- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:34.4-35.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
赫利奥多罗斯通过饮食与体育训练的喻证区分了事物本身的中间与相对我们的中间,推导出伦理德性的定义(处于相对我们的中道之中、由理性规定的抉择品质),并阐明德性在本质上虽是中道,但就其善与卓越而言则是顶峰。
Ὅτι ἕξις ἐστὶν ἡ ἀρετὴ καὶ μεσότης. κεφ. εʹ. 57#2 καὶ ἐπὶ μὲν τοῦ διωρισμένου ποσοῦ οὐκ ἀνάγκη ἐπὶ παντὸς λαβεῖν τὴν τοιαύτην ἀναλογίαν (οὐ γάρ ἐστιν ἐπ’ ἄπειρα διαιρετέον)· ἐπὶ δὲ τοῦ συνεχοῦς ἐπὶ παντὸς δυνατόν ἐστιν, ἅτε ἀπειράκις δυναμένου διαιρεθῆναι. τοῦτο δὴ τὸ μέσον οὐχ ὁμοίως ἀεὶ κρίνομεν, ἀλλὰ ποτὲ μὲν κατ’ αὐτὸ τὸ πρᾶγμα, ποτὲ δὲ πρὸς ἡμᾶς. καὶ κατ’ αὐτὸ μὲν τὸ πρᾶγμα μέσον ἐστὶ τὰ ἓξ τοῦ δέκα καὶ δύο ἴσον ὑπερέχοντα καὶ ἐλλείποντα (ἀπ’ αὐτῶν γὰρ τῶν πραγμάτων λαμβάνεται ἡ διαφορά). πρὸς ἡμᾶς δέ, ὅταν ἀφ’ ἡμῶν ἡ μεσότης καὶ ἡ ὑπερβολὴ καὶ ἡ ἔλλειψις λαμβάνηται, οἷον εἴ τινι πολὺ τὸ δέκα μνᾶς φαγεῖν, δύο δὲ ὀλίγον, οὐκ ἀνάγκη τὰς ἓξ μνᾶς τὴν μεσότητα φυλάττειν καὶ προσηκούσας εἶναι τῷ σώματι· δυνατὸν γὰρ ἢ πλείους ἢ ἐλάττους ἀρκεῖν. πρὸς μὲν οὖν αὐτὸ τὸ πρᾶγμα αἱ ἓξ μναῖ τὸ μέσον καὶ ἴσον ἐστί, πρὸς ἡμᾶς δὲ ἑπτὰ ἴσως ἢ πέντε, ἤγουν ὅσαις τὸ σῶμα προσήκει. αἱ δὲ ἓξ Μίλωνι μὲν ἅτε ἱκανῶς γεγυμνασμένῳ ὀλίγη ἔσται τροφὴ καὶ ὁ ἀλείπτης πλείω παρέξει, τῷ δὲ ἀρχομένῳ τῶν γυμνασίων πολύ. ὁμοίως δὲ καὶ ἐπὶ δρόμου καὶ πάλης ἔχει· καὶ ἐπὶ τούτων γὰρ ἀπὸ τῶν γυμναζομένων τὸ ἴσον κρίνομεν. ἔτι δὲ καὶ πᾶς τῆς ἡστινοσοῦν προϊστάμενος ἐπιστήμης τὸ μέσον ἀεὶ ζητεῖ, τὴν ὑπερβολὴν καὶ τὴν ἔλλειψιν φεύγων· μέσον ἐκεῖνο δηλονότι διώκων, ὃ πρὸς ἡμᾶς οὐ πρὸς τὸ πρᾶγμα μέσον ἐστί. καὶ τοῦτον τὸν τρόπον πᾶσα ἐπιστήμη τὸ ἴδιον ἔργον καλῶς ἀποτελεῖ. διὰ τοῦτο καὶ εἰώθαμεν λέγειν ἐν τοῖς εὖ ἔχουσι τῶν ἔργων, ὅτι οὔτε ἀφελεῖν ἔστιν οὔτε προσθεῖναι, δεικνύντες ὅτι καὶ τὴν ὑπερβολὴν ὁμοίως καὶ τὴν ἔλλειψιν φεύγει, ὡς τῶν μὲν διαφθειρουσῶν τὸ τῶν ἔργων ἀγαθόν, τῆς δὲ μεσότητος μόνης σωζούσης. ἐπεὶ δὲ ἡ ἀρετὴ πάσης τέχνης ἀκριβεστέρα καὶ ἀμείνων ἐστί, καθάπερ καὶ ἡ φύσις, τὸ μέσον ἂν καὶ αὕτη σκοποίη. ἀρετὴν δὲ λέγω οὐ τὴν διανοητικήν (ἄλλως γὰρ τὸ κατ’ αὐτὴν ἔχει) ἀλλὰ τὴν ἠθικήν· αὕτη γὰρ ἐστι περὶ πάθη καὶ πράξεις, ἃ καὶ πλείω καὶ μείζω τοῦ δέοντος καὶ ἐλάττω δυνατὸν εἶναι. καὶ διὰ τοῦτο καὶ τὸ δέον ἐστὶν ἐν αὐτοῖς, δηλονότι τὸ ἴσον. καὶ γὰρ ἔστι καὶ φοβηθῆναι καὶ θαρρῆσαι καὶ ἐπιθυμῆσαι καὶ μισῆσαι καὶ ὀργισθῆναι καὶ ἐλεῆσαι καὶ ὅλως ἡσθῆναι καὶ λυπηθῆναι μᾶλλον καὶ ἧττον καὶ ἀμφότερα οὐ καλῶς. τὸ δὲ παθεῖν ταῦτα πάντα ὅτε δεῖ καὶ ὡς δεῖ καὶ ἐφ’ οἷς δεῖ καὶ πρὸς οὓς δεῖ καὶ οὗ ἕνεκα δεῖ, μέσον ἐστὶ καὶ ἄριστον, ἐν ᾧ ἡ ἀρετὴ γίνεται. ὁμοίως δὲ ἔχει καὶ περὶ τὰς ἀποτελουμένας ὑπὸ τῶν παθῶν πράξεις· ἔστι γὰρ καὶ ἐν αὐταῖς ὑπερβολὴ καὶ ἔλλειψις καὶ μεσότης. ἐπεὶ τοίνυν ἡ ἀρετὴ περὶ πάθη καὶ πράξεις καταγίνεται, τῶν δὲ παθῶν καὶ τῶν πράξεων τὸ μέσον ἀεὶ καὶ κατόρθωμα ὀνομάζεται καὶ ἐπαινεῖται, ἅπερ ἄμφω προσήκει τῇ ἀρετῇ, φανερὸν ὅτι οὔτε ὑπερβολὴ οὔτε ἔλλειψις ἀλλὰ μεσότης ἐστὶν ἡ ἀρετή, τὸ μέσον ἀεὶ σκοποῦσα. ἔτι τὸ μὲν ἁμαρτάνειν πολυειδές ἐστιν, ὡς εἰπεῖν· πολλαχῶς γάρ τις δύναται ἁμαρτάνειν. τὸ γὰρ κακὸν ἄπειρον, ὡς οἱ Πυθαγόρειοι ἔλεγον, τὸ δὲ ἀγαθὸν ὡρισμένον τι καὶ πεπερασμένον· καὶ διὰ τοῦτο καὶ τὸ κατορθοῦν ἁπλοῦν τί ἐστι καὶ μονοειδές. ὅθεν καὶ τὸ μὲν ἁμαρτάνειν ῥᾴδιόν ἐστιν, ὥσπερ τοξόταις τὸ ἀποτυγχάνειν τοῦ σκοποῦ, τὸ δὲ κατορθοῦν χαλεπόν, ὥσπερ τὸ βάλλειν κατὰ σκοπόν. φαίνεται ἄρα καὶ διὰ τοῦτο τὴν μὲν ὑπερβολὴν καὶ τὴν ἔλλειψιν τῆς κακίας εἶναι (ἀόριστα γὰρ ἑκάτερον), τὴν μεσότητα δὲ τῆς ἀρετῆς, ὡρισμένην καὶ μίαν οὖσαν· Ἐσθλοὶ μὲν γὰρ ἁπλῶς, παντοδαπῶς δὲ κακοί. Ἔστιν ἄρα ἡ ἀρετὴ ἕξις προαιρετική, ἐν μεσότητι οὖσα τῇ πρὸς ἡμᾶς, ὡρισμένη λόγῳ καὶ ὡς ἂν ὁ φρόνιμος ὁρίσειε. μεσότης δὲ δύο κακιῶν, τῆς μὲν καθ’ ὑπερβολήν, τῆς δὲ κατ’ ἔλλειψιν· τὴν μὲν γὰρ ὑπερβάλλει, τῆς δὲ ἐλλείπει1 διὰ τὸ τὴν μὲν τῶν κακιῶν ὑπερβάλλειν τὸ δέον, τὴν δὲ ἐλλείπειν τοῦ δέοντος, τὴν δὲ ἀρετὴν τὸ δέον μόνον ζητεῖν, δηλονότι τὸ μέσον, καὶ τοῦτο μόνον αἱρεῖσθαι. ὥστε εἰ μὲν ζητοίημεν αὐτὸ τὸ εἶναι τῆς ἀρετῆς, μεσότης ἐστίν, εἰ δὲ τὸ ἀγαθὸν αὐτῆς καὶ τὸ εὖ, ἀκρότης ἐστί.2
德性是一种品质与中道。第五章。 在离散的数量中,并非在一切情况下都必然能取这样的比例(因为不可无限分割);但在连续物中却在一切情况下都是可能的,正因为它可以被无限次分割。然而,对于这种中间,我们并不总是同样地加以判定,而是有时就事物本身而言,有时相对我们而言。就事物本身而言,中间是六,相对于十和二等量地超出与不足(因为差异是从事物本身取出的)。而相对我们而言,则是当中道、过度和不及从我们自身取出的时候;例如,若对某人而言吃十弥那算多,二弥那算少,六弥那并不必然保持中道且适合于身体;因为更多或更少都有可能是足够的。因此就事物本身而言,六弥那是中项与相等之量,但相对我们而言也许是七弥那或五弥那,即适合于身体的那么多量。然而六弥那对于米隆这样充分受训的人来说将是少量的食物,教练会提供更多,但对于刚开始锻炼的人来说则是多的。在奔跑和摔跤中亦同样如此;因为在这些事情上,我们也是根据受锻炼者来判定相等的量。此外,凡主管任何一门科学的人,总是寻求中间,逃避过度与不及——显然追求的是相对我们而言、而非就事物而言的那个中间。以此方式,每门科学都完好地完成其固有的功用。为此,我们也习惯于对处于良好状态的作品说,既不能删减也不能增加,这表明它同样逃避了过度与不及,因为它们破坏了作品的善,而中道单独保全了它。既然德性如同自然一样,比一切技艺都更为精确和优秀,它也当以中间为目标。不过我所说的德性不是理智德性(因为关于它的情况另有不同),而是伦理德性;因为它是关乎情感与行为的,而这些情感与行为既可能比所应当的更多更大,也可能更少。正因如此,在它们之中也存在着所应当的量,亦即相等的量。因为恐惧、自信、欲望、仇恨、发怒、怜悯,以及概括地说感到快乐与痛苦,都可能过多和过少,而这两者都是不好的。但在应当的时候、以应当的方式、针对应当的事物、对应当的人、为了应当的目的而承受这一切,则是中间且最善的,德性便在其中生成。对于由情感所促成的诸种行为而言,情况亦同样如此;因为在它们之中也存在着过度、不及和中道。既然德性致力于情感与行为,而在情感与行为中,中间始终既被称为正当的行为又受到称赞(这两者皆适合于德性),显而易见,德性既不是过度也不是不及,而是中道,始终以中间为目标。此外,犯错可以说是多种多样的;因为人能够以许多种方式犯错。因为恶正如毕达哥拉斯学派所说的那样是无限的,而善则是某种被限定的和有限的事物;为此,行得正当是某种单纯且形式单一的事物。由此,犯错是容易的,正如射手脱靶是容易的一样,而行得正当则是困难的,正如命中目标一样。因此由这一点也显明,过度与不及属于恶德(因为两者皆是无定限的),而中道属于德性,因为它是被限定的且单一的;因为“为善唯有一途,作恶却有千条”。因此,德性是一种关乎抉择的品质,存在于相对我们的中道之中,由理性所规定,正如明智之人所会规定的那样。它是两种恶德之间的中道,一种恶德关乎过度,另一种关乎不及;因为它超过其中一种,又不及另一种,这是因为诸恶德中有一种超过所应当的,另一种不足于所应当的,而德性只寻求所应当的,亦即中间,且唯独抉择它。所以,如果我们寻求德性的本质本身,它是中道;但若寻求它的善与卓越,它则是顶峰。
- 2.τὴν μὲν γὰρ ὑπερβάλλει, τῆς δὲ ἐλλείπει
注意两个动词支配格的差异:前项 ὑπερβάλλει 支配宾格(τὴν μέν),意为“超过其中一种[恶德]”;后项 ἐλλείπει 支配属格(τῆς δέ),意为“不及另一种[恶德]”。二者均指代前文的 δύο κακιῶν。
- 2.ὥστε εἰ μὲν ζητοίημεν αὐτὸ τὸ εἶναι τῆς ἀρετῆς, μεσότης ἐστίν, εἰ δὲ τὸ ἀγαθὸν αὐτῆς καὶ τὸ εὖ, ἀκρότης ἐστί
混合条件句结构:条件从句使用祈愿语气(εἰ ζητοίημεν,“如果我们寻求”),而归结从句则以直陈语气现在时(μεσότης ἐστίν / ἀκρότης ἐστί,“它是中道 / 它是顶峰”)断定地结句。这种结构在假设的视角下直接陈述本质的定义与结论。
