← 普鲁萨的赫里奥多罗斯

亚里士多德《尼各马可伦理学》释义

§27.19-28.19

习惯培养的重要性与伦理学的实践目的

在阐述德性与技艺的品质均由相似的现实活动造就因而自幼培养习惯至关重要之后,作者进入第二章,指出伦理学属于实践哲学而非理论哲学,并指出仅仅将善行规定为符合正确理智是普遍而不充分的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.0#2

εἰ γὰρ μὴ ἀπὸ τῶν τοιῶνδε ἦν ἐνεργειῶν ἡ τοιάδε τέχνη, ἀλλὰ φύσις ἦν ἡ τὸν τεχνίτην ποιοῦσα, οὐκ ἂν ἐδέησεν οὐδενὶ διδασκάλου1 πρὸς 〈τὴν〉 τέχνην, ἀλλὰ πάντες ἂν εὐθὺς ἐγίνοντο ἢ ἀγαθοὶ ἢ τοὐναντίον. τοῦτον δὴ τὸν τρόπον καὶ ἐπὶ τῶν ἀρετῶν ἔχει. πράττοντες γὰρ τὰ συναλλάγματα τὰ πρὸς τοὺς ἀνθρώπους γινόμεθα οἱ μὲν δίκαιοι, οἱ δὲ ἄδικοι, τὸ μὲν ἀπὸ τοῦ πάντα δικαίως πράττειν καὶ κατὰ νόμον, τὸ δὲ ἀπὸ τῆς ἐναντίας πολιτείας.2 πάλιν δὲ ἐπειδὰν δεινοῖς τισι περιπέσωμεν, ἐθιζόμεθα φοβεῖσθαι ἢ θαρρεῖν καὶ οἱ μὲν ἀνδρεῖοι οἱ δὲ δειλοὶ γινόμεθα. ὁμοίως δὲ καὶ περὶ τὰς ἐπιθυμίας ἔχει καὶ τὰς ὀργάς· ἀπὸ γὰρ τῶν ἐθῶν καὶ τῆς ἐν αὐτοῖς ἀναστροφῆς οἱ μὲν σώφρονες καὶ πρᾶοι γίνονται, οἱ δὲ ἀκόλαστοι καὶ ὀργίλοι· καὶ ἑνὶ λόγῳ τὸ πᾶν συνελόντα εἰπεῖν, πᾶσα ἕξις ἀπὸ τῆς ὁμοίας ἐνεργείας τίκτεται, ἀγαθὴ μὲν ἀγαθῆς, φαύλη δὲ φαύλης. διὰ τοῦτο οὐ δεῖ τῆς ἀγαθῆς ἕξεως ἐνέργειαν ἁπλῶς αἰτίαν λέγειν ἀλλ’ ἀγαθὴν οὐδὲ τῆς κακῆς ἁπλῶς ἐνέργειαν ἀλλὰ κακήν· ὥσπερ ἐπὶ τῆς οἰκοδομικῆς· οὐ γὰρ τῆς ἀγαθῆς οἰκοδομικῆς ἕξεως τὴν οἰκοδομικὴν ἁπλῶς ἐνέργειαν αἰτίαν ἐροῦμεν ἀλλὰ τὴν ἀγαθὴν οἰκοδομικὴν ἐνέργειαν τῆς ἀγαθῆς καὶ τῆς φαύλης 〈τὴν〉 φαύλην αἰτίαν καὶ ὅλως τοιάσδε τινὰς ἀποδοτέον ἑκάστῃ τῶν ἕξεων τὰς ἐνεργείας. κατὰ γὰρ τὰς τούτων διαφορὰς ἀκολουθοῦσιν αἱ ἕξεις. διὰ ταῦτα πολλὴ διαφορὰ πρὸς τὴν ἕξιν ἀπὸ τοῦ καλῶς ἢ κακῶς ἐκ νέων ἐθίζεσθαι· μᾶλλον δὲ πᾶσα ἡ τῶν ἕξεων διαφορὰ ἐκεῖθέν ἐστιν. Ὅτι αἱ κατ’ ἀρετὴν πράξεις μεσότητές εἰσι καὶ ὑπὸ ὑπερβολῆς καὶ ἐλλείψεως φθείρονται. κεφ. βʹ. Ἐπεὶ οὖν ἡ παροῦσα πραγματεία οὐκ ἔστι τοῦ θεωρητικοῦ τῆς φιλοσοφίας μέρους, ὃ τὴν θεωρίαν τῆς ἀληθείας μόνον ἔχει τέλος, (καταγίνεται γὰρ περὶ τὰ ὄντα, ἃ μόνον γνωστά εἰσιν, οὐ μέντοι καὶ πρακτά), ἀλλὰ τοῦ πρακτικοῦ μέρους ἐστίν, ὃ τέλος ἔχει τὸ ποιῆσαι τὸ ἀγαθόν· οὐ γὰρ ἵνα εἰδῶμεν τί ἐστιν ἀρετὴ σκεπτόμεθα, ἀλλ’ ἵν’ ἀγαθοὶ γενώμεθα· ἐπεὶ εἰ οὕτως εἶχεν, οὐδὲν ἂν ἦν ὄφελος ἡμῖν τῆς σπουδῆς, μὴ πρὸς τὸ τέλος ἀφικνουμένοις. ἐπεὶ οὖν αἱ πράξεις τὸ τέλος, σκεψώμεθα τὰ περὶ τὰς πράξεις, αἳ κύριαί εἰσι, καθάπερ εἴρηται, τοῦ ἀγαθὰς ἢ πονηρὰς τὰς ἕξεις γενέσθαι, ὑπὲρ ὧν ὁ λόγος ἡμῖν. τὸ μὲν οὖν οὕτω διορίσασθαι τὰς ἀγαθὰς πράξεις τὰς κατὰ τὸν ὀρθὸν γινομένας λόγον,3 καὶ τὰς πονηρὰς τοὐναντίον, ἀληθὲς μέν, οὐκ ἔστι δὲ ἱκανὸν τὰς πράξεις σημᾶναι. τὸ γὰρ κατὰ τὸν ὀρθὸν λόγον γίνεσθαι, καθόλου τί ἐστι, τὸ δὲ τοιοῦτον ἀποδιδόμενον οὐχ ἱκανὸν πρᾶγμα ἀγνοούμενον ἀποδεῖξαι. τὸν γὰρ ἐρωτῶντα περὶ τοῦ ἀνθρώπου τί ἐστι, τὸ ζῷον ἀποδιδόμενον οὐκ ἀρκεῖ διδάξαι τὸν περὶ αὐτοῦ λόγον. διὰ τοῦτο τοῦτο μὲν ὑπερκείσθω, ῥηθήσεται δὲ ὕστερον περὶ αὐτοῦ, καὶ τί ἐστιν ὀρθὸς λόγος, καὶ πῶς ἔχει πρὸς τὰς ἄλλας ἀρετάς.

因为如果某种技艺并非源于某种现实活动,而是本性造就了工匠,那么就绝无任何人需要技艺的师傅,所有人都会立刻成为优秀者或相反之人。在诸德性的情况中也是完全相同的。因为通过践行与人们的交往,我们有的人成为正义者,有的人成为不正义者;前者源于凡事按正义且合乎法律去行事,后者源于相反的生活方式。再者,每当我们遭遇可怖之事时,我们被习惯于恐惧或自信,有的人成为勇敢者,有的人成为怯懦者。关于欲望与愤怒也是同样;因为由习惯以及在其中的行止,有的人成为节制与温和之人,有的人成为放纵与暴躁之人。简而言之,总括来说,一切品质都是由相似的现实活动所产生的:优秀的品质产生于优秀的活动,不良的品质产生于不良的活动。因此,不应将优秀品质的原因径直称为现实活动,而应称为优秀的活动;亦不应将不良品质的原因径直称为现实活动,而应称为不良的活动。正如在建筑技艺中那样;因为我们不会说单纯的建筑活动就是优秀的建筑品质的原因,而是说优秀的建筑活动是优秀品质的原因,不良的建筑活动是不良品质的原因,总之必须把某种相应的现实活动归属于每一种品质。因为品质正是随着这些活动的差异而相应形成的。因此,从幼年起受到良好还是不良的习惯培养,对于品质而言具有极大的差异;或者说,诸品质的全部差异都源于此。 依德性的行为是中道且被过度与不及所毁坏。第二章。 因此,既然当前的探究不属于哲学的理论部分(该部分仅以真理的观照为目的,因为它是关于那些仅可被认知而不可被践行的存在物),而是属于实践部分(其目的在于成就善行;因为我们考察并不是为了知晓德性是什么,而是为了成为良善之人;因为如果只是为了知晓,对于未能达到目的的我们而言,这番辛劳便毫无益处);那么,既然行为是目的,就让我们考察关于行为的诸事,正如已经说过的,行为正是使品质成为善或恶的决定性因素,而这正是我们论说的对象。虽然将优秀的行为规定为按照正确理智而发生的行为,将恶劣的行为规定为相反的行为,这固然是真实的,但并不足以明确指出这些行为。因为按照正确理智发生是一件普遍的事情,而给出这样的规定不足以说明未明之事。因为对于询问人是什么的人,给出“动物”并不足以指明关于人的定义。因此,这一点暂且搁置;日后将会论述此事,即正确理智是什么,以及它与其他诸德性具有怎样的关系。

语法注3 条
  1. 2.0οὐκ ἂν ἐδέησεν οὐδενὶ διδασκάλου

    非人称动词 δεῖ 的过去与事实相反的虚拟条件句(ἄν 搭配过去不定时直说语气 ἐδέησεν)。οὐδενὶ 是表示承受需求之人的与格(关系与格/利害与格),διδασκάλου 是表示所缺乏或所需之物的属格:意为“任何人都不会需要师傅”。

  2. 2.0τὸ μὲν ἀπὸ τοῦ πάντα δικαίως πράττειν καὶ κατὰ νόμον, τὸ δὲ ἀπὸ τῆς ἐναντίας πολιτείας

    相关代词短语 τὸ μέν ... τὸ δέ 作副词性宾格使用(“一者……另一者……”),引导介词短语(ἀπό 加属格),分别说明前文两类结果(οἱ μὲν δίκαιοι, οἱ δὲ ἄδικοι)各自的原因:“一者源于事事依正义与法律行事,另一者源于相反的生活方式”。

  3. 2.0τὸν γὰρ ἐρωτῶντα περὶ τοῦ ἀνθρώπου τί ἐστι, τὸ ζῷον ἀποδιδόμενον οὐκ ἀρκεῖ διδάξαι τὸν περὶ αὐτοῦ λόγον

    句首的宾格分词短语 τὸν ... ἐρωτῶντα 作为不定式 διδάξαι 的意义上的宾语。主要动词 οὐκ ἀρκεῖ(不足以)的主语是中性分词短语 τὸ ζῷον ἀποδιδόμενον(给出“动物”之规定)。全句骨干为:“对于询问人是什么的人,给出‘动物’的规定并不足以教会他关于人的定义”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:27.19-28.19