← 普鲁萨的赫里奥多罗斯

亚里士多德《尼各马可伦理学》释义

§30.27-31.23

选择的对象与德性对快乐的关系

注解者修正了将德性定义为无情感的缺陷,并通过选择与回避的三重对象(高尚、有益、快乐)、快乐自幼的浸染以及抵御快乐的困难程度,论证了伦理学与政治学研究必然以快乐和痛苦为核心。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2

Ὅτι περὶ ἡδονὰς καὶ λύπας ἐστὶν ἡ ἠθικὴ ἀρετή. κεφ. γʹ. 10#2 διὰ τοῦτο καί τινες ὁρίζονται τὰς ἀρετὰς ἀπαθείας καὶ ἠρεμίας εἶναι, ἀπὸ τῆς ἡδονῆς τὸν ὁρισμὸν λαμβάνοντες· καίτοι οὐ καλῶς ὁρίζονται, ὅτι ἁπλῶς ἄνευ προσθήκης ποιοῦνται τὸν ὁρισμόν, μὴ προστιθέντες τῇ ἠρεμίᾳ καὶ ἀπαθείᾳ τὸ ὡς δεῖ καὶ ὅτε δεῖ καὶ τὰς ἄλλας περιστάσεις. ὑπόκειται ἄρα ἡ ἀρετὴ εἶναι ἡ ἕξις ἡ οὕτως ἔχουσα περὶ ἡδονὰς καὶ λύπας, καθὼς προσδιωρισάμεθα, τῶν βελτίστων πρακτική, ἡ δὲ κακία τοὐναντίον. γνοίημεν δ’ ἂν ἔτι βέλτιον περὶ τῶν εἰρημένων, καὶ ἀπὸ τούτων τῶν λόγων. τριῶν γὰρ ὄντων δι’ ἃ τις αἱρεῖταί τι καὶ τοσούτων δι’ ἃ τις φεύγει τι, καλοῦ συμφέροντος ἡδέος, αἰσχροῦ ἀσυμφόρου λυπηροῦ, ὁ μὲν ἀγαθὸς πᾶσι κατὰ τὸ εἰκὸς ἐπιβάλλει, διώκων μὲν τὰ ἄριστα, φεύγων δὲ ἃ βλάβη διώκειν, ὁ δὲ κακὸς ἁμαρτάνει περὶ κρίσιν αὐτῶν καὶ μάλιστα τὴν τοῦ ἡδέος· ἡ γὰρ ἡδονὴ οὐ μόνον κοινή ἐστι πᾶσι τοῖς ζῴοις, ἀλλὰ καὶ πᾶσιν ἕπεται τοῖς εἰρημένοις αἱρετοῖς. ἃ γὰρ αἱρούμεθα, τούτοις πᾶσιν ἡδόμεθα. καὶ ἔστι τὸ καλὸν καὶ συμφέρον ἡδὺ τῇ ἑαυτῶν φύσει· καὶ διὰ τοῦτο οἱ κακοὶ ἀπατῶνται, τὸ ἡδὺ καλὸν καὶ συμφέρον ἡγούμενοι πᾶν, διότι ἕπεται νομίζοντες καὶ ἀντιστρέφειν.1 τὸ δὲ οὐχ οὕτως ἔχει· συμβαίνει γὰρ πολλὰ τῶν ἡδέων αἰσχρὰ καὶ ἀσύμφορα εἶναι· ὥστε φανερόν, ὅτι περὶ ἡδονὰς καὶ λύπας αἱ ἀνθρώπιναι καταγίνονται πράξεις. ἔτι πᾶσιν ἡμῖν ἐκ νηπίου τοῦτο τὸ πάθος σύνεστι καὶ συντρέφεται, καθάπερ ἐγκεχρωσμένον τῷ βίῳ· καὶ τὰς ἀγαθὰς πράξεις καὶ τὰς πονηρὰς τούτῳ κρίνομεν τῷ κανόνι, τῷ τὰς μὲν λύπην φέρειν, τὰς δὲ ἡδονήν,2 καὶ πάντες οὕτω κανονίζομεν τὰς ἐνεργείας, εἰ καὶ μὴ ὁμοίως, ἀλλὰ μᾶλλον καὶ ἧττον· ὥστε ἀνάγκη περὶ ἡδονὰς καὶ λύπας εἶναι τὴν πᾶσαν ταυτηνὶ πραγματείαν. οὐ γὰρ μικρὸν βοηθεῖ τῷ ζητοῦντι τὰ πρακτέα τὸ εἰδέναι, τί ἐστι τὸ καλῶς χαίρειν ἢ τὸ κακῶς ἢ τὸ καλῶς λυπεῖσθαι ἢ τὸ κακῶς· ἐπεὶ μηδὲ μικρὸν μέρος τῶν πράξεων τὸ ἥδεσθαι καλῶς ἢ λυπεῖσθαι ἢ τοὐναντίον. ἀπὸ τούτων γὰρ τὰ τῶν ἀνθρώπων ἤθη γινώσκομεν εἰ φαῦλα ἢ ἀγαθά. ἔτι ὅσα τῶν πρακτέων οὐκ εἰσὶ ῥᾴδια, περὶ ταῦτα καὶ τέχνη καταγίνεται καὶ ἀρετή· πρὸς γὰρ τὰ ῥᾴδια οὐδεμία χρεία πολυχρονίου ἔθους ἢ μεθόδου τεχνικῆς· ὥστε ὅσῳ χαλεπώτερα, τοσούτῳ μείζονος δεήσονται καὶ τέχνης καὶ ἀρετῆς· ἐπεὶ καὶ βέλτιον τὸ τὰ χαλεπώτερα διαθέσθαι καλῶς τοῦ τῶν ῥᾳδίων περιγενέσθαι· ἡ ἀρετὴ ἄρα μάλιστα ἐν τοῖς χαλεπωτέροις ἐστὶ καὶ περὶ ταῦτα καταγίνεται. ἔστι δὲ χαλεπώτερον τῷ σπουδαίῳ ἡδονῇ μάχεσθαι ἢ θυμῷ, καθά φησιν Ἡράκλειτος· καὶ διὰ τοῦτο ἄρα περὶ ἡδονὰς καὶ λύπας εἶναι ἀνάγκη πᾶσαν τὴν πραγματείαν καὶ τῇ ἀρετῇ καὶ τῇ πολιτικῇ· ὁ μὲν γὰρ καλῶς χρώμενος ἡδονῇ καὶ λύπῃ ἀγαθός, ὁ δὲ κακῶς κακός.

论伦理德性关乎快乐与痛苦。第三章。 因此,甚至有些人将德性定义为无情感与平静,从快感中引出这一定义;然而他们的定义并不妥当,因为他们只是无所附加地直接做出定义,并未在平静和无情感中附加“以应当的方式”、“在应当之时”以及其余诸种境况。因此德性被设定为关于快乐与痛苦如此具有的状态,正如我们另外规定的那样,能够践行最善之事,而恶习则相反。从以下论证中,我们对于所言之事还能有更好的了解。因为人有所选择的根据有三样,有所躲避的根据亦有同样多的数目——高尚的、有益的、快乐的,与丑陋的、有害的、痛苦的——善人适当地对待这一切,一方面追求最善之事,另一方面躲避追之有害之事,而恶人则在对它们的判断上犯错,尤其是关于快乐的判断;因为快乐不仅为一切动物所共有,而且伴随着上述所有选择对象。因为凡是我们所选择的事物,我们在这一切之中都感到快乐。而高尚与有益之物依其本性就是快乐的;正因如此,恶人受到蒙蔽,认为一切快乐的事物都是高尚且有益的,以为既然伴随,便也能够换位。但事实并非如此;因为许多快乐的事物恰好是丑陋且有害的;所以显而易见,人类的行为是在快乐与痛苦的范围内展开的。此外,我们所有人自幼起便具有这种情感,并且与之一同成长,仿佛浸染在我们的一生中;我们依照这个准则评判善行与恶行,即一者带来痛苦,另一者带来快乐,并且所有人都如此规范自己的现实活动,即使并不完全相同,也有程度的高低之别;所以必然的是,这整部论著都关乎快乐与痛苦。因为对于寻求应行之事的人而言,知晓何为好好地喜悦或糟糕地喜悦,何为好好地受苦或糟糕地受苦,具有不小的帮助;既然好好地享受快乐或承受痛苦,或者反过来,绝非行为的微小部分。因为正是从这些事物中,我们得知人们的品格究竟是恶劣的还是优秀的。此外,在应行之事中凡是不容易的事情,技艺与德性都在其上用功;因为对于容易的事情,根本不需要长久的习惯或专业的方法;所以愈是艰难,就需要愈大的技艺与德性;既然把艰难之事妥善处理好,也胜过战胜容易之事;因此德性尤其存在于较艰难之事中,并围绕这些事展开。而正如赫拉克利特所言,对于优秀的人而言,与快乐抗争比起与怒气抗争更为艰难;因此,无论对于德性还是对于政治学而言,整部论著都必然关乎快乐与痛苦;因为善用快乐与痛苦的人是善人,而恶用的人则是恶人。

语法注2 条
  1. 2.διότι ἕπεται νομίζοντες καὶ ἀντιστρέφειν

    不定式短语 καὶ ἀντιστρέφειν(换位亦成立)作分词 νομίζοντες(认为)的宾语,前置的原因从句 διότι ἕπεται(因为[快乐]伴随)说明了他们产生此想法的依据。此处指逻辑上的换位谬误:由“高尚与有益之物皆令人愉悦”错误地推导出其逆命题“凡令人愉悦之物皆高尚且有益”。

  2. 2.τούτῳ κρίνομεν τῷ κανόνι, τῷ τὰς μὲν λύπην φέρειν, τὰς δὲ ἡδονήν

    带冠词的不定式结构 τῷ τὰς μὲν λύπην φέρειν, τὰς δὲ ἡδονήν 与与格指示代词短语 τούτῳ τῷ κανόνι 构成同位语,具体说明评判标准的内涵。不定式的逻辑主语 τὰς μὲν ... τὰς δέ 为阴性宾格复数,指代前文的 πράξεις(行为)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:30.27-31.23