- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:26.2-27.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节依据亚里士多德《尼各马可伦理学》卷二第一章,论证了理智德性主要依赖教学,而伦理德性既非出于本性亦非违反本性,而是通过习惯化养成,并通过自然物的固有倾向、技艺学习与感觉能力的对比以及立法者的实践对此加以阐明。
Ὅτι οὔτε φύσει οὔτε παρὰ φύσιν ἐν ἡμῖν γίνονται αἱ ἀρεταί, ἀλλὰ ἀπὸ τοῦ ἔθους. κεφ. αʹ. Ἐπεὶ δὲ ἡ ἀρετὴ τῆς ψυχῆς ἐστι τελειότης, τῆς ψυχῆς δὲ τὸ μέν ἐστι λογικόν, τὸ δὲ ὀρεκτικόν, διττὴν ἀνάγκη καὶ τὴν ἀρετὴν εἶναι, καὶ τὴν μὲν τοῦ διανοητικοῦ, ἥτις ἐστὶν ἡ σοφία καὶ ἡ φρόνησις, τὴν δὲ τοῦ ὀρεκτικοῦ, ἥτις ἠθικὴ καλεῖται. καὶ ἡ μὲν διανοητικὴ ἔχει1 μὲν καὶ ἀπὸ τῆς φύσεως τὴν ἀρχήν (δεκτικὸν γὰρ ὁ ἄνθρωπος ἐπιστήμης) καὶ ἀπὸ ἤθους αὔξησιν λαμβάνει τινά, τὸ δὲ πλέον ἀπὸ τῆς διδασκαλίας· καὶ τὴν γένεσιν καὶ τὴν αὔξησιν ἔχει, διόπερ ἐμπειρίας δεῖται καὶ χρόνου, ἡ δὲ ἠθικὴ ἐξ ἔθους περιγίνεται. ἡ μὲν γὰρ φύσις ἐκεῖνο δίδωσι μόνον, τὸ δύνασθαι σπουδαίους γενέσθαι, ἡ δὲ διδασκαλία γινώσκειν ὅτι δέον γενέσθαι, τὸ δὲ καὶ ἐνεργείᾳ ἤδη γενέσθαι σπουδαίους μόνον τὸ ἔθος παρέχεται. ἀπὸ τούτου δὲ καὶ τὸ ὄνομα ἔλαβεν· ἠθικὴ γὰρ καλεῖται, μικρὸν παρεγκλῖνον ἀπὸ τοῦ ἔθους. ὥστε δῆλον, ὅτι οὐδεμία τῶν ἠθικῶν ἀρετῶν φύσει ἡμῖν περιγίνεται. εἰ γὰρ φύσει σπουδαῖοι ὑπήρχομεν, οὐκ ἂν ἐκινούμεθα πρὸς τοὐναντίον ἀπὸ τοῦ ἔθους, νυνὶ δὲ κινούμεθα. οὐδεμία ἄρα τῶν ἠθικῶν ἀρετῶν φύσει ἡμῖν περιγίνεται· οὐδὲν γὰρ τῶν φύσει κινουμένων ὑπὸ τοῦ ἔθους ἐπὶ τὴν ἐναντίαν μεταβάλλει ῥοπήν. οὔτε γὰρ τὸν λίθον ἐθίσει τις ἄνω φέρεσθαι, κἂν μυριάκις ἄνω ῥίπτῃ, οὔτε τὸ πῦρ κάτω, οὐδὲ ἄλλο τῶν ἄλλως πεφυκότων ἄλλως ἂν ἐθισθείη. οὔτ’ ἄρα φύσει οὔτε παρὰ φύσιν ἡμῖν ἐγγίνονται αἱ ἀρεταί, ἀλλὰ τὸ δύνασθαι μὲν ἀπὸ φύσεως ἔχομεν καὶ πεφύκαμεν δέχεσθαι τὰς ἀρετάς, δεχόμεθα δὲ καὶ τελειούμεθα διὰ τοῦ ἔθους. ἔτι τῶν φυσικῶν τὰς δυνάμεις πρῶτον τελείας ἔχοντες, εἶτα χρώμεθα·2 τὴν γὰρ ὀπτικὴν ἢ ἀκουστικὴν δύναμιν τελείαν ἔχοντες ἐχρησάμεθα· οὐ γὰρ ἀπὸ τοῦ πολλάκις ἰδεῖν ἢ πολλάκις ἀκοῦσαι τὰς αἰσθήσεις ἐλάβομεν, ἀλλὰ τὸ ἀνάπαλιν ἔχοντες ἐχρησάμεθα· τὰς δὲ ἀρετὰς λαμβάνομεν ἐνεργήσαντες πρότερον, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων ἔχει τεχνῶν· ἃ γὰρ δεῖ μαθόντας ποιεῖν,3 ταῦτα ἀπὸ τοῦ ποιεῖν μανθάνομεν, οἷον οἰκοδομοῦντες μὲν οἰκοδόμοι γινόμεθα, κιθαρίζοντες δὲ κιθαρισταί. οὕτω δὴ καὶ τὰ δίκαια πράττοντες δίκαιοι γινόμεθα καὶ τὰ σώφρονα σώφρονες καὶ τὰ ἀνδρεῖα ἀνδρεῖοι. μαρτυρεῖ δὲ καὶ τὸ γινόμενον ἐν ταῖς πόλεσιν· οἱ γὰρ νομοθέται τῷ ἔθει ἀγαθοὺς τοὺς πολίτας ποιοῦσι. συνελαύνουσι γὰρ ἀμοιβαῖς ἀγαθῶν καὶ τιμωρίαις ἐπὶ τὰς ἀγαθὰς πράξεις καὶ οὕτω σπουδαίους ἀποτελοῦσιν. εἰ δὲ καὶ μὴ πάντες τοῦτο ποιοῦσιν, ἁμαρτάνουσιν· ἡ γὰρ ἐπαγγελία καὶ τὸ βούλημα παντὸς νομοθέτου τοῦτό ἐστι, τὸ τοὺς πολίτας ἐπὶ τὰς ἀγαθὰς πράξεις ἐθίζειν. οὐκ ἄρα ἀπὸ φύσεως ἀλλὰ ἀπὸ τοῦ ἔθους αἱ ἀρεταί. ἔτι ἐκ τῶν αὐτῶν καὶ διὰ τῶν αὐτῶν ἐθῶν καὶ ἔργων καὶ γίνεται πᾶσα ἀρετὴ καὶ φθείρεται· γίνεται μὲν ἀγαθῶν ὄντων τῶν ἐθῶν, φθείρεται δὲ ἀπὸ τῶν ἐναντίων. ὁμοίως δὲ καὶ τέχνη· ἐκ γὰρ τοῦ κιθαρίζειν καὶ οἱ ἀγαθοὶ καὶ οἱ κακοὶ ἀποτελοῦνται κιθαρισταί· ἐκ μὲν τοῦ καλῶς οἱ ἀγαθοί, ἐκ δὲ τοῦ κακῶς κιθαρίζειν κακοί· ὁμοίως δὲ καὶ οἱ οἰκοδόμοι καὶ πάντες ἄλλοι τεχνῖται ἀπὸ τῆς κατὰ τέχνην ἐνεργείας ἢ ἀγαθοὶ ἢ κακοὶ γίνονται· ἐκ μὲν γὰρ τοῦ εὖ οἰκοδομεῖν ἀγαθοὶ γίνονται οἰκοδόμοι, ἐκ δὲ τοῦ κακῶς κακοί.
德性在我们之内的生成既非出于本性亦非违反本性,而是出于习惯。第一章。 由于德性是灵魂的完满,而灵魂的一部分是理性的,另一部分是欲求的,所以德性也必然是双重的:一部分属于理智部分,即智慧与明智;另一部分属于欲求部分,被称为伦理德性。理智德性固然也从本性中拥有其开端(因为人具有接受科学知识的潜能),并从品性中获得某种增长,但主要是在教学中拥有其生成与增长,因而需要经验和时间;而伦理德性则是从习惯中获得的。因为本性只赋予了那一点,即能够成为优秀的;教学赋予了知晓应当成为优秀的;而真正使人在现实活动中成为优秀的,唯有习惯才能提供。它也正是由此获得了名称;因为它被称为伦理的,只是从习惯一词略微偏转而来。因此显而易见,伦理德性没有一种是本性上在我们之内生成的。因为如果我们本性上就是优秀的,我们就不会由习惯而被引向相反的方向,但实际上我们确实被引向相反的方向。所以,伦理德性没有一种是本性上在我们之内生成的;因为按本性运动的事物没有一个会因习惯而转向相反的倾向。因为即便把石头往上扔一万次,谁也无法使它习惯于向上运行,也无法使火向下运行,其他具有某种自然本性的事物也绝不可能被习惯化为另一种方式。因此,德性既非出于本性亦非违反本性而在我们之内产生,相反,我们从本性拥有其潜能并天生能够接受德性,但我们是通过习惯接受并得以完满的。此外,对于自然事物,我们是首先完满地拥有其能力,然后才使用它们;因为我们是完满地拥有视力或听力之后才去使用的;并非通过屡次看或屡次听才获得了诸感觉,相反,是我们拥有了它们之后才去使用;然而对于诸德性,我们是在预先行使现实活动之后才获得的,正如在其他技艺中那样。因为凡是必须学过之后才能做的事,我们都是通过做这些事而学会的,比如建造房屋便成了建筑工,弹奏竖琴便成了竖琴手。正是以这种方式,通过行正义之事我们成了正义之人,行节制之事成了节制之人,行勇敢之事成了勇敢之人。各城邦中所发生的事也为此作证;因为立法者正是通过习惯使公民成为良善之人的。他们以善物的酬报与惩罚驱使公民行善举,从而使他们成为优秀者。即使并非所有〔立法者〕都这样做,那也是他们犯了过失;因为促使公民习惯于善行,正是每一位立法者的宣称与旨趣。因此,德性并非出于本性,而是出于习惯。此外,由相同的且通过相同的习惯与行为,一切德性既得以生成亦遭到毁坏;当习惯良善时德性便生成,而由相反的习惯则遭到毁坏。技艺也是同样;因为正是从弹奏竖琴中造就了优秀的与拙劣的竖琴手:弹得好造就优秀者,弹得差造就拙劣者;同样,建筑工与所有其他工匠也是由按照技艺的现实活动而成为优秀的或拙劣的;因为建造得好成为优秀的建筑工,建造得差则成为拙劣的建筑工。
- 2.0τὸ δὲ πλέον ἀπὸ τῆς διδασκαλίας· καὶ τὴν γένεσιν καὶ τὴν αὔξησιν ἔχει
τὸ δὲ πλέον 为中性宾格作副词用,意为“主要地/大部分”,与前面的 καὶ ἀπὸ τῆς φύσεως... καὶ ἀπὸ ἤθους 相对照。随后的 καὶ τὴν γένεσιν καὶ τὴν αὔξησιν ἔχει 则以 ἡ διανοητική 为主语,将 τὴν γένεσιν 与 τὴν αὔξησιν 作为动词 ἔχει 的并列直接宾语,表示其生成与增长主要源自教学。
- 2.0τῶν φυσικῶν τὰς δυνάμεις πρῶτον τελείας ἔχοντες, εἶτα χρώμεθα
τῶν φυσικῶν 为中性复数属格,作为部分属格前置(“在自然事物之中/就自然事物而言”)。分词 ἔχοντες 与主句主语(我们)一致,作时间分词,与 εἶτα 搭配构成时间上的前后相承(“先完满地具有,然后使用”),与后文的 ἔχοντες ἐχρησάμεθα 相互呼应。
- 2.0ἃ γὰρ δεῖ μαθόντας ποιεῖν
非人称动词 δεῖ 所支配的不定词 ποιεῖν 预设了一个未明言的不定人称宾格主语,不定过去时分词 μαθόντας 采用阳性复数宾格以与之呼应,意为“[人们]学过之后方当做的事”;不定过去时分词体现出“先学而后行”的时间先后关系。
