- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:231.6-232.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
赫利奥多罗斯追随亚里士多德,探讨德性指导者所必需的立法术当向何人学习。他批评从政者仅凭经验而缺乏讲授能力,智者则不解立法本质而将其轻率地等同于汇编法律,并论证真正的法律鉴别需要基于专门经验的深刻领悟力。
〈Περὶ τῶν σοφιστῶν τε καὶ τῶν τὰ πολιτικὰ διδάσκειν ἐπαγγελ#1 〈Περὶ τῶν σοφιστῶν τε καὶ τῶν τὰ πολιτικὰ διδάσκειν ἐπαγγελλομένων· καὶ ὅτι τὸ περὶ τῆς νομοθεσίας ἐπισκέψασθαι πρὸς τὴν τῆς πρακτικῆς φιλοσοφίας τελείωσιν ἔτι λοιπόν ἐστι. κεφ. ιγʹ.〉 Ὅτι μὲν οὖν νομοθετικὸν εἶναι1 δεῖ τὸν τῆς ἀρετῆς ἀλείπτην, φανερὸν ἐκ τῶν εἰρημένων· ὅπως δὲ δυνηθείη τις ἂν νομοθετικὸς γενέσθαι, ζητητέον ἐστίν. ἢ φανερόν ἐστιν,2 ὅτι καθάπερ ἀπὸ τοῦ εἰδότος τὰ γραμματικὰ ἢ τὰ μουσικὰ γραμματικός τις γένοιτ’ ἂν ἢ μουσικός, οὕτω καὶ νομοθετικὸς ἀπὸ τοῦ εἰδότος νομοθετεῖν, ὅς ἐστιν ὁ πολιτικός· τῆς γὰρ πολιτικῆς ἡ νομοθετικὴ μέρος. καίτοι δοκεῖ οὐ τὰ αὐτὰ συμβαίνειν τῇ πολιτικῇ καὶ ταῖς ἄλλαις δυνάμεσι καὶ ἐπιστήμαις. ἐν μὲν γὰρ ταῖς ἄλλαις οἱ αὐτοὶ φαίνονται τάς τε μεθόδους τῶν ἐπιστημῶν παραδιδόντες καὶ κατ’ αὐτὰς ἐνεργοῦντες· ἰατρὸς γὰρ καὶ ζωγράφος τήν τε τέχνην ἕκαστος διδάσκει καὶ ὁ αὐτὸς καὶ γράφει ἢ ἰατρεύει· περὶ δὲ τὴν πολιτικὴν ἑτέρως φαίνεται ἔχον· οἱ μὲν γὰρ σοφισταὶ τὰ πολιτικὰ διδάσκειν ἐπαγγέλλονται, μηδὲν πράττοντες πολιτικόν, οἱ δὲ πολιτευόμενοι πράττουσι μέν, διδάσκουσι δὲ οὐδέν· οὐ γὰρ δύνανται. οὐ γὰρ μεθόδῳ τινὶ πράττουσι καὶ ἐπιστήμῃ πολιτικῇ ἀλλὰ φυσικῇ τινὶ ἐπιτηδειότητι καὶ ἐμπειρίᾳ μᾶλλον ἢ διανοίᾳ. ὅτι δὲ οὐ δύνανταί τι περὶ τῆς πολιτικῆς διδάσκειν, φανερόν· οὐ γὰρ διδάσκουσιν οὐδέ τι γράφουσιν ἢ λέγουσι περὶ τῶν τοιούτων, εἰπόντες ἄν, εἴπερ ἐδύναντο·3 μεῖζον γὰρ ἂν ἦν αὐτοῖς εἰς φιλοτιμίαν τοιούτους συντιθέναι λόγους ἢ δικανικούς τε καὶ δημηγορικούς· ἄλλως τε καὶ τοὺς σφετέρους υἱοὺς πολιτικοὺς ἐποίησαν ἄν ἢ τινας ἄλλους τῶν φίλων, εἴπερ ἐδύναντο· οὐ γὰρ εὔλογον δυναμένους μὴ τοιαῦτα τοὺς φίλους καὶ τοὺς φιλτάτους εὐεργετεῖν· οὔτε γὰρ εἶχον μεῖζον ἀγαθὸν καὶ συμφορώτερον τῇ πόλει καταλιπεῖν ἢ ταῦτα συγγραψάμενοι καὶ διδάξαντες οὔτε ἑαυτοῖς ἢ τοῖς υἱέσιν ἢ τοῖς ἑταίροις μεῖζον ἂν ἐθέλησαν ἀγαθὸν τοῦ τοιαῦτα δύνασθαι. φανερὸν τοίνυν, εἴπερ ἐδύναντο διδάσκειν τὰ πολιτικά, ὅτι καὶ ἐβουλήθησαν ἄν καὶ ἐδίδασκον· ἐπεὶ δὲ οὐ φαίνονται διδάσκοντες, φανερὸν ὅτι οὔτε ἐδύναντο διδάσκειν οὔτε αὐτοὶ λόγῳ τινὶ τὰ πολιτικὰ ποιοῦσιν ἢ ἐπιστήμῃ ἀλλὰ ἐμπειρίᾳ· καὶ γὰρ οὐ μικρὸν ἡ ἐμπειρία πρὸς τὸ πράττειν συμβάλλεται· γίνονται γὰρ διὰ τῆς πολιτικῆς συνηθείας μᾶλλον πολιτικοί. διὰ τοῦτο τοῖς ἐφιεμένοις περὶ τῆς πολιτικῆς εἰδέναι καὶ ἐμπειρίας τινὸς χρεία καὶ συνηθείας. καὶ αὐτοὶ δὲ οἱ σοφισταὶ διδάσκειν μὲν ἐπαγγέλλονται τὴν νομοθετικήν, διδάσκουσι δὲ οὐδὲν μᾶλλον, ἀλλὰ τοσοῦτον ἀπέχουσι τοῦ περὶ ταύτης ἃ προσήκει δύνασθαι λέγειν, ὥστε οὐδὲ τίς ἐστιν ἡ νομοθετικὴ ἢ ποῖόν τί ἐστιν, ἴσασι· καὶ γὰρ ταὐτὸν ἢ χεῖρον ἡγοῦνται εἶναι τῆς ῥητορικῆς· εἶτα καὶ τὸ νομοθετεῖν οὕτω ῥᾴδιον, ὡς παντὸς εἶναι. νομίζουσι γὰρ τὸ συναγαγεῖν νόμους τοὺς εὐδοκιμωτάτους καὶ τούτων ἐκλέξασθαι τοὺς ἀρίστους, τοῦτο εἶναι τὸ νομοθετεῖν, τὸ δὲ κρῖναι νόμους καὶ τὸν ἄριστον λαβεῖν, μὴ πάνυ χαλεπὸν εἶναι. καίτοι πρῶτον μὲν οὐ ῥᾴδιον καὶ τοῦ βουλομένου τὸ δύνασθαι κρίνειν ὀρθῶς περὶ τῶν προτεθέντων ἑκάστου ἀλλὰ θαυμαστῆς δεῖ συνέσεως καὶ διανοίας πρὸς τὴν τοιαύτην δύναμιν· οἱ γὰρ ἔμπειροι περὶ ἕκαστα καὶ δύνανται κρίνειν περὶ αὐτῶν, ὥσπερ ὁ τῶν μουσικῶν ἔμπειρος τὰ μουσικὰ δύναται κρίνειν καὶ ὁ τῶν γραμματικῶν τὰ γραμματικά, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως· οὗτοι γὰρ ἴσασι δι’ ὧν ταῦτα ἢ ἐκεῖνα γίνονται, καὶ ποῖα ποίοις συνᾴδει, καὶ πῶς ἕκαστον ἔχει· οἱ δὲ ἄπειροι οὐδὲν τούτων εἰδότες οὐκ ἐκλέξονται τὰ καλλίω καὶ τὰ ἄριστα.
〈论智者与宣称讲授政治术者;以及对立法的考察对于实践哲学的完成仍是尚待进行之事。第十三章。〉 因此,德性的训练指导者应当通晓立法,这从前文所言已显而易见;但一个人如何能够成为通晓立法者,则是应当探究的。或者显而易见的是,正如一个人可以从知晓文法或音乐的人那里成为文法家或音乐家一样,他也可以从知晓立法的人——即政治家——那里成为通晓立法者?因为立法术乃是政治术的一部分。然而,在政治术中所发生的事情似乎与在其他能力和科学中并不相同。因为在其他领域中,可见是同样的人既传授诸科学的方法,又依据这些方法去活动;因为医师和画师各人都传授自己的技艺,并且由同一个人进行作画或医治;但关于政治术,情况似乎截然不同。因为智者们宣称讲授政治术,却不做任何政治实践,而从政者虽然实践,却什么也不讲授;因为他们没有能力讲授。他们不是依据某种方法和政治科学进行实践,而是依据某种自然的天赋以及经验,而非依据思辨理智来进行实践。他们无法讲授关于政治术的任何事情,这是显而易见的;因为他们既不讲授,也不就此类事情撰写或谈论任何东西,而若是他们能够做到,他们本该谈论的;因为对他们的荣誉心而言,撰写此类言论本会比撰写法庭演说和民众大会演说更为重大;特别是若是他们能够做到,他们本会使自己的儿子或某些其他朋友成为政治家;因为若是他们有此能力,却不将此类好处施与朋友和至亲之人,这是不合情理的;因为他们既不可能给城邦留下比著述并讲授这些事情更大、更有益的善,也不可能为自己、儿子或同伴渴望获得比具备此类能力更大的善。因此显而易见的是,若是他们能够讲授政治术,他们本也会愿意讲授并且早就讲授了;但既然不见他们讲授,显而易见他们既无能力讲授,他们自己也不是凭借某种理性规范或科学从事政治事务,而是凭借经验;因为经验确实对实践有不小的助益;他们正是通过政治习练而更多地成为政治家的。因此,对于渴望知晓政治术的人而言,某种经验和习练也是必需的。而智者们自身虽然宣称讲授立法术,却丝毫不曾讲授,反而离能够就此说出相称之言相去甚远,以至于他们甚至不知道立法术是什么,或者属于何种性质的事物;因为他们认为它与修辞术相同,或者比修辞术更为低劣;接着,他们还认为立法是如此容易,以至于属于任何一个人都可以做的事。因为他们认为,搜集享有最高声誉的法律,并从中选出最好的法律,这就是立法,而评判法律并选取最好者完全不难。然而,首先,对于提出的每项事务能够做出正确的评判,既非易事,也不属于任何愿意的人,而是需要惊人的领悟力和思辨理智才能具备此种能力;因为在各门事务中富有经验的人才能够对其做出评判,正如在音乐事务上有经验者能评判音乐,在文法事务上有经验者能评判文法,在其他事务上亦同样如此;因为正是这些人知道通过什么手段产生这些或那些事物,何种事物与何种事物相协调,以及每件事物处于何种状态;而没有经验的人对这些事情一无所知,绝不可能挑选出较好者和最优秀者。
- 10.τὸ δὲ κρῖναι νόμους καὶ τὸν ἄριστον λαβεῖν, μὴ πάνυ χαλεπὸν εἶναι
此句为承接前文 νομίζουσι γάρ 的“带对格的不定式”间接引语结构。主语是带定冠词的不定式短语 τὸ δὲ κρῖναι... λαβεῖν,表语不定式为 εἶναι,补足语为 μὴ πάνυ χαλεπόν。此处否定词用 μή 而非 οὐ,符合不定式间接表达思想时的否定用法。
- 10.ἢ φανερόν ἐστιν
连词 ἤ 引入对前文疑问(ὅπως δὲ δυνηθείη τις ἂν...)的假定性回答或提问(“抑或显而易见的是……”)。随后的 καίτοι 引导的从句立即指出了这一表面理所当然的看法(向从政者学习立法)所存在的困难。
- 10.εἰπόντες ἄν, εἴπερ ἐδύναντο
分词 εἰπόντες 带有 ἄν,在句中充当过去反事实条件句的归结从句(相当于直陈式过去时加 ἄν)。它与随后的条件从句 εἴπερ ἐδύναντο(直陈式未完成过去时)相呼应,表示与事实相反的假设:“若是他们能够做到,他们本该谈论的(而实际上并未谈论)”。
