- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:35.21-37.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
作者论证了某些情感和行为(如无耻与盗窃)因自身即恶而不容有中道,继而说明在行为领域中具体考察优于普遍言论,并依据所列图表概括了勇敢、节制、慷慨等具体德性及其相应的两极端恶德。
Ὅτι οὐκ ἐν παντὶ πάθει ἢ πάσῃ πράξει μεσότης, καὶ κατὰ 62#1 Ὅτι οὐκ ἐν παντὶ πάθει ἢ πάσῃ πράξει μεσότης, καὶ κατὰ μέρος περὶ τοῦ τίς ἀρετὴ τίνων κακιῶν μέση ἐστί. κεφ. ςʹ. Προσήκει δὲ καὶ ἐκεῖνο γινώσκειν, ὅτι οὐ πᾶσα πρᾶξις οὐδὲ πᾶν πάθος μεσότητα ἐπιδέχεται τὴν ζητουμένην, τὸ δέον δηλονότι· ἔνια γὰρ ὁμοῦ καὶ ὑπερβάλλοντα καὶ ἐλλείποντα καὶ ἐν μεσότητί τινι ὄντα ἀεὶ πονηρά εἰσιν,1 οἷον ἐν μὲν πάθεσιν ἀναισχυντία καὶ φθόνος, ἐν δὲ πράξεσι μοιχεία κλοπὴ ἀνδροφονία· καὶ πάντα ταῦτα οὐ διὰ τὸ ὑπερβάλλειν τὴν ἐν αὐτοῖς μεσότητα ἢ ἐλλείπειν αὐτῆς φαῦλα λέγονται, ἀλλὰ αὐτὰ καθ’ ἑαυτὰ πονηρά εἰσιν. οὐκ ἔστιν οὖν οὐδέποτε τὸ δέον ἐν τοῖς τοιούτοις, οὐδὲ κατορθοῦν ἔστιν ἐν αὐτοῖς ἀλλὰ ἀεὶ ἁμαρτάνειν· οὐδ’ ἔστιν ἐν αὐτοῖς προσδιορίζειν, καθάπερ καὶ ἐν τοῖς ἄλλοις πάθεσι, τὸ ὡς δεῖ καὶ ὅτε δεῖ· οὐ γὰρ προσδιοριστέον, τοὺς τοιχωρύχους πῶς δεῖ κλέπτειν καὶ πότε καὶ τίνα καὶ παρὰ τίνων, ἀλλὰ ἁπλῶς τό τι τούτων ποιεῖν ἁμαρτάνειν ἐστίν. οὐ τοίνυν ἐστὶν ἐν τοῖς τοιούτοις μεσότης οὐδὲ ὑπερβολὴ καὶ ἔλλειψις, ὥσπερ οὐδὲ ἀδικίας ἢ δειλίας ἢ ἀκολασίας. τούτων γὰρ αἱ μὲν ὑπερβολαί εἰσιν, αἱ δὲ ἐλλείψεις ἀρετῆς· ὑπερβολῆς δὲ καὶ ἐλλείψεως ὑπερβολὴν καὶ ἔλλειψιν καὶ μεσότητα ζητεῖν, σφόδρα ἄτοπον. ἀλλ’ ὥσπερ μεσότητος οὐκ ἔστιν ὑπερβολὴ καὶ ἔλλειψις καὶ μεσότης, τῆς ἀρετῆς λέγω, ἀλλ’ ἔστι τὸ ἄκρον τῆς μεσότητος, ὡς εἰπεῖν, οὕτως οὐδὲ τῶν ὑπερβολῶν καὶ ἐλλείψεων μεσότης καὶ ὑπερβολὴ καὶ ἔλλειψις γένοιτ’ ἄν, ἀλλὰ ἀεὶ καὶ καθ’ ὃν ἂν τρόπον πράττωνται, ἁμαρτάνονται· καὶ καθόλου εἰπεῖν, οὔτε ὑπερβολῆς καὶ ἐλλείψεως μεσότης ἐστὶν οὔτε μεσότητος ὑπερβολὴ καὶ ἔλλειψις. Δεῖ δὲ μὴ μόνον καθόλου λέγειν τὴν ἀρετὴν μεσότητα, τὴν δὲ κακίαν τὰ ἄκρα, ἀλλὰ καὶ κατὰ μέρος, τίς ἀρετὴ τίνων κακιῶν μεσότης ἐστί. τῶν γὰρ περὶ τὰς πράξεις λόγων οἱ μὲν καθολικοὶ κοινότεροι καὶ πλείοσιν ἐφαρμόζουσιν, οἱ δὲ μερικοὶ ἀληθινώτεροι, ἅτε διὰ τοῦτο προσεχῶς ταῖς πράξεσιν ἐφαρμόζοντες, αἵτινες ἀεὶ ἐν τοῖς μερικοῖς γίνονται· οἷς δὴ μερικοῖς οἱ ἀληθεῖς συμφωνοῦσι λόγοι· ληψόμεθα δὲ τὰ ζητούμενα ἐκ τῆς ἐκτεθείσης διαγραφῆς· ἐν ἑκάστῳ μὲν οὖν τῆς ψυχῆς πάθει πλὴν τῶν καθ’ αὑτὰ πονηρῶν, καθὼς εἴρηται, ὑπερβολῆς καὶ ἐλλείψεως μεταξύ ἐστιν ἡ ἀρετή. καὶ ἐν μὲν τῷ φόβῳ καὶ τῷ θάρρει (πάθη γὰρ ταῦτα τῆς ψυχῆς) μέση ἐστὶν ἀνδρεία, ἄκρα δὲ ἔλλειψις μὲν δειλία, ὑπερβολὴ δὲ θρασύτης. ἀπὸ γὰρ τοῦ φόβου οὐκ ἔστιν ὄνομα τῇ ὑπερβολῇ ἀλλὰ ἀπὸ τοῦ θάρρους μόνον. πολλὰ δὲ καὶ ἄλλα ἀνώνυμά ἐστιν· ἐπεὶ καὶ τῇ ἐλλείψει οὐκ ἔστιν ἀπὸ τοῦ θάρρους ὄνομα, ἀλλὰ ἀπὸ τοῦ φόβου μόνον· δειλία γάρ, ὥστε τῶν ἄκρων τὸ ἕτερον μὲν ἀπὸ τοῦ φόβου, θάτερον δὲ ἀπὸ τοῦ θάρρους ὀνομάζεσθαι.2 καὶ ἐν ταῖς ἡδοναῖς δὲ καὶ ταῖς λύπαις αἱ ἀκρότητες καὶ μεσότητες ὡς ἐπὶ τὸ πλεῖστον ἀνώνυμοί εἰσι, μάλιστα δὲ ἐν ταῖς λύπαις. περὶ δὲ τὰς ἐν σώματι ἡδονὰς μεσότης μὲν σωφροσύνη, ὑπερβολὴ δὲ ἀκολασία, ἔλλειψις δέ, ἐπεὶ οἱ πάντῃ τῶν ἡδονῶν ἀπεχόμενοι ὀλίγοι εἰσί, διὰ τοῦτο ἀνώνυμός ἐστι· καλείσθω δὲ ἀναισθησία. ἐν δὲ τῷ πάθει, ὃ πάσχομεν ἐν τῷ διδόναι καὶ λαμβάνειν τὰ χρήματα, μεσότης μὲν ἐλευθεριότης, ἄκρα δὲ ὑπερβολὴ μὲν ἀσωτία, ἔλλειψις δὲ ἀνελευθερία. συμβαίνει δὲ καὶ τὸ ἀνάπαλιν τὴν μὲν ἀσωτίαν ἔλλειψιν εἶναι, τὴν δὲ ἀνελευθερίαν ὑπερβολήν· ἐν μὲν γὰρ τῷ διδόναι χρήματα ἡ μὲν ἀσωτία ὑπερβολή ἐστιν, ἔλλειψις δὲ ἡ ἀνελευθερία· ἐν δὲ τῷ λαμβάνειν ἡ μὲν ἀνελευθερία ὑπερβολή ἐστιν, ἡ δὲ ἀσωτία ἔλλειψις. νῦν μὲν οὖν κεφαλαιωδῶς περὶ αὐτῶν λέγομεν καὶ ὡς ἐν τύπῳ, ἀρκούμενοι αὐτῷ τούτῳ· μετὰ δὲ ταῦτα ἀκριβέστερον ἐροῦμεν περὶ αὐτῶν. εἰσὶ δὲ περὶ τὴν δόσιν καὶ τὴν λῆψιν τῶν χρημάτων καὶ ἄλλη μεσότης καὶ ἄκρα. καὶ ἔστιν ἄλλη μεσότης μὲν μεγαλοπρέπεια (διαφέρει γὰρ τῆς ἐλευθεριότητος, ὅτι ἡ μὲν μεγάλα τινὰ προΐεται, ἡ δὲ μικρά), ὑπερβολὴ ἀπειροκαλία καὶ βαναυσία, ἔλλειψις μικροπρέπεια· καὶ αὗται γὰρ διαφέρουσι τῶν τῆς ἐλευθεριότητος ἄκρων. αἱ δὲ διαφοραὶ μετὰ ταῦτα ῥηθήσονται. ἐν δὲ τῷ περὶ τὴν τιμὴν καὶ ἀτιμίαν πάθει μεσότης μὲν μεγαλοψυχία, ὑπερβολὴ δὲ χαυνότης τις λεγομένη, ἔλλειψις δὲ μικροψυχία.
Ὅτι οὐκ ἐν παντὶ πάθει ἢ πάσῃ πράξει μεσότης, καὶ κατὰ 62#1 并非在每种情感或每个行为中都存在中道,以及具体就何种德性是何种恶德的中道而言。第六章。 还应当认识到这一点:并非每个行为或每种情感都接受所寻求的中道,亦即所应当的量。因为某些事物无论处于过度还是不及,抑或处于某种中间状态,都同样始终是邪恶的;例如在情感中有无耻和嫉妒,在行为中有通奸、盗窃、杀人。这一切被称为卑劣,并不是因为过度或不及它们之中的中道,而是它们本身就是邪恶的。因此在这些事物中绝不存在所应当的量,在其中也不可能行得正当,而是始终犯错;在它们之中也不可能像在其他情感中那样,进一步规定“以应当的方式”和“在应当的时候”;因为不必进一步规定穿墙盗贼应当如何偷盗、何时偷盗、偷盗何物、从何人处偷盗,而仅仅是做这些事情中的任何一件就是犯错。因此在这些事物中既没有中道,也没有过度与不及,正如在不正义、怯懦或放荡中也没有一样。因为这些恶德中,有些是过度,有些是德性的不及;而寻求过度的过度、不及与中道,或者不及的过度、不及与中道,是极其荒谬的。毋宁说,正如中道(我指的是德性)没有过度、不及与中道,而可以说存在着中道的极顶,同样,过度与不及的中道、过度与不及也不可能产生,而是始终并且无论以何种方式被施行,都是犯错;概括地说,既不存在过度与不及的中道,也不存在中道的过度与不及。 然而,不仅应当普遍地称德性为中道、称恶德为两极端,而且必须具体地说明何种德性是何种恶德的中道。因为在关于行为的言论中,普遍的言论更为通用,适用于更多事物,而具体的言论则更为真实,正因为它们直接适用于总是发生在个别事物中的行为;真实的言论正与这些个别事物相符合。我们将从所列出的图表中获取所寻求的内容。因此,在灵魂的每一种情感中,除了如前所述本身即是邪恶的情感之外,德性都处于过度与不及之间。在恐惧与自信中(因为这些是灵魂的情感),勇敢是中道,两极端中不及是怯懦,过度是鲁莽。因为对于过度,并没有源自恐惧的名称,而唯独源自自信。许多其他事物也是无名的;因为对于不及,也没有源自自信的名称,而唯独源自恐惧;因为它是怯懦,以致两极端中的一个由恐惧得名,另一个由自信得名。在快乐与痛苦中,两极端与中道多半也是无名的,尤其在痛苦中。但就身体方面的快乐而言,中道是节制,过度是放荡,不及则由于完全绝戒快乐的人很少,因此是无名的;不过且称之为麻木。在我们在给予和接受财物时所承受的情感中,中道是慷慨,两极端中过度是挥霍,不及是吝啬。不过相反的情况也会发生,即挥霍是不及,而吝啬是过度;因为在给予财物时挥霍是过度,吝啬是不及;而在接受财物时吝啬是过度,挥霍是不及。现在我们只是概括地、如在轮廓中讨论它们,仅以此为满足;在此之后我们将更精确地讨论它们。围绕财物的给予与接受,还存在另一种中道与两极端。另一种中道是大度(它不同于慷慨之处在于,前者支出某些重大的事物,而后者支出微小的事物),过度是不知美与粗俗,不及是小气;因为这些也不同于慷慨的两极端。这些差异将在之后被说明。在关乎荣誉与不名誉的情感中,中道是矜持,过度是某种被称为虚荣的东西,不及是小性。
- 2.ἔνια γὰρ ὁμοῦ καὶ ὑπερβάλλοντα καὶ ἐλλείποντα καὶ ἐν μεσότητί τινι ὄντα ἀεὶ πονηρά εἰσιν
副词 ὁμοῦ 在此并非时间意义上的“同时”,而是表示“同样地”、“一律”,修饰后面由 καί 连接的一组分词(καὶ ὑπερβάλλοντα καὶ ἐλλείποντα καὶ ἐν μεσότητί τινι ὄντα)。这些分词具有让步或条件意味(“无论处于过度、不及还是某种中间状态”),整个句式表达“不论处于何种状态,都同样始终是邪恶的”。
- 2.ὥστε τῶν ἄκρων τὸ ἕτερον μὲν ἀπὸ τοῦ φόβου, θάτερον δὲ ἀπὸ τοῦ θάρρους ὀνομάζεσθαι
连词 ὥστε 引导带不定式 ὀνομάζεσθαι 的结果从句。不定式的逻辑主语是宾格的分配表达式 τὸ ἕτερον μὲν... θάτερον δέ(“两极端中的一个……另一个……”),属格 τῶν ἄκρων 是依附于它们的部分属格。介词短语 ἀπὸ τοῦ φόβου 和 ἀπὸ τοῦ θάρρους 则分别表示名称的来源。
