- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:23.16-24.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
从幸福是灵魂循于德性的活动出发,作者着手探讨政治家所必需的灵魂及其德性,划分了灵魂的理性与非理性部分,并论述了负责营养的植物性能力。
Περὶ ἀρετῆς, ἐν ᾧ περὶ τῶν δυνάμεων τῆς ψυχῆς. κεφ. κ'. 41#1 Περὶ ἀρετῆς, ἐν ᾧ περὶ τῶν δυνάμεων τῆς ψυχῆς. κεφ. κʹ. Ἐπεὶ δέ ἐστιν ἡ εὐδαιμονία ψυχῆς ἐνέργεια κατ’ ἀρετὴν τελείαν, σκεψώμεθα περὶ τῆς ἀρετῆς· ἡ γὰρ περὶ αὐτῆς σκέψις σαφέστερον ποιήσει τὸν περὶ τῆς εὐδαιμονίας λόγον. φαίνεται δέ, ὅτι καὶ ὁ κατὰ ἀλήθειαν πολιτικὸς περὶ αὐτῆς σκέπτεται· βούλεται γὰρ ἀγαθοὺς ποιεῖν τοὺς πολίτας καὶ τῶν νόμων ὑπηκόους, καθάπερ οἱ Κρητῶν καὶ Λακεδαιμονίων νομοθέται, καὶ εἴ τινες ἕτεροι τοιοῦτοι γεγένηνται· ὥστε δῆλον ὅτι ἡ ζήτησις αὕτη ἀκόλουθος ἂν εἴη τῷ ἐξ ἀρχῆς τοῦ λόγου σκοπῷ. ἦν γὰρ ἐκεῖνος περὶ τοῦ τέλους τῆς πολιτικῆς. περὶ ἀρετῆς τοίνυν ἐπισκεπτέον, ἀνθρωπίνης δηλονότι, ἐπεὶ καὶ ἐξ ἀρχῆς τὸ ἀνθρώπινον ἀγαθὸν ἐζητοῦμεν. ἐπεὶ τοίνυν ἡ ἀνθρωπίνη ἀρετὴ οὐ τοῦ σώματός ἐστιν ἀλλὰ τῆς ψυχῆς (καὶ τὴν εὐδαιμονίαν γὰρ ψυχῆς ἐνέργειαν λέγομεν), ὁ πολιτικὸς δὲ σκέπτεται περὶ τῆς ἀνθρωπίνης ἀρετῆς, δῆλον ὅτι δεῖ τὸν πολιτικὸν εἰδέναι πῶς ἔχει τὰ περὶ ψυχήν, ὥσπερ καὶ τὸν μέλλοντα ὀφθαλμὸν θεραπεύσειν τοῦ σώματος παντὸς τὴν γνῶσιν ἔχειν ἀνάγκη·1 καὶ τοσούτῳ πλέον ὁ πολιτικὸς δικαίως εἴσεται τὰ περὶ ψυχὴν ἢ ὁ ἰατρὸς τὸ σῶμα, ὅσῳ βελτίων ἡ πολιτικὴ τῆς ἰατρικῆς καὶ τιμιωτέρα· καὶ οἱ βέλτιστοι δὲ τῶν ἰατρῶν πολλὰ πραγματεύονται περὶ τὴν τοῦ σώματος γνῶσιν, ὥστε εἰκὸς ἂν εἴη τὸν πολιτικὸν περὶ τῆς ψυχῆς εἰδέναι. θεωρητέον δὲ περὶ ψυχῆς τοσαῦτα, ὅσα ἀρκέσει ἡμῖν πρὸς τὸν προκείμενον περὶ ἀρετῆς λόγον· τὸ γὰρ ἐπὶ πλεῖον ἐξακριβῶσαι περὶ ψυχῆς καὶ τὸν καθόλου περὶ αὐτῆς ἐκθέσθαι λόγον μεῖζον ἔργον ἐστὶ τῶν προκειμένων. περὶ ψυχῆς τοίνυν οὐ μόνον ἐν συγγράμμασιν ἀλλὰ καὶ ἀπὸ στόματος πρὸς τοὺς ἐντυγχάνοντας ἀρκούντως εἴπομεν ἔνια· καὶ χρηστέον αὐτοῖς. λέγομεν τοίνυν, ὅτι τῆς ψυχῆς τὸ μὲν λογικόν ἐστι, τὸ δὲ ἄλογον. ταῦτα δὲ πότερον κεχωρισμένα εἰσὶν ἀλλήλων, καθάπερ τὰ τοῦ σώματος μέρη καὶ τὰ ἄλλα τὰ μεριστά, ἢ πράγματι μὲν ἕν εἰσι, λόγῳ δὲ δύο, καθάπερ ἐν τῇ περιφερείᾳ τὸ κυρτὸν καὶ τὸ κοῖλον (ἓν μὲν γάρ εἰσι πρᾶγμα καὶ ἀχώριστα πέφυκε, τῷ ὁρισμῷ δὲ διαφέρουσιν· ἄλλος γὰρ ὁρισμὸς τῆς περιφερείας καθὸ κοίλης καὶ ἄλλος καθὸ κυρτῆς), τοῦτο μὲν οὖν ζητεῖν οὐδὲν συντείνει πρὸς τὴν προκειμένην μέθοδον. ἐροῦμεν δὲ περὶ τοῦ ἀλόγου. ἔστι τοίνυν τοῦ ἀλόγου τῆς ψυχῆς τὸ μὲν φυτικόν, λέγω δὲ τὸ θρεπτικὸν καὶ αὐξητικόν, ὅπερ κοινόν ἐστι καὶ τοῖς φυτοῖς καὶ τοῖς ζῴοις πᾶσιν· αὕτη γὰρ ἡ δύναμις ἐν ἅπασι τοῖς τρεφομένοις ἐστὶ καὶ ἐν τοῖς ἐμβρύοις· ἡ αὐτὴ δὲ καὶ ἐν τοῖς τελείοις τῶν ἀνθρώπων ἐστίν· οὐ γὰρ ἄλλην εὔλογον λέγειν. ἐν ταύτῃ μὲν οὖν τῇ δυνάμει οὐκ ἔστιν εὑρεῖν ἰδίως ἀρετὴν ἀνθρωπίνην ἀλλὰ κοινὴν ἅπασιν. ἡ γὰρ τοιαύτη ἀρετὴ τὸ τρέφεσθαι καὶ αὐξάνεσθαι καὶ ὑπνώττουσιν ἐνεργεῖται2 καὶ μάλιστα τότε, ἡ δὲ ἀνθρωπίνη ἀρετὴ οὐδαμῶς· ὁ γὰρ ἀγαθὸς καὶ κακὸς ἥκιστα διάδηλος ὑπνώττων. καὶ διὰ τοῦτό φασι μηδὲν διαφέρειν τὸ ἥμισυ τοῦ βίου, τὸν τοῦ ὕπνου καιρὸν δηλονότι, τοὺς εὐδαίμονας τῶν ἀθλίων·3 καὶ εἰκότως· ἀργία γάρ ἐστιν ὁ ὕπνος καὶ τῇ σπουδαίᾳ καὶ τῇ φαύλῃ ψυχῇ.
Περὶ ἀρετῆς, ἐν ᾧ περὶ τῶν δυνάμεων τῆς ψυχῆς. κεφ. κ'. 41#1 论德性,其中论灵魂的诸能力。第20章。 既然幸福是灵魂依照完全德性的现实活动,我们就当考察德性;因为关于德性的考察将使关于幸福的论述更加清晰。而且看来真正的政治家也考察德性;因为他期望使公民们成为善良的人且服从法律,正如克里特和拉刻代蒙的立法者们,以及若曾有其他这类立法者所做的那样;因而显然这一探求与自始以来的论述旨趣是一致的。因为那个旨趣正是关于政治学的目的。因此必须考察德性,显然是人的德性,因为我们从一开始也就是在探求人的善。既然人的德性不属于身体而属于灵魂(因为我们亦将幸福称为灵魂的现实活动),而政治家所考察的是人的德性,那么显然政治家就必须知晓关于灵魂的情形,正如同将要医治眼睛的人必须拥有关于整个身体的知识一样;并且,政治学比医术优秀且尊贵多少,政治家理当比医生知晓身体更多地知晓关于灵魂之事;而最优秀的医生们在身体的知识上也倾注了诸多心力,因此政治家知晓关于灵魂之事自是理所当然的。然而,关于灵魂应当考察对我们而言足以服务于眼前关于德性的论述的那些内容;因为对灵魂进行更进一步的精密探究并阐发关于它的普遍论述,是超出眼前课题的更大工作。因此,关于灵魂,我们不仅在著述中,而且也在口头上对来访者充分地谈论过一些内容;我们应当加以运用。于是我们说,灵魂的一部分是理性的,另一部分是非理性的。至于这两部分究竟是如身体的部分和其他可分割的事物那样彼此分离,还是在实事上为一而在定义上为二,正如在圆周上的凸与凹那样(因为它们是一个事物且本性上不可分割,但在定义上不同;因为圆周作为凹的定义与作为凸的定义是不同的),探究此事对眼前的探究方法毫无助益。我们将论述非理性的部分。灵魂的非理性部分中,有一部分是植物性的,我指的是司营养与生长的部分,它是植物和一切动物所共有的;因为这种能力存在于一切受滋养之物中以及胚胎之中;这同一种能力也存在于发育完全的人当中;因为说它是另一种能力是不合常理的。因此,在这项能力中不能找到固有的人的德性,而只能找到共属于一切的德性。因为这样的德性——即受滋养与生长——在睡眠者身上也在活动,而且尤其在此时活动,而人的德性则绝非如此;因为善人与恶人在睡眠中是最难辨别的。正因如此,人们说在生命的一半时间里,显然即睡眠的时刻,幸福者与悲惨者毫无二致;这也是理所当然的;因为睡眠对于优秀的灵魂与卑劣的灵魂而言都是一种停歇。
- 1.ὥσπερ καὶ τὸν μέλλοντα ὀφθαλμὸν θεραπεύσειν τοῦ σώματος παντὸς τὴν γνῶσιν ἔχειν ἀνάγκη
由无人称名词 ἀνάγκη[ἐστί]支配的宾格加不定式结构。不定式的逻辑主语是带冠词的分词短语 τὸν μέλλοντα ὀφθαλμὸν θεραπεύσειν(将要医治眼睛的人),不定式为 ἔχειν,其直接宾语为 τοῦ σώματος παντὸς τὴν γνῶσιν(关于整个身体的知识)。
- 1.ἡ γὰρ τοιαύτη ἀρετὴ τὸ τρέφεσθαι καὶ αὐξάνεσθαι καὶ ὑπνώττουσιν ἐνεργεῖται
主语为 ἡ τοιαύτη ἀρετή,带中性单数冠词的不定式短语 τὸ τρέφεσθαι καὶ αὐξάνεσθαι 作为同位语具体说明其内容。动词 ἐνεργεῖται 用作不及物(意为“现实活动”),καὶ ὑπνώττουσιν 为与格,表示“即使在睡眠者之中”。
- 1.μηδὲν διαφέρειν τὸ ἥμισυ τοῦ βίου, τὸν τοῦ ὕπνου καιρὸν δηλονότι, τοὺς εὐδαίμονας τῶν ἀθλίων
由 φασί 引导的宾格加不定式结构。不定式主语为 τοὺς εὐδαίμονας,τῶν ἀθλίων 为比较属格。τὸ ἥμισυ τοῦ βίου(生命的一半)为表示时间延续的宾格,后接同位短语 τὸν τοῦ ὕπνου καιρὸν δηλονότι(显然即睡眠的时刻)。中性宾格 μηδέν 作状语修饰(“毫无/绝不”)。
