← 普鲁萨的赫里奥多罗斯

亚里士多德《尼各马可伦理学》释义

§29.31-30.27

伦理德性关乎快乐与痛苦的论证

通过改述亚里士多德《尼各马可伦理学》第二卷第三章的论证,借助伴随行动的快乐与痛苦、柏拉图的教育学说、城邦惩罚如医疗的类比以及品质的生成消灭条件,论证伦理德性关乎快乐与痛苦。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2

Ὅτι περὶ ἡδονὰς καὶ λύπας ἐστὶν ἡ ἠθικὴ ἀρετή. κεφ. γʹ. 10#1 Ὅτι περὶ ἡδονὰς καὶ λύπας ἐστὶν ἡ ἠθικὴ ἀρετή. κεφ. γʹ. Ἐπεὶ δὲ καὶ πρὶν εἰς ἕξιν ἐλθεῖν ἀρετῆς καὶ μετὰ τὴν ἕξιν τὰς αὐτὰς ἐπιδεικνύμεθα ἐνεργείας, τί σημεῖον γένοιτ’ ἂν τῶν ἐχόντων τὰς ἕξεις ἢ τῶν μήπω κτησαμένων; οὐδὲν ἄλλο ἢ ἡ ἐπὶ τοῖς κατ’ ἀρετὴν ἔργοις ἡδονή τε καὶ λύπη. ὁ μὲν γὰρ ἀπεχόμενος τῶν σωματικῶν ἡδονῶν καὶ τῷ ἀπέχεσθαι χαίρων οὗτος σώφρων ἐστίν, ὁ δὲ ἀχθόμενος ἀκόλαστος ἔτι· καὶ ὁ μὲν ὑπομένων τὰ δεινὰ καὶ χαίρων ἢ μὴ λυπούμενός γε ἀνδρεῖος, ὁ δὲ λυπούμενος δειλὸς ἔτι. περὶ ἡδονὰς γὰρ καὶ λύπας ἐστὶν ἡ ἠθικὴ ἀρετή. διὰ μὲν γὰρ τὴν ἡδονὴν τὰ φαῦλα πράττομεν, διὰ δὲ τὴν λύπην τῶν καλῶν ἀπεχόμεθα. διὰ τοῦτο δεῖ τῶν ἀγαθῶν ἐθῶν καὶ πράξεων εὐθὺς ἐκ παίδων πολὺν ποιήσασθαι λόγον, ὡς ὁ Πλάτων φησί, καὶ ἀνάγεσθαι παῖδας ὄντας τοῖς τοιούτοις ἔθεσιν, ὥστε δυνηθῆναι χαίρειν μὲν οἷς δεῖ, λυπεῖσθαι δὲ οἷς προσῆκεν λυπεῖσθαι· ἡ γὰρ ὀρθὴ καὶ κατὰ λόγον παιδεία αὕτη ἐστίν. ἔτι, ἐπεὶ αἱ ἀρεταὶ περὶ πράξεις εἰσὶν ἢ πάθη, οἷς δέ τις πράττει ἢ πάσχει ἢ χαίρει, ἐὰν βουλόμενος πράττῃ ἢ πάσχῃ, ἢ λυπεῖται, ἐὰν ἄλλου βιαζομένου,1 φανερὸν ὅτι πᾶσα ἀρετὴ περὶ ἡδονὰς καὶ λύπας ἐστίν. ἔτι δὲ καὶ ἀπὸ τῶν ἐν ταῖς πολιτείαις κολάσεων φανερόν· τοὺς γὰρ τοῖς πονηροῖς ἡδομένους λυποῦντες οἱ νομοθέται πείθουσι τὰ μὲν φαῦλα μισεῖν, ἥδεσθαι δὲ τοῖς ἀγαθοῖς ἔργοις· καὶ οὕτως ἐντιθέασιν αὐτοῖς ἐθίζοντες τὴν ἐπ’ ἀρετῇ ἡδονήν. αἱ γὰρ τοιαῦται κολάσεις πρὸς τοὺς νοσοῦντας τὰ πολιτικὰ ἰατρειῶν ἔχουσι λόγον. καὶ καθάπερ ἐκείναις ἐναντίαι αἱ νόσοι ἃς θεραπεύουσι, καὶ ἐὰν ἴδωμεν ἰατρὸν ψυχρὰν προσάγοντα θεραπείαν, γινώσκομεν εὐθὺς τὴν νόσον ἀπὸ θέρμης συστῆναι, οὕτω καὶ ἀπὸ τῶν κολάσεων ὀδυνηρῶν οὐσῶν γινώσκομεν, ὅτι θεραπευόμεναι κακίαι ἀπὸ ἡδονῆς γίνονται. ἔτι, καθὼς εἴρηται, πᾶσα ψυχῆς ἕξις, ὑφ’ ὧν τίκτεται καὶ βελτίων ἢ χείρων γίνεται, πρὸς ταῦτα καὶ περὶ ταῦτα τὴν φύσιν ἔχει καὶ ἐν αὐτοῖς συνίσταται· ἀλλὰ ἀπὸ τῆς ἡδονῆς καὶ τῆς λύπης αἱ φαῦλαι γίνονται ἕξεις, δηλαδὴ τοῦ διώκειν2 τὴν ἡδονὴν ὥσπερ οὐ δεῖ, καὶ ὅτε οὐ δεῖ, καὶ πάλιν φεύγειν τὴν λύπην ὅτε οὐ δεῖ καὶ ὡς οὐ δεῖ καὶ ὅπου οὐ δεῖ· καὶ ὅσαι ἄλλαι περιστάσεις πονηρὰν ποιοῦσι τὴν ζήτησιν τῆς ἡδονῆς ἢ τὴν φυγὴν τῆς λύπης· ὁμοίως δὲ καὶ ἐπὶ τῆς ἀρετῆς ἔχει· συνίσταται γὰρ ἀπὸ τοῦ διώκειν καὶ φεύγειν τὴν ἡδονὴν καὶ τὴν λύπην ὡς δεῖ καὶ ὅτε δεῖ. ὥστε φανερόν, ὅτι περὶ ταύτας αἱ ἕξεις τὴν φύσιν ἔχουσι καὶ ἐν αὐταῖς συνίστανται.

伦理德性关乎快乐与痛苦。第3章。 伦理德性关乎快乐与痛苦。第3章。 然而,既然无论在达到德性的品质之前还是在具有品质之后,我们都表现出相同的现实活动,那么对于具有品质的人或尚未获得品质的人而言,能有什么标志呢?无非是依德性的行动所伴随的快乐与痛苦。因为克制身体的快乐并以克制为乐的人,此人是节制的,而感到苦恼的人则依然是放纵的;忍受可怖之事并感到喜悦或至少不感到痛苦的人是勇敢的,而感到痛苦的人则依然是怯懦的。因为伦理德性关乎快乐与痛苦。因为由于快乐我们做出卑劣之事,而由于痛苦我们克制不做高尚之事。因此,正如柏拉图所说,必须从小立即重视良好的习惯与行为,并在幼年时以此类习惯被培育,从而能够对应当喜悦之事感到喜悦,对理当痛苦之事感到痛苦;因为这便是合乎理性的正确教育。此外,既然诸德性关乎行为或情感,而在一个人所行或所受之事中,若是出于意愿而行或受,他便感到喜悦,若是他人强迫,他便感到痛苦,显而易见一切德性都关乎快乐与痛苦。此外,从各城邦体制中的惩罚来看也是显而易见的;因为立法者通过使那些以邪恶之事为乐的人受苦,劝导他们一方面憎恨卑劣之事,另一方面以善行悦乐;并且如此使他们习惯,将因德性而来的快乐植入他们心中。因为此类惩罚对于在城邦事务上有病痛的人而言具有医治的道理。正如〔医治〕所治疗的疾病与那些〔医治〕相对立,而且如果我们看到医者采用冷却的疗法,我们立即便知道疾病是由于热度引起的,同样,由于惩罚是痛苦的,我们也知道所治疗的恶习是由快乐产生的。此外,正如已经说过的,灵魂的每一种品质,因何者得以产生并变得更好或更坏,便针对何者且关乎何者拥有本性,并在其中成立;但不良的品质源于快乐与痛苦,即源于以不应当的方式以及在不应当之时追求快乐,又在不应当之时、以不应当的方式以及在不应当之地躲避痛苦,以及使追求快乐或躲避痛苦成为邪恶的其他一切境况;在德性上亦是如此;因为德性成立自以应当的方式并在应当之时追求与躲避快乐和痛苦。因此显而易见,诸品质关乎这些事物拥有本性,并在其中成立。

语法注2 条
  1. 2.ἐὰν ἄλλου βιαζομένου

    属格独立结构 ἄλλου βιαζομένου 直接置于条件连词 ἐάν 之后,相当于限定动词条件从句(ἐὰν ἄλλος βιάζηται,“若是他人强迫”)。这是一种将连词与独立分词句法相结合的不规则混交结构。

  2. 2.δηλαδὴ τοῦ διώκειν

    在副词 δηλαδή 之后的冠词加属格不定式短语 τοῦ διώκειν 充当解释性属格(epexegetical genitive),与前面的介词短语 ἀπὸ τῆς ἡδονῆς καὶ τῆς λύπης 构成同格,具体阐明不良品质是如何“源于快乐与痛苦”的。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:29.31-30.27