← 普鲁萨的赫里奥多罗斯

亚里士多德《尼各马可伦理学》释义

§31.24-32.34

合乎德性行为的条件与实践的重要性

赫利奥多罗斯释述《尼各马可伦理学》卷二第四章,阐明践行公正之事与成为公正之人之间的差异。他提出了德性行为所需具备的三项条件(知情、抉择、坚定不移的品质),并批评了脱离实践、仅避入理论言辞的伪哲学者,将其比作只听医嘱却不服药的病人。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2

Ὅτι διαφέρει ὁ δίκαιος τοῦ ποιοῦντος τὰ δίκαια, καὶ ἐπὶ τῶν Ὅτι διαφέρει ὁ δίκαιος τοῦ ποιοῦντος τὰ δίκαια, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. κεφ. δʹ. Ὅτι μὲν οὖν ἡ ἀρετὴ περὶ ἡδονὰς καὶ λύπας ἐστί, καὶ ὅτι ἐξ ὧν γίνεται, ἀπὸ τούτων καὶ αὔξεται καὶ φθείρεται, καθ’ ἕτερον τρόπον καὶ ἕτερον τῶν ἐνεργειῶν γινομένων,1 καὶ ὅτι ἐξ ὧν ἐγένετο, περὶ ταῦτα καὶ ἐνεργεῖ, εἴρηται. ἀπορήσειε δ’ ἄν τις πῶς λέγομεν ὅτι τὸν θέλοντα δίκαιον γενέσθαι δεῖ τὰ δίκαια ποιεῖν καὶ τὸν σώφρονα τὰ σώφρονα· οἱ γὰρ τὰ δίκαια πράττοντες δίκαιοι πάντως εἰσὶ καὶ οἱ τὰ σώφρονα σώφρονες, ὥσπερ οἱ πράττοντες τὰ μουσικὰ ἢ γραμματικὰ μουσικοί εἰσι καὶ γραμματικοί. λέγομεν δὲ πρὸς τοῦτο, ὅτι φαίνεταί τις οὖσα διαφορὰ τοῦ τὰ δίκαια ποιοῦντος καὶ τοῦ δικαίου, ὁμοίως δὲ καὶ ἐπὶ τῶν τεχνῶν. ἐνδέχεται γάρ τινα γραμματικόν τι ποιῆσαι ἢ ἀπὸ τύχης ἢ ἄλλου ὑποθεμένου καὶ μὴ γραμματικὸν εἶναι· ἔσται δὲ γραμματικός, ὅτε γραμματικὸν τι ποιήσει καὶ γραμματικῶς, τουτέστιν ἀκολουθῶν τῷ κανόνι τῆς ἐν αὐτῷ γραμματικῆς. οὕτω καὶ τὰ δίκαια ἐνδέχεται ποιῆσαί τινα καὶ μὴ δίκαιον εἶναι. μᾶλλον δὲ καὶ μείζων ἐστὶν ἐν τούτοις ἡ διαφορὰ ἐπὶ τῆς ἀρετῆς ἢ ἐπὶ τῶν τεχνῶν. τὸ μὲν γὰρ τῶν τεχνῶν ἀγαθὸν ἐν αὐταῖς ἐστι ταῖς ἐνεργείαις τῆς τέχνης, ὥστε ἐάν τις μουσικὰ ποιῇ μουσικὴν εἰδώς, οὐδὲν κωλύει μουσικὸν αὐτὸν ὀνομάζειν· ἔστι γὰρ μουσικός, καὶ ἐὰν μὴ προαιρούμενος αὐτὸς τὰ μουσικὰ ποιῇ ἀλλὰ ἑτέρου βιαζομένου·2 ἐπὶ δὲ τῆς ἀρετῆς οὐχ οὕτως. καὶ γὰρ ἐάν τις δίκαια ποιῇ, οὐκ ἂν εἴη δίκαιος, ἐὰν μὴ πρὸς τοῖς ἄλλοις καὶ πάνυ βουλόμενος ποιῇ καὶ ὑφ’ ἑαυτοῦ κινούμενος καὶ οὐχ ἑτέρου βιαζομένου. τότε γὰρ ἔσται δίκαιος, πρῶτον μὲν ἐὰν πράττῃ τὰ δίκαια γινώσκων ἃ πράττει, ἔπειτα ἐὰν προαιρούμενος αὐτὸς πράττῃ καὶ τρίτον εἰ βεβαίως καὶ ἀμετακινήτως ἔχει πρὸς τὴν πρᾶξιν. καὶ γὰρ οὐκ ἂν εἴη δίκαιος ὁ εἰδὼς μὲν τὰ δίκαια καὶ πράττων ἑκών, οἰόμενος δὲ μὴ πάντα χρόνον καιρὸν εἶναι δικαιοσύνης. ταῦτα δὲ πρὸς μὲν τὸ λαβεῖν τὰς ἄλλας τέχνας καὶ τεχνίτας εἶναι κατ’ αὐτὰς οὐ ζητοῦνται πλὴν τοῦ εἰδέναι· χωρὶς γὰρ τοῦ εἰδέναι πῶς ἄν τις εἴη τεχνίτης; εἰ δὲ μήτε προαιρούμενος τὴν τέχνην ποιεῖ μήτε ἀκινήτως ἔχων πρὸς τὴν μεταχείρισιν τῆς τέχνης, οὐ διὰ τοῦτο κωλύεται τεχνίτης εἶναι· πρὸς δὲ τὴν ἀρετὴν τὸ μὲν εἰδέναι περὶ αὐτῆς πάντα ἃ προσῆκεν εἰδέναι μικρὸν ἢ οὐδὲν συντελεῖ πρὸς τὸ σπουδαῖόν τινα γενέσθαι, τὰ δ’ ἄλλα οὐ μικρὸν ἀλλὰ τὸ πᾶν δύναται· καὶ γὰρ ἐνδέχεται μηδὲν ἀκριβὲς περὶ ἀρετῆς εἰπεῖν εἰδότα σπουδαῖον εἶναι. χωρὶς δὲ τοῦ προαιρεῖσθαι καὶ ἀκινήτως ἔχειν πρὸς ἀρετὴν ἀδύνατον εἶναι σπουδαῖον, ἅτινα ἐκ τοῦ πολλάκις ποιεῖν τὰς ἐνεργείας περιγίνεται, καθὼς εἴρηται. τὰ μὲν οὖν πράγματα 〈δίκαια καὶ σώφρονα, ὅταν ᾖ τοιαῦτα〉, οἷα ἂν ὁ δίκαιος ἢ ὁ σώφρων πράξειε· δίκαιος δὲ καὶ σώφρων ἐστὶν οὐχ ὁ ταῦτα πράττων πᾶς, ἀλλὰ ὁ οὕτω πράττων ὥσπερ οἱ δίκαιοι καὶ οἱ σώφρονες πράττουσιν. ὥστε καλῶς λέγεται, ὅτι ἐκ τοῦ τὰ δίκαια ποιεῖν ὁ δίκαιος γίνεται καὶ ἐκ τοῦ τὰ σώφρονα ὁ σώφρων· ὃς δὲ μὴ πράττει ταῦτα, οὐδέποτε γίνεται ἀγαθὸς οὐδὲ μελλήσει ποτὲ γενέσθαι. ἀλλ’ οἱ πλείους τῶν ἀνθρώπων ταῦτα μὲν οὐ πράττουσιν, ἐπὶ δὲ τὴν σοφίαν καταφεύγοντες καὶ τοὺς λόγους οἴονται διὰ τοῦτο φιλοσοφεῖν καὶ οἴονται σπουδαῖοι εἶναι, ὅτι μόνον περὶ τῆς ἀρετῆς ἀκριβῶς γινώσκουσιν εἰπεῖν, ὅμοιόν τι ποιοῦντες τοῖς κάμνουσιν, οἳ τῶν ἰατρῶν ἀκούουσι μὲν ἐπιμελῶς, ποιοῦσι δὲ οὐδὲν τῶν προσταττομένων. ὥσπερ τοίνυν ἐκείνοις οὐδέποτε ἕξει τὰ σώματα καλῶς οὕτω θεραπευομένοις,3 οὕτως οὐδὲ οὗτοι τὴν ψυχὴν καλλίω ποιήσουσιν οὕτω φιλοσοφοῦντες.

论公正之人与践行公正之事者之差异,且在其余德性上亦同样如此。第四章。 那么,德性关乎快乐与痛苦,并且它是因产生它的那些事物而增长和毁灭(因现实活动以不同的方式发生),以及它围绕着产生它的那些事物展开现实活动,这些都已言明。然而有人可能会提出疑难:我们怎么能说,想要成为公正之人就必须做公正之事,想要成为节制之人就必须做节制之事呢?因为践行公正之事的人无论如何都是公正之人,践行节制之事的人都是节制之人,正如践行音乐或文法之事的人是音乐家与文法家一样。对此我们回答说,践行公正之事者与公正之人之间似乎存在某种差异,而在技艺中同样如此。因为某人有可能凭运气或在他人的提示下做出符合文法的事情,但他自己却并非文法家;然而,当他不仅做出符合文法的事,而且是以合乎文法的方式(即遵循他内在的文法准则)做出时,他才会是文法家。同样地,某人完全可能践行公正之事而并非公正之人。不仅如此,在这些方面,德性中的差异比起技艺中的差异还要更为显著。因为技艺的善就在于技艺的现实活动本身之中,所以如果某人通晓音乐并演奏出音乐,没有什么能阻止称他为音乐家;因为哪怕他并非出于自己的抉择演奏音乐,而是在他人的强迫下演奏,他也是音乐家;但在德性中却并非如此。因为即便某人践行公正之事,除非除了其他条件之外,他还是完全出于自愿且由自己所推动而非被他人强迫而行事,否则他绝不会是公正之人。因为唯有在下列情况下他才会是公正之人:第一,如果他认识到自己所行之事而践行公正之事;第二,如果他出于自己的抉择而践行;第三,如果他对这一行动持有坚定而不移的姿态。因为即便某人知晓公正之事并出于自愿践行,却认为并非一切时间都是正义的时机,他也不会是公正之人。然而对于掌握其余诸技艺并依之成为匠人而言,除了知识之外并不寻求这些条件;因为没有知识,人怎能成为匠人呢?但即使他既非出于抉择运用技艺,也非对技艺的施展持有不可动摇的姿态,他并不会因此受阻而不能成为匠人;但对于德性而言,通晓关于它所应知晓的一切,对于某人成为优秀之人几乎或根本毫无助益,而其余的条件并非起微小的作用,而是具有全部的决定力;因为完全可能有人无法确切地谈论德性,却依然是优秀的人。但若没有抉择并对德性持有不可动摇的姿态,就不可能成为优秀的人,而正如所言,这些条件是通过屡次践行现实活动而获得的。因此,事物本身是公正与节制的,乃是当它们属于公正之人或节制之人所会践行的那一类事物之时;但公正与节制之人并非凡是践行这些事物的人,而是如同公正之人与节制之人那样去践行的人。所以说得好:从做公正之事中产生公正之人,从做节制之事中产生节制之人;而不践行这些事物的人,绝不会成为善人,也绝无可能成为善人。但大多数人并不践行这些事情,反而逃避到智慧和言论之中,自以为由此是在从事哲学,自以为是优秀的人,仅仅因为他们懂得精确地谈论德性;他们的所作所为类似于那些病人,虽然仔细聆听医生的话,却丝毫不照医嘱行事。因此,正如那些病人以这种方式接受照料时身体绝不会康复一样,这些人以这种方式从事哲学也绝不会让他们的灵魂变得更加美好。

语法注3 条
  1. 2.καθ’ ἕτερον τρόπον καὶ ἕτερον τῶν ἐνεργειῶν γινομένων

    τῶν ἐνεργειῶν γινομένων 为属格绝对结构,解释前文 αὔξεται καὶ φθείρεται(增长和毁灭)发生的情状或条件。重叠结构 καθ’ ἕτερον τρόπον καὶ ἕτερον 作副词短语,意为“随着现实活动以一种方式或另一种不同的方式发生”,表示行动方式的差异导致相反的结果。

  2. 2.καὶ ἐὰν μὴ προαιρούμενος αὐτὸς τὰ μουσικὰ ποιῇ ἀλλὰ ἑτέρου βιαζομένου

    在条件从句(ἐάν...)内部,由 ἀλλά 连接了与主语一致的主格分词 προαιρούμενος αὐτός 和表示外部强迫原因的属格独立结构 ἑτέρου βιαζομένου,构成句法上的交替(variatio),意为“不是出于自己的抉择,而是在他人的强迫之下”。

  3. 2.ἐκείνοις οὐδέποτε ἕξει τὰ σώματα καλῶς οὕτω θεραπευομένοις

    此处使用了 καλῶς ἔχειν(处于良好状态)的固定结构,并带有表示利益/关涉的与格 ἐκείνοις。分词 θεραπευομένοις 与 ἐκείνοις 在性数格上保持一致,表示情状或条件(“当如此接受治疗时”),τὰ σώματα 作 ἕξει 的主语,整体意为“对他们而言,在这样接受治疗时身体绝不会康复”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:31.24-32.34