← 普鲁萨的赫里奥多罗斯

亚里士多德《尼各马可伦理学》释义

§32.35-34.4

德性作为品质与中道的定义

基于亚里士多德《尼各马可伦理学》第二卷第5–6章,作者在灵魂的情感、潜能和品质三者中排除前两者,从而确立德性的属为品质,并通过与连续量和离散量中算术比例的中项相对比,阐明德性是使事物实现其特有功用并处于中道的一种良好品质。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2

Ὅτι ἕξις ἐστὶν ἡ ἀρετὴ καὶ μεσότης. κεφ. εʹ. 57#1 Ὅτι ἕξις ἐστὶν ἡ ἀρετὴ καὶ μεσότης. κεφ. εʹ. Μετὰ δὲ ταῦτα σκεπτέον τί ἐστιν ἡ ἀρετή. τρία γάρ ἐστι τὰ ἐν τῇ ψυχῇ, πάθη δυνάμεις ἕξεις. καὶ πάθη μέν εἰσιν ἐπιθυμία ὀργὴ φόβος θράσος φθόνος χαρὰ φιλία μῖσος πόθος ζῆλος ἔλεος, ὅλως οἷς ἕπεται ἡδονὴ ἢ λύπη.1 δυνάμεις δὲ αἱ πρὸς ταῦτα ἐπιτηδειότητες τῆς ψυχῆς, καθ’ ἃς παθητικοὶ τούτων λεγόμεθα, οἷον καθ’ ἃς ἐσμὲν δυνατοὶ ὀργισθῆναι ἢ λυπηθῆναι ἢ ἐλεῆσαι. ἕξεις δὲ οἱ τρόποι, καθ’ οὓς πάσχομεν τὰ πάθη, δηλονότι τὸ πάσχειν αὐτὰ καλῶς ἢ κακῶς, οἷον πρὸς τὸ ὀργισθῆναι εἰ μὲν σφοδρῶς καὶ ἀσχέτως ἔχομεν ἢ τοὐναντίον ἀνειμένως καὶ μαλακῶς, κακῶς ἔχομεν, εἰ δὲ μέσως, καλῶς· ὁμοίως δὲ καὶ πρὸς τὰ ἄλλα. τούτων δὲ τῶν τριῶν τί ἐστιν ἡ ἀρετή, πάθος ἢ δύναμις ἢ ἕξις; πάθος μὲν οὖν οὐκ ἔστιν οὔτε ἡ ἀρετὴ οὔτε ἡ κακία. κατὰ μὲν γὰρ τὴν ἀρετὴν σπουδαῖοι λεγόμεθα καὶ κατὰ τὴν κακίαν φαῦλοι, κατὰ δὲ τὰ πάθη οὐδαμῶς· οὐδεὶς γὰρ φαῦλος ἢ σπουδαῖος διὰ μόνον τὸ ὀργίζεσθαι· ἡ ἀρετὴ ἄρα ἢ ἡ κακία οὐκ ἔστι πάθος. ἔτι, κατὰ μὲν τὰ πάθη οὔτε ἐπαινούμεθα οὔτε ψεγόμεθα, κατὰ δὲ τὰς ἀρετὰς ἢ τὰς κακίας ἐπαινούμεθα ἢ ψεγόμεθα. ἔτι ὀργιζόμεθα μὲν καὶ φοβούμεθα ἀπροαιρέτως καὶ τὰ ἄλλα πάσχομεν ὁμοίως, ἐπὶ δὲ τῆς ἀρετῆς καὶ τῆς κακίας οὐχ οὕτως· οὐκ ἄρα εἰσὶ πάθη. ἔτι πρὸς τὰ πάθη οὐ λεγόμεθα διακεῖσθαι ἀλλὰ μᾶλλον κατ’ αὐτὰ κινεῖσθαι, πρὸς δὲ τὴν ἀρετὴν διακεῖσθαι λεγόμεθα καὶ πρὸς τὴν κακίαν· οὐκ ἄρα εἰσὶ πάθη. διὰ τὰ αὐτὰ δὲ οὐδὲ δυνάμεις εἰσίν. οὔτε γὰρ φαῦλοι ἢ ἀγαθοὶ λεγόμεθα τῷ δύνασθαι ὀργισθῆναι ἁπλῶς οὔτε ἐπαινούμεθα ἢ ψεγόμεθα. οὔτε τῷ προαιρεῖσθαι δυνάμεθα ὀργισθῆναι, καθάπερ ἐπὶ τῆς ἀρετῆς ἔχει, ἀλλὰ μᾶλλον τῷ πεφυκέναι· ἀγαθοὶ γὰρ ἢ κακοὶ οὐ γινόμεθα φύσει, καθὼς ἐν τοῖς προειρημένοις ἐδείχθη. εἰ οὖν μήτε πάθη αἱ ἀρεταὶ μήτε δυνάμεις, λείπεται τῶν ἕξεων αὐτὰς εἶναι.2 τί μὲν οὖν ἐστιν ἀρετὴ τῷ γένει, εἴρηται· ἔστι γὰρ ἕξις. δεῖ δὲ μὴ μόνον ἕξιν αὐτὴν εἶναι λέγειν, ἀλλὰ προστιθέναι τὸ τοιάδε τις, τουτέστιν ἀγαθή· ἡ γὰρ κακία ἕξις ἐστὶ πονηρά. ῥητέον οὖν περὶ τῆς ἀρετῆς ἐκεῖνο, ὅτι πᾶσα ἀρετὴ αὐτό τε κοσμεῖ τὸ ἔχον τὴν ἀρετὴν καὶ καλῶς ἔχειν ποιεῖ καὶ τὸ ἔργον αὐτοῦ τὸ δι’ αὐτῆς ἐνεργούμενον εὖ διατίθησιν, οἷον ἡ τοῦ ὀφθαλμοῦ ἀρετὴ καὶ αὐτὸν τὸν ὀφθαλμὸν τελειοῖ καὶ ποιεῖ ἀγαθὸν καὶ τὸ ἔργον αὐτοῦ, δηλονότι τὸ ὁρᾶν· τῇ γὰρ τοῦ ὀφθαλμοῦ ἀρετῇ εὖ ὁρῶμεν. ὁμοίως καὶ ἡ τοῦ ἵππου ἀρετὴ αὐτόν τε τὸν ἵππον κοσμεῖ καὶ ἀγαθὸν ποιεῖ καὶ τὸ ἔργον αὐτοῦ· καὶ γὰρ τῇ τοιαύτῃ ἀρετῇ δύναται ἐνεγκεῖν καλῶς ἐπιβάτην καὶ δραμεῖν καὶ μεῖναι τοὺς πολεμίους. ἐπεὶ δὲ οὕτως ἐπὶ πάντων ἔχει, καὶ ἡ ἀνθρωπίνη ὁμοίως ἂν ἔχοι, καὶ εἴη ἂν ἡ ἀνθρωπίνη ἀρετὴ ἕξις ἀφ’ ἧς ὁ ἄνθρωπος ἀγαθὸς γίνεται καὶ ἀφ’ ἧς τὸ ἀνθρώπινον ἔργον εὖ καὶ καλῶς ἀποτελέσει. πῶς δὲ ἔσται ἡμῖν ἡ τοιαύτη ἕξις, εἴρηται μὲν καὶ πρὸ ὀλίγου (ἐλέγομεν γὰρ τῆς μεσότητος ἀεὶ στοχάζεσθαι τῶν ἐπὶ τὰ πάθη κινήσεων, καὶ ἑαυτὸν ἐθίζειν ἐν τοῖς τοιούτοις τὸν ἐν ἀρετῇ ζῆν προαιρούμενον), ἔτι δὲ καὶ ἀπὸ τῶν λεχθησομένων ἔσται φανερόν, ἐὰν θεωρήσωμεν ποία τίς ἐστιν ἡ φύσις τῆς ἀρετῆς. σκοπῶμεν δὲ οὕτως. ἐν παντὶ συνεχεῖ, οἷον γραμμῇ ἐπιφανείᾳ σώματι ἢ λόγῳ ἢ χρόνῳ καὶ ὅλως ἐν παντὶ δυναμένῳ διαιρεθῆναι λαβεῖν ἔστι τὸ μὲν πλεῖον, τὸ δὲ ἔλαττον, τὸ δὲ ἴσον, οἷον ἐπὶ τοῦ συνεχοῦς, εἰ τὸ μὲν δεκάπηχυ πολύ, τὸ δὲ δίπηχυ ὀλίγον, ἴσον ἔσται τὸ ἓξ ἔχον πήχεις, ὃ καὶ μέσον καλεῖται, ὅτι ᾧ ἐλλείπει τοῦ δεκαπήχεος ὑπερέχει τοῦ διπήχεος.3 ὁμοίως δὲ καὶ ἐπὶ τοῦ διωρισμένου ποσοῦ· εἰ γὰρ τὰ εἴκοσι πολύ, τὰ δὲ δέκα ὀλίγον, ἴσον ἔσται τὰ δεκαπέντε, ὅτι ᾧ ἐλλείπει τοῦ μείζονος ὑπερέχει τοῦ ἐλάττονος· τὸ δὲ τοιοῦτον ἴσον μέσον καλεῖται καὶ ἡ τοιαύτη τάξις ἀριθμητικὴ ἀναλογία.

论德性是品质与中道。第五章。 论德性是品质与中道。第五章。 在这些之后,必须考察德性是什么。因为灵魂中所存在的有三样:情感、潜能、品质。情感是指欲望、愤怒、恐惧、自信、嫉妒、喜悦、友爱、仇恨、向往、竞争心、怜悯,概括地说就是伴随着快乐或痛苦的事物。潜能是指灵魂对应于这些情感的适宜倾向,依据它们我们被称为是能承受这些情感的,例如依据它们我们能够发怒、悲伤或产生怜悯。品质则是我们承受情感的方式,亦即善或恶地承受它们的方式;例如对于发怒而言,如果我们处于猛烈且不可遏制的状态,或者相反处于懈怠且软弱的状态,我们便处于恶的状态,但如果是处于中度的状态,便处于善的状态;而在其余的情感上亦同样如此。那么,在这三者之中,德性是哪一种呢:是情感,潜能,还是品质?德性与恶德都不是情感。因为依据德性我们被称为优秀的,依据恶德被称为低劣的,但依据情感却绝非如此;因为没有人仅凭发怒就被称为低劣或优秀;因此德性或恶德不是情感。此外,依据情感我们既不受到称赞也不受到责备,但依据德性或恶德我们受到称赞或责备。此外,我们发怒和恐惧是非出于抉择的,我们承受其他情感亦同样如此,但在德性和恶德的情形中却并非如此;因此它们不是情感。此外,对于情感我们不被称为处于某种配置状态,而是被称为依据它们而受到推动,但对于德性和恶德我们被称为处于某种配置状态;因此它们不是情感。由于同样的原因,它们也不是潜能。因为我们既不因单单能够发怒就被称为低劣或善,也不受称赞或受责备。我们也不是像在德性的情形中那样通过抉择而能够发怒的,而是由于天生具有这种能力;因为我们并非天生就成为善人或恶人,正如在前面已经证明的那样。因此,如果德性既非情感亦非潜能,剩下的便是它们属于品质。那么,德性在属上是什么,就已经说明了;因为它是一种品质。但不仅应当说它是一种品质,还必须补充说明它是怎样的一种品质,即是一种好的品质;因为恶德是一种不良的品质。因此关于德性必须言明:任何德性不仅使拥有该德性的事物本身得到完善并使之处于良好的状态,而且使通过该德性而施展的该事物的功用处于良好的状态。例如眼睛的德性既完善眼睛本身并使之成为好的,也完善它的功用,即观看;因为凭借眼睛的德性,我们才能好好地看。同样,马的德性既完善马本身并使之成为好的,也完善它的功用;因为凭借这样的德性,它能够很好地驮载骑手、奔跑以及抵御敌人。既然在一切事物上皆是如此,人类的德性也应同样如此,人类的德性将是一种品质,凭借它人变得善,并且凭借它人能够完好而卓越地完成人类的功用。至于我们如何拥有这样一种品质,不久前已经谈过(因为我们曾说,抉择依据德性生活的人必须始终瞄准针对情感的诸种运动的中道,并在这些事情上习惯化自己),并且从将要陈述的内容来看,如果我们考察德性的本性是怎样的,这也将变得显明。让我们如下考察:在每一个连续物中,例如线条、平面、物体,或者言论、时间,总之在一切可分割的事物中,都可以取较多的、较少的以及相等的部分;例如在连续物中,如果十肘是多,二肘是少,那么拥有六肘的便是相等的,这也称为中项,因为比十肘欠缺多少,就超过二肘多少。在离散的数量中亦同样如此:因为如果二十是多,十是少,十五便是相等的,因为比大数欠缺多少,就超过小数多少;这样的相等被称为中项,而这样的排列被称为算术比例。

语法注3 条
  1. 2.ὅλως οἷς ἕπεται ἡδονὴ ἢ λύπη

    关系代词 οἷς 省略了指示代词先行词(ταῦτα),作中性复数与格受动词 ἕπεται 支配。该短语构成一个概括性的界定:“概括地说,即伴随着快乐或痛苦的事物”。

  2. 2.λείπεται τῶν ἕξεων αὐτὰς εἶναι

    无人称动词 λείπεται(“剩下的是……”)统领带不定词的宾格结构 αὐτὰς εἶναι(宾格主语 αὐτάς 指代诸德性)。属格 τῶν ἕξεων 为表语属性的属格(所属属格),表示“属于品质的一类”。

  3. 2.ᾧ ἐλλείπει τοῦ δεκαπήχεος ὑπερέχει τοῦ διπήχεος

    关系代词 ᾧ 为表示差异程度的与格,省略了指示代词/副词(τοσούτῳ)。ᾧ 同时与两个动词(ἐλλείπει 和 ὑπερέχει)相关联,表达算术等差的关系:“比十肘欠缺多少,就超过二肘多少”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:32.35-34.4