- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:28.19-29.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
赫利奥多罗斯转述《尼各马可伦理学》卷二第二章的内容,指出由于个别情况的变化多端,关于行为的论说只能给出概略轮廓且须关注时机;并通过身体的类比(健康与力量)说明德性被过度与不及所毁坏而由中道所保全,以及促成德性的现实活动亦即德性所使能的活动。
ἐκεῖνο δὲ προδιομολογείσθω, ὅτι πάντα τὸν 〈περὶ τῶν πρακτῶν λόγον, δηλονότι τὸν〉 περὶ τῶν πράξεων, τίνες αὐτῶν ἀγαθαὶ καὶ τίνες αἱ φαῦλαι, οὐκ ἀκριβῶς ἀλλ’ ὡς ἐν τύπῳ γίνεσθαι δεῖ,1 ὥσπερ καὶ κατ’ ἀρχὰς εἴπομεν, ὅτι ταῖς ὕλαις ἀκολούθως τοὺς λόγους τοὺς περὶ αὐτῶν ἀπαιτεῖν προσήκει, ἐπεὶ καὶ αἱ πράξεις καὶ τὰ ἐν αὐταῖς συμφέροντα οὐ τὰ αὐτά εἰσιν ἀεί, ὥσπερ οὐδὲ τὰ [νῦν] ὑγιεινά, ἀλλὰ νῦν μὲν τοῦτο νῦν δὲ τοὐναντίον ἅπαν (ταῖς γὰρ διαθέσεσι τῶν σωμάτων καὶ ταῖς τοῦ καιροῦ μεταβολαῖς συμμεταβάλλουσιν), οὕτω δὴ καὶ ἐπὶ τῶν πράξεων ἔχει· αἱ αὐταὶ γὰρ νῦν μὲν βλαβεραί, νῦν δὲ ὠφέλειαν ἤνεγκαν, καὶ τοῖς αὐτοῖς ἀνθρώποις πολλάκις. οὕτω δὲ ἀκριβῶς διωρίσθαι μὴ δυναμένου τοῦ περὶ τῶν καθόλου λόγου, ἔτι μᾶλλον σφαλερώτερος ὁ περὶ τῶν καθ’ ἕκαστα· τὰ γὰρ καθ’ ἕκαστα τῶν καθόλου ἧττον δυνάμεθα γινώσκειν· ἡ γὰρ περὶ ταῦτα σκέψις οὔτε ὑπὸ τέχνην ἐστί τινα οὔτε μέθοδον καὶ παραγγελίαν ὡρισμένην. καὶ διὰ τοῦτο δέον ἐστὶ τοὺς πράττοντας πρὸς τὸν καιρὸν βλέπειν καὶ ἀπὸ τούτου ζητεῖν τὸν περὶ τῶν πράξεων λόγον· γνώσονται γὰρ εἰ ἀγαθαί εἰσιν αἱ πράξεις ἢ φαῦλαι τοῦτον τρόπον σκοποῦντες, ὥσπερ καὶ ἰατροὶ καὶ κυβερνῆται ποιοῦσι· τὰς γὰρ κατὰ τὴν τέχνην πράξεις ἑκάτερος ἀπὸ τοῦ καιροῦ κρίνουσιν.2 ἀλλὰ καίπερ ὄντος τοιούτου τοῦ παρόντος λόγου, πειρατέον βοηθεῖν τῇ κατ’ αὐτὸν ἀληθείᾳ. καὶ πρῶτον τοῦτο θεωρητέον, ὅτι αἱ κατ’ ἀρετὴν πράξεις ὑπὸ ἐνδείας ἢ ὑπερβολῆς πεφύκασι φθείρεσθαι· ὥσπερ ἐπὶ τῆς ἰσχύος καὶ τῆς ὑγιείας ὁρῶμεν· δεῖ γὰρ ὑπὲρ τῶν ἀφανῶν τοῖς φανεροῖς μαρτυρίοις κεχρῆσθαι. τά τε γὰρ ὑπερβάλλοντα γυμνάσια τὴν ἰσχὺν τοῦ σώματος διαφθείρει καὶ τὰ ἐλλείποντα τοῦ μετρίου· τὸν αὐτὸν δὲ τρόπον καὶ τὰ σιτία καὶ τὰ ποτὰ τὰ μὲν πλείω ἢ ἐλάττω τῶν δεόντων τὴν ὑγίειαν ἀπελαύνει, τὰ μέσα δὲ καὶ ποιεῖ καὶ αὔξει καὶ σῴζει· οὕτως οὖν καὶ ἐπὶ τῆς σωφροσύνης καὶ τῆς ἀνδρείας ἔχει καὶ τῶν ἄλλων ἀρετῶν. ὅ τε γὰρ πάντα φεύγων καὶ φοβούμενος καὶ μηδὲν ὑπομένων δειλὸς γίνεται, ὅ τε μηδὲν ὅλως φοβούμενος ἀλλὰ πρὸς πάντα βαδίζων θρασύς, ἀνδρεῖος δὲ ὁ μέσος. ὁμοίως δὲ καὶ ἡ σωφροσύνη ὑπὸ τῆς ὑπερβολῆς καὶ ἐλλείψεως φθείρεται· καὶ γὰρ ὁ μὲν πάσης ἡδονῆς ἀπολαύων καὶ μηδεμιᾶς ἀπεχόμενος ἀκόλαστός ἐστιν, ὁ δὲ πάσας φεύγων ὥσπερ οἱ ἄγροικοι ἀναίσθητος, ὁ δὲ μέσος ὁ σώφρων ἐστίν. ὑπὸ τῆς μεσότητος γὰρ καὶ ἡ σωφροσύνη καὶ ἡ ἀνδρεία σῴζεται. οὐ μόνον δὲ αἱ ἐνέργειαι, δι’ ὧν αἱ γενέσεις καὶ αἱ αὐξήσεις τῶν ἀρετῶν καὶ αἱ φθοραί, καταλλήλως ἔχουσι τοῖς ἀποτελουμένοις, ἀγαθαὶ μέν, εἰ γεννῶσι καὶ αὔξουσι, φαῦλαι δέ, εἰ φθείρουσιν, ἀλλὰ καὶ αἱ μετὰ τὰς ἕξεις τῶν ἀρετῶν ἐνέργειαι, ὧν αἴτιαί εἰσιν αἱ ἕξεις ὡσαύτως ἔχουσι· καὶ δῆλον ἀπὸ τῶν ὁμοίων τῶν φανερωτέρων. ἡ γὰρ ἰσχὺς γίνεται ἐκ τοῦ πολλὴν τροφὴν λαμβάνειν καὶ πολλοὺς πόνους ὑπομένειν· καὶ πάλιν ἡ ἰσχὺς αἰτία γίνεται ταύτης τῆς ἐνεργείας· ὁ γὰρ ἰσχυρὸς δύναται μάλιστα πολλὴν τροφὴν λαμβάνειν καὶ πολλοὺς πόνους ὑπομένειν. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἀρετῶν ἔχει· καὶ γὰρ ἐκ τοῦ ἀπέχεσθαι τῶν ἡδονῶν σώφρονες γινόμεθα καὶ σώφρονες γενόμενοι δυνάμεθα τῶν ἡδονῶν ἀπέχεσθαι μᾶλλον. ὁμοίως δὲ καὶ ἐπὶ τῆς ἀνδρείας· ἐθιζόμενοι γὰρ καταφρονεῖν τῶν δεινῶν καὶ ὑπομένειν αὐτὰ γινόμεθα ἀνδρεῖοι· γενόμενοι δὲ αὐτὸ τοῦτο πάλιν πλέον δυνάμεθα τὸ ὑπομένειν τὰ φοβερά.3
但应当预先承认这一点,即关于可践行之事的全部论说,显而易见也就是关于行为、关于其中哪些是优秀的哪些是不良的论说,必须不是精确地而是依粗略轮廓来进行,正如我们在开头也曾说过的那样,应当根据质料的性质来要求关于它们的论说;因为无论行为还是在行为中有益的事物并非始终如一,正如同关乎健康的事物那样,而是时而为此,时而完全相反(因为它们随着身体的状态与时机的变化而一同变化);在行为中确实也是如此。因为相同的行为时而带来危害,时而带来益处,且往往是对相同的人。然而,既然关于普遍者的论说无法以这种方式精确规定,那么关于个别者的论说就更为不可靠;因为我们认识个别者比起普遍者更为不足;因为关于这些事情的探究既不属于某种技艺,亦不属于确定的方法与规诫。因此行事之人必须着眼于时机,并由此探求关于行为的论说;因为若是依照这种方式考量,他们便会知晓行为究竟是善还是恶,正如医者与舵手所做的那样;因为双方皆从时机来评判依照技艺的行为。但尽管当前的论说属于这种性质,仍须尽力襄助合乎它的真理。首先必须考察这一点:依德性的行为在本性上被不足或过度所毁坏;正如我们在力量与健康上所见到的那样;因为对于隐晦之事,必须使用显明的见证。过度之体操以及短缺于适度之体操都会败坏身体的力量;同样,饮食多于或少于所需便会驱散健康,而适中者则生成、增加并保全健康;因此在节制、勇敢以及其他德性上亦是如此。凡躲避并恐惧一切而不忍受任何事物者便成为怯懦者,而全然无所恐惧向一切进发者便成为鲁莽者,中道之人则是勇敢者。同样,节制亦被过度与不足所毁坏;享受一切快乐而不克制于任何事物者是放纵者,而如粗野乡民般躲避一切快乐者是无感觉者,中道之人则是节制者。因为由于中道,节制与勇敢得以保全。不仅德性的产生、增长与消亡所经由的现实活动与所成就的结果相应——若它们产生并增加德性便是善的,若它们毁坏德性便是恶的——而且在德性的品质之后产生且以品质为原因的现实活动亦是如此;这从更显明的相似事物中便清晰可见。因为力量源于摄取多量食物与忍耐繁多劳苦;反过来,力量又成为这一现实活动的原因;因为强壮者最能够摄取多量食物与忍耐繁多劳苦。在诸德性中亦是如此;因为由克制快乐我们成为节制者,而成为节制者之后我们更能克制快乐。在勇敢上亦是如此;因为由习惯于蔑视可怖之事并忍受它们,我们成为勇敢者;而一旦成为勇敢者,我们又更能做出这同一件事,即忍受可怕之事。
- 2.0ἐκεῖνο δὲ προδιομολογείσθω, ὅτι πάντα τὸν 〈περὶ τῶν πρακτῶν λόγον, δηλονότι τὸν〉 περὶ τῶν πράξεων... γίνεσθαι δεῖ
第三人称单数被动命令式 προδιομολογείσθω 以先行指示代词 ἐκεῖνο 为形式主语,后接 ὅτι 从句加以展开,从句内部包含 δεῖ 及带宾格的不定式结构(宾格主语 πάντα τὸν... λόγον,不定式 γίνεσθαι)。
- 2.0ἑκάτερος ἀπὸ τοῦ καιροῦ κρίνουσιν
复数动词 κρίνουσιν 与单数分配主语 ἑκάτερος(指代前文的医者与舵手双方)构成按意义一致(constructio ad sensum)。
- 2.0γενόμενοι δὲ αὐτὸ τοῦτο πάλιν πλέον δυνάμεθα τὸ ὑπομένειν τὰ φοβερά
中性单数宾格指示短语 αὐτὸ τοῦτο 起先行指代作用,作为 δυνάμεθα 的内在宾语,由后文起同位解释作用的带冠词不定式短语 τὸ ὑπομένειν τὰ φοβερά 加以说明。
