- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:24.20-25.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
作者探讨了灵魂非理性部分中的欲望与气概服从理性的方式,并依据理性的双重含义将德性区分为理智德性与伦理德性。
Περὶ ἀρετῆς, ἐν ᾧ περὶ τῶν δυνάμεων τῆς ψυχῆς. κεφ. κ'. 41#2 πλὴν εἰ μή τις ἐκεῖνο εἴποι, ὅτι καὶ οἱ ὕπνοι τῶν σπουδαίων βελτίους,1 τῶν μεθημερινῶν κινήσεων τρόπον τινὰ καὶ ἐπὶ τοὺς ὕπνους διερχομένων καὶ διὰ τοῦτο τῶν καθ’ ὕπνους φαντασμάτων ἀμεινόνων τοῖς σπουδαίοις γινομένων ἢ τοῖς τυχοῦσιν·2 ἀλλὰ περὶ τούτων ἅλις. τὸ γὰρ θρεπτικὸν ἄμοιρον τῆς ἀνθρωπίνης ἀρετῆς, περὶ ἧς ἡμῖν ὁ λόγος. ἔστι δὲ καὶ ἄλλη τις φύσις τῆς ψυχῆς οὐ πάντῃ ἄλογος κατὰ τὴν εἰρημένην, ἀλλά πῃ μετέχουσα λόγου καὶ μαχομένη πρὸς τὸν λόγον. διὸ καὶ τὸν τοῦ ἐγκρατοῦς λόγον καὶ τὸν τοῦ ἀκρατοῦς δὲ ἐνίοτε ἐπαινοῦμεν, ὅτι ἀντέχουσι πρὸς τὸ ἀντιτεῖνον· ὁ μὲν μέχρις οὗ δεῖ, ὁ δὲ ἐνίοτε καὶ μέχρι τινός. καὶ διὰ τοῦτο φαίνεται ἄλλο τι ὂν ἐν αὐτοῖς παρὰ τὸν λόγον, ὃ μάχεται καὶ ἀντιτείνει τῷ λόγῳ. ἀτεχνῶς γάρ, καθάπερ τὰ παραλελυμένα τοῦ σώματος μόρια εἰς τὰ δεξιὰ προαιρουμένων κινῆσαι,3 τοὐναντίον καὶ εἰς τὰ ἀριστερὰ παραφέρεται· οὕτω καὶ ἐπὶ τῆς ψυχῆς. ἐπὶ τἀναντία γὰρ αἱ ὁρμαὶ τῶν ἀκρατῶν φέρονται τῆς τοῦ λόγου κινήσεως. ἀλλ’ ἐν τοῖς σώμασι μὲν ὁρῶμεν τὸ παραφερόμενον, ἐπὶ δὲ τῆς ψυχῆς οὐχ ὁρῶμεν. εἰ δὲ καὶ μὴ ὁρᾶται, ὅμως ἐστὶ καὶ νομιστέον εἶναί τι παρὰ τὸν λόγον ἐναντιούμενον τούτῳ καὶ ἀντιβαῖνον· πῶς δέ, πρὸς τὸ προκείμενον λέγειν οὐδὲν συντελεῖ. φαίνεται δὲ καὶ τοῦτο λόγου μετέχον, ὥσπερ εἴπομεν, καθόσον τῷ λόγῳ πειθαρχεῖ. καὶ γὰρ τῷ τοῦ ἐγκρατοῦς λόγῳ τοῦτο τὸ ἄλογον, τὸ θυμικὸν λέγω καὶ τὸ ἐπιθυμητικόν, ἄγεται καὶ πείθεται. ἔτι δὲ μᾶλλον πείθεται καὶ εὐηκοώτερόν ἐστι τῷ λόγῳ τοῦ σώφρονος καὶ ἀνδρείου· ἐν αὐτῷ γὰρ πάντα τῷ λόγῳ συμφωνεῖ. ὥστε φαίνεται τὸ ἄλογον τῆς ψυχῆς διττὸν εἶναι, τὸ μὲν πάντῃ ἄλογον τὸ φυτικόν, τὸ αὐξητικὸν δηλονότι καὶ θρεπτικόν, τὸ δέ πῃ λόγου μετέχον, τὸ θυμικὸν καὶ ἐπιθυμητικόν· τοῦτο γὰρ κοινωνεῖ λόγου καθ’ ὅσον κατήκοόν ἐστιν αὐτοῦ καὶ πειθαρχικόν. ὅτι δὲ πείθεταί πως ὑπὸ λόγου τὸ ἄλογον, φανερὸν ἀπὸ τῶν νουθεσιῶν καὶ τῶν παρακλήσεων καὶ ἐπιτιμήσεων· ἀπὸ τούτων γὰρ πολλαὶ τῶν ἀλόγων κινήσεων ῥυθμίζονται. διττῶς δὲ λέγεται τὸ λόγου μετέχειν καθάπερ καὶ τὸ λόγον ἔχειν. λέγομεν γὰρ τοῦ πατρὸς καὶ τῶν φίλων λόγον ἔχειν τὸ ἐπιστρέφεσθαι πρὸς αὐτοὺς4 καὶ οἷς κελεύουσιν ἐξακολουθεῖν, λέγομεν δὲ καὶ τῶν μαθηματικῶν λόγον ἔχειν τὸ εἰδέναι αὐτὰ καὶ γνῶσίν τινα καὶ ἐπιστήμην αὐτῶν ἔχειν. κατὰ τοῦτον τὸν τρόπον διπλῶς λέγεται καὶ τὸ λόγου μετέχειν· τὸ μὲν κυρίως καὶ 〈ἐν〉 ἑαυτῷ, ὥσπερ αὐτὸ τὸ λογικόν, τὸ δὲ διὰ τὸ ἐκείνῳ πειθαρχεῖν λόγου μετέχειν λέγεται, ὥσπερ τις τῷ πατρὶ πείθεται. διαιρεῖται δὲ καὶ ἡ ἀρετὴ κατὰ τὴν διαφορὰν ταύτην· λέγομεν γὰρ αὐτὰς τὰς μὲν διανοητικάς, αἳ τοῦ λογικοῦ εἰσι, τὰς δὲ ἠθικάς, αἳ τοῦ θυμικοῦ καὶ ἐπιθυμητικοῦ εἰσι. καὶ διανοητικαὶ μέν εἰσι σοφία σύνεσις καὶ φρόνησις, ἠθικαὶ δὲ ἐλευθεριότης καὶ σωφροσύνη. ὅταν γὰρ περὶ τοῦ ἤθους λέγωμεν, οὐ λέγομεν τὸν ἄνθρωπον σοφὸν ἢ συνετὸν ἀλλὰ πρᾶον καὶ σώφρονα. ἐπαινοῦμεν δὲ καὶ τὸν σοφὸν διὰ τὴν ἀγαθὴν ἕξιν, ἥτις ἐστὶν ἀρετή· τὰς γὰρ ἐπαινετὰς ἕξεις ἀρετὰς λέγομεν.
论德性,其中论灵魂的诸能力。第二十章。 除非有人提出那一说法,即优秀者的睡眠也更为良好,因为白昼的运动在某种方式上也延续到睡眠中,并且正因如此,优秀者在睡眠中的显象比普通人更为优良;但这方面的事已经谈得足够了。因为司营养的部分并不分有人的德性,而人的德性正是我们论述的对象。然而,灵魂还有另一种本性,它并非像前述的那样完全是非理性的,而是在某种程度上分有理性,并且与理性抗争。因此,我们称赞自制者的理性,有时也称赞不能自制者的理性,因为他们顶住了相反方向的拉扯;前者抵抗到应有的程度,后者有时也抵抗到一定程度。由此显而易见,在他们身上除了理性之外还存在着某种别的东西,它与理性抗争并反向拉扯。因为这完全如同当人们决意把身体瘫痪的部分向右移动时,它们反而向左偏转;在灵魂上也是如此。因为不能自制者的冲动是朝着与理性的运动相反的方向运行的。但在身体中我们能看到偏转的部分,而在灵魂上我们却看不到。然而,即使看不到,它依然存在,并且必须认为存在着某种与理性相对立并相悖违的异于理性的东西;至于言说它是以何种方式[存在的],对眼前的论题则毫无助益。正如我们所说,这一部分也显现为分有理性,只要它服从理性。事实上,被自制者的理性所引导并顺从它的,正是这个非理性的部分,我指的是气概部分与欲望部分。而在节制者与勇敢者的理性面前,它甚至更为顺从,更为听从;因为在这样的人身上,一切都与理性相和谐。因此,灵魂的非理性部分显然是双重的:一部分是完全非理性的植物性部分,显然即司生长与营养的部分;另一部分则在某种程度上分有理性,即气概部分与欲望部分;因为这一部分只要听从且服从理性,就分有了理性。非理性部分在某种程度上被理性所说服,这从劝告、鼓励与指责中显而易见;因为非理性的诸运动多借此而得到规范。然而,“分有理性”正如“具有理性”一样是在双重意义上被言说的。因为我们把理会父亲与朋友并顺从他们的吩咐,称为“听从父亲与朋友的道理[具有理性]”;而把认识数学事物并拥有关于它们的某种认知与科学知识,称为“拥有数学事物的道理[具有理性]”。以这种方式,“分有理性”也是在双重意义上被言说的:一种是本义上且在其自身中的,正如理性部分自身那样;另一种则是由于服从那个部分而被说成分有理性,正如同某人服从父亲那样。德性也正是按照这种差异来划分的;因为我们称有些德性是理智的,它们属于理性部分,另一些德性是伦理的,它们属于气概部分与欲望部分。理智德性是智慧、领会力与明智,而伦理德性则是慷慨与节制。因为当我们谈论品格时,我们不说一个人是智慧的或有领会力的,而是说他是温和的与节制的。但我们也因良好的品质(这便是德性)而称赞智慧的人;因为我们把值得称赞的品质称为德性。
- 1.πλὴν εἰ μή τις ἐκεῖνο εἴποι, ὅτι καὶ οἱ ὕπνοι τῶν σπουδαίων βελτίους
连词短语 πλὴν εἰ μή 引出对前一语段末尾通俗观点(即睡眠中幸福者与悲惨者并无分别)的限制与例外。主句谓语动词被省略,根据上下文需补充“除非有人会说……[否则确实如此]”。εἴποι 为表委婉推测的希求语气。
- 1.τῶν μεθημερινῶν κινήσεων τρόπον τινὰ καὶ ἐπὶ τοὺς ὕπνους διερχομένων καὶ διὰ τοῦτο τῶν καθ’ ὕπνους φαντασμάτων ἀμεινόνων τοῖς σπουδαίοις γινομένων ἢ τοῖς τυχοῦσιν
两个属格独立结构(τῶν ... κινήσεων ... διερχομένων 与 τῶν ... φαντασμάτων ... γινομένων)由 καί 连接,作为状语性结构解释 ὅτι 从句内部的原因(即为何优秀者的睡眠更为优良)。
- 1.εἰς τὰ δεξιὰ προαιρουμένων κινῆσαι
προαιρουμένων 为属格独立分词,省略了表示泛指人的逻辑主语(“当人们决意时”),或作为松散的独立结构代替与 παραφέρεται 搭配的关涉与格。
- 1.λέγομεν γὰρ τοῦ πατρὸς καὶ τῶν φίλων λόγον ἔχειν τὸ ἐπιστρέφεσθαι πρὸς αὐτοὺς
λέγομεν 的直接宾语是冠词附随不定式短语 τὸ ἐπιστρέφεσθαι πρὸς αὐτοὺς...,而带属格的短语 [τοῦ πατρὸς...] λόγον ἔχειν 作为宾语补足语(述语宾格),构成双宾格结构,意为“我们把理会他们称作‘听从/具有父亲的言说’”。
