怒中,中道是温和(因为中间者被称为温和者),而两极端则是无名的。不过,且称过度为易怒,过度者为暴躁者;不及为无怒,不及者为不怒者。还有其他三种中道,它们在某种程度上共通,但也具有差异。因为在我们与人交往中所说和所做的行为与言论中,有些是为了真实而说和做的,有些是为了快乐而说和做的;而在为了快乐的事物中,有些是出于嬉戏之故而说和做的,有些则是为了生活中其余的快乐;因此中道必然有三种。在为了真实而说或做的事物中,中道也被称为真实;在为了快乐的事物中,关乎嬉戏的是机智,关乎其余快乐的是友善。它们彼此共通,在于它们都关乎言论与行为的交往;但它们有所不同,在于如前所述它们并非关乎相同的事物。它们的两极端是无名的;但为了清晰起见,也为了让听者易于跟上论述,我们也在它们之中造出名称。且称真实的两极端中,往夸大方向的装假为夸耀,具有它的人为狂妄者;往贬抑方向的装假为自谦,具有它的人为自谦者;机智的两极端中,过度为打诨,具有它的人为小丑;往偏少方向的不及为粗野,具有它的人为粗鄙者;友善的两极端中,过度且不图任何好处的人且被称为迎合者,但若是为了自己的利益,则为谄媚者;在一切事上不及且令人不悦的人,则为好争辩者和难相处者。不仅在情感本身中,而且在关乎情感的事物中也存在中道,正如在羞耻上所显现的那样。因为羞耻并不是德性,既然它不是某种情感的中道,而是关乎情感之物的中道;但它是受赞扬的事物之一。因为知羞耻的人受到赞扬,它在两边也具有过度与不及,它本身也是中道;在羞耻上过度的人被称为胆怯者,不及或完全不知羞耻的人被称为无耻者,中间者被称为知羞耻者。在痛苦中也存在中道,即当人对不配而享幸运者感到痛苦时,这被称为义愤。在两边也存在过度与不及:过度是当人对一切享幸运者都感到痛苦时,这种恶德被称为嫉妒,具有它的人为嫉妒者;不及是当人不仅不感到痛苦,反而对不配而遭厄运者感到幸灾乐祸时,这样的人被称为幸灾乐祸者,这种不及被称为幸灾乐祸;而当中道被称为义愤时,具有它的人被称为怀义愤者。不过关于中道与两极端,我们在这些之后也会更精确地讨论。至于正义,既然它是双重的,并且需要更长的讨论,现在讨论并不合时宜,但在下文中予以区分后,我们将分别讨论每一种正义,探讨它们如何是中道以及是何物的中道。关于理智德性也是同样。

语法注3 条
  1. 2.τῷ τὴν μὲν ἐλευθεριότητα περὶ μικρὰ εἶναι, περὶ μεγάλα δὲ τὴν μεγαλοπρέπειαν

    与格定冠词 τῷ 引导后附的不定式短语 τὴν μὲν ἐλευθεριότητα περὶ μικρὰ εἶναι,构成表示限定或原因的与格结构(“在……这一方面/由于……”)。其后的 τῷ τὴν μὲν περὶ μικρὰ εἶναι 重复了完全相同的句法。

  2. 2.καὶ διότι ἀνώνυμος ὁ μέσος, ἀπὸ τῶν ἄκρων ὀνομάζεται, διότι καὶ ἀμφοτέρων μετέχει

    由 διότι 引导的两个原因从句夹置主句动词 ὀνομάζεται:前一个 διότι 说明为何他由两极端得名(“因为中间者是无名的”),后一个 διότι 则补充其得以如此命名的依据(“因为他也兼具两端”)。

  3. 2.τῶν περὶ τὸ πάθος

    该短语与前面的 ἐπεὶ οὐκ ἔστι πάθους μεσότης 相对,省略了 μεσότης(即“关乎情感之物的中道”)。在紧接的 τῶν ἐπαινουμένων δέ ἐστιν 中,属格作表语/部分属格(“属于受赞扬的事物”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:37.3-38.16