← 普鲁萨的赫里奥多罗斯

亚里士多德《尼各马可伦理学》释义

§2.28-3.30

终极目的与作为主导学科的政治学

对亚里士多德《尼各马可伦理学》第一卷第二章进行释义,论证人类的终极目的属于政治学,因为政治学是统领其他技艺并以城邦共同之善为目的的建筑术式学科。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1

Ὅτι τῆς πολιτικῆς ἐστι τέλος τὸ ἔσχατον τέλος. κεφ. βʹ Ὅτι τῆς πολιτικῆς ἐστι τέλος τὸ ἔσχατον τέλος. κεφ. βʹ. Εἰ δὲ τοῦτο οὕτως ἔχει, πειρατέον ὁρίσασθαι ὡς ἐν τύπῳ, τί ποτέ ἐστι τοῦτο τὸ ἔσχατον τέλος καὶ τίνος ἐστὶ προσεχῶς τῶν ἐπιστημῶν καὶ τῶν πράξεων. ἔστι μὲν γὰρ ἁπάσης τέχνης καὶ δυνάμεως κοινὸν τέλος, ἔστι δὲ καὶ προσεχῶς μιᾶς τινος δυνάμεως· καθάπερ τὸ τέλος τῆς ἀρχιτεκτονικῆς ἐστι μὲν καὶ πασῶν τῶν ὑπὸ τὴν ἀρχιτεκτονικήν, ἔστι δὲ καὶ προσεχῶς αὐτῆς τῆς ἀρχιτεκτονικῆς. δοκεῖ τοίνυν εἶναι τέλος τῆς κυριωτάτης τῶν τεχνῶν καὶ μάλιστα ἀρχιτεκτονικῆς. τοιαύτη δὲ ἡ πολιτική· ταῖς γὰρ ἄλλαις τέχναις τὴν τάξιν καὶ τὸν καιρὸν αὐτὴ δίδωσι. τίνας γὰρ ἐπιστήμας ἐν ταῖς πόλεσιν εἶναι προσήκει, καὶ τίνας ἀνθρώπους ποίας ἐπιστήμας δέον μανθάνειν καὶ μέχρι τίνος, μόνης τῆς πολιτικῆς ἐστι σκοπεῖν· μόνη γὰρ ἡ πολιτικὴ τὰς μὲν πονηρὰς τῶν τεχνῶν τῆς πόλεως ἀπελαύνει, τὰς δὲ λυσιτελούσας οὐ συγχωρεῖ πάντας μανθάνειν ἢ μαθόντας ἀεὶ μεταχειρίζεσθαι. οὐ γὰρ εἴ τις δυνάμενος στρατηγεῖν καὶ σῴζειν τὴν πόλιν, τοῦτον ἐᾷ σκυτοτομεῖν,1 οὐδὲ στρατιώτην εἶναι δίκαιον ἔτι ὄντα στρατηγὸν ἐποίησε· τῷ δὲ προσήκοντι τῇ τέχνῃ τοὺς καιροὺς ἀποδίδωσιν, ὥστε μὴ στρατηγεῖν, ὅτε ἡσυχίαν ἄγειν προσῆκεν. ὁ γὰρ πολιτικὸς πέμπει μὲν τὸν στρατηγὸν ὁπόταν δέῃ, κελεύει δὲ ἡσυχίαν ἄγειν ὅτε τούτου καιρός. εἰ γὰρ καὶ ὁ στρατηγὸς πολλάκις ἑαυτῷ δίδωσι τὸν καιρόν, ἀλλ’ οὐ τῇ στρατηγικῇ τέχνῃ.2 πάντες γὰρ οἱ τῆς τέχνης κανόνες τὸ τέλος τῆς τέχνης ἐκείνης μόνον σκοποῦσιν· ὃς δὲ πρὸς τοὐναντίον ἢ πρὸς ἄλλο φέρεται, οὐκ ἔστι τῆς τέχνης ἐκείνης κανών. ὥστε ὁ στρατηγὸς σκοπῶν, ὁπότε δεῖ πολεμεῖν καὶ διὰ τοῦτο ἡσυχάζων πολλάκις καὶ περὶ εἰρήνης διαπρεσβευόμενος δῆλός ἐστιν οὐ τῷ κανόνι τῆς στρατηγικῆς κεχρημένος, ἀλλ’ ἑτέρας τινὸς τέχνης μείζονος καὶ κυριωτέρας, ἥτις ἐστὶν ἡ πολιτική. ἐπεὶ τοίνυν καὶ τὰς τιμιωτάτας τῶν τεχνῶν ὑφ’ ἑαυτὴν ἡ πολιτικὴ ποιεῖται, λέγω δὴ στρατηγικὴν οἰκονομικὴν καὶ ῥητορικήν, καὶ ταῖς λοιπαῖς τῶν πρακτικῶν χρῆται πρὸς τὸ οἰκεῖον δηλαδὴ τέλος (πάσας γὰρ τάττει πρὸς τὸ κοινὸν τῆς πόλεως ἀγαθὸν καὶ διὰ τοῦτο νομοθετεῖ, τί δεῖ πράττειν καὶ τίνων ἀπέχεσθαι), τὸ ταύτης τέλος περιέχοι ἂν τὰ τῶν ἄλλων. ἐπεὶ δὲ πάντα τὰ τῶν ἄλλων τέλη ζητεῖται διὰ τὸ εὖ εἶναι τὸν ἄνθρωπον, τὸ δὲ τέλος ἐστὶ τῆς πολιτικῆς, δι’ ὃ τὰ τῶν ἄλλων τέλη ζητοῦνται, φανερὸν ὅτι τοῦτο ἂν εἴη τὸ ἀνθρώπινον ἀγαθόν. καὶ δῆλον μέν, ὅτι τὸ αὐτὸ ἀγαθὸν ζητεῖται καὶ παρὰ ἑνὸς ἀνθρώπου καὶ παρὰ πόλεως, ἀλλ’ ὅμως μεῖζον καὶ τελειότερον τὸ τῆς πόλεως φαίνεται ἀγαθὸν καὶ λαβεῖν καὶ λαβόντα διασῶσαι. ἔστι μὲν γὰρ καὶ τὸ ἑνὶ ἀνθρώπῳ τὸ ἀγαθὸν διασῶσαι ἀγαπητόν,3 ἄν τε ἐν ἑτέρῳ τις ἄν τε ἐν ἑαυτῷ δυνηθῇ φυλάξαι· κάλλιον δὲ καὶ θειότερον ἔθνει καὶ πόλεσιν, ὅσον ἡ τῶν πολλῶν εὐδαιμονία τῆς ἑνὸς ἀμείνων ἐστίν. ὥστε δικαιότερον ἂν εἴη τὸ τῆς πολιτικῆς τέλος ἔσχατον εἶναι τέλος καὶ ἔσχατον ἀγαθόν, ἥτις οὐχ ἓν μόνον τέλος ἀλλὰ τῶν ἄλλων πασῶν σκοπεῖ ὡς οἰκεῖα, κοινή τις οὖσα τέχνη καὶ πολιτική.

关于终极目的是政治学的目的。第2章。 关于终极目的是政治学的目的。第2章。 如果情形确实如此,我们就必须尝试以概略的方式定义,这终极目的究竟是什么,以及它直接属于诸科学和诸行为中的哪一种。因为它是每种技艺和能力的共同目的,同时也直接属于某一单一的能力;正如建筑术式技艺的目的既属于从属于该建筑术式技艺的所有技艺,又直接属于该建筑术式技艺本身。因此,它似乎是诸技艺中最具主导性、最具建筑术色彩的技艺的目的。而政治学正是这样一种技艺;因为正是它自身赋予其余技艺以秩序和时机。因为考察城邦中应当存在哪些科学,以及哪些人应当学习何种科学并学到何种程度,仅仅属于政治学;因为惟有政治学将败坏的技艺逐出城邦,而对于有益的技艺,它并不容许所有人去学习,也不容许学成者始终从事这些技艺。因为如果某人有能力担任将领并拯救城邦,它绝不会任由这人去做鞋匠,也不会使理应仍为士兵的人成为将领;而是向适合该技艺的人分配时机,以使他在应当保持静默时不去行使统帅之职。因为政治家在必要时派遣将领,而在适于静默的时机命令他保持静默。因为纵然将领往往赋予自己时机,但并非凭借统帅技艺而做到的。因为一门技艺的所有规范都仅仅着眼于那门技艺的目的;而导向相反方面或导向别处的规范,并不属于那一技艺。因此,考察何时应当作战、并为此常常保持静默且就和平派遣使节的将领,显而易见并非运用统帅术的规范,而是运用某种更伟大、更具主导性的另一门技艺——即政治学——的〔规范〕。既然政治学将最受尊崇的诸技艺——我指的是统帅术、治家术和修辞术——归于自身之下,并且为了自身的特有目的而使用其余的实践性技艺(因为它将一切安排归于城邦的共同之善,并因此立法规定何者当为、何者当戒),那么它的目的就应当包含其他技艺的目的。既然其他技艺的一切目的都是为了人的完好生存而被寻求,而其他诸目的为之被寻求的目的正是政治学的目的,显然这应当就是属人的善。并且固然显而易见,个人与城邦所寻求的是同一种善,但城邦的善无论在获取上还是在获取之后的保全上,都显现为更为重大且更为完备。因为即便对单个人而言保全善也是令人满意的,无论一个人能够在他人身上还是在自身之中守护它;但对于部族和城邦而言则更为美好、更为神圣,正如多数人的幸福优于一个人的幸福一样。因此,将政治学的目的视为终极目的与终极之善应当是更为合理的,政治学并非仅仅着眼于单一的目的,而是将所有其他目的视作自身特有的目的而加以考察,它是一种共通的、政治性的技艺。

语法注3 条
  1. 1.οὐ γὰρ εἴ τις δυνάμενος στρατηγεῖν καὶ σῴζειν τὴν πόλιν, τοῦτον ἐᾷ σκυτοτομεῖν

    条件从句的前提预提(prolepsis)结构:条件从句的主语成分(εἴ τις δυνάμενος)在主句中被宾格指示代名词(τοῦτον)承接。主句动词 ἐᾷ 的隐含主语是上文出现的 ἡ πολιτική(政治学)。

  2. 1.ἀλλ’ οὐ τῇ στρατηγικῇ τέχνῃ

    承前省略了动词 δίδωσι。与格 τῇ στρατηγικῇ τέχνῃ 为手段或依据与格,意为“[而非]凭借/依照统帅技艺[赋予时机]”。

  3. 1.ἔστι μὲν γὰρ καὶ τὸ ἑνὶ ἀνθρώπῳ τὸ ἀγαθὸν διασῶσαι ἀγαπητόν

    句式骨架为带冠词不定式 τὸ ... διασῶσαι 作主语,ἀγαπητόν 作表语形容词,ἑνὶ ἀνθρώπῳ 为利益与格(“对单个人而言”)。后文的 ἔθνει καὶ πόλεσιν(“对部族和城邦而言”)同样作为利益与格,与表语 κάλλιον δὲ καὶ θειότερον 形成平行对照。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:2.28-3.30