- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:229.27-231.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对大多数城邦忽视公共教育的现状,论述各人为了指导家庭或个体也必须掌握立法术,并通过医学等技艺的类比阐明普遍知识与个别实践的关系。
〈Πῶς ἔστι καλὸν καὶ ἀγαθόν τινα γενέσθαι· καὶ ὅτι δεῖ πρὸς#2 τοιοῦτοι δὲ νόμοι μόνῃ τῇ Λακεδαιμονίων ἐγένοντο πόλει καί τισιν ἄλλαις ὀλίγαις κομιδῇ· ταῖς δὲ πλείσταις πόλεσιν οὐκ ἐμέλησε περὶ τῶν τοιούτων, ἀλλ’ ἕκαστος ὡς βούλεται τάττει τὸν βίον καὶ τὴν οἰκίαν, κυκλωπικῶς θεμιστεύων ‘παίδων ἠδ’ ἀλόχου’.1 κράτιστον μὲν οὖν τὸ γίνεσθαι κοινὴν ἐπιμέλειαν καὶ ὀρθήν, καὶ πάντας ζῆν δύνασθαι τεταγμένως καὶ ὡς ὁ ὀρθὸς ἀπαιτεῖ λόγος· εἰ δὲ μὴ τοῦτο γένοιτο καὶ τὸ κοινὸν ἀμέλοιτο, προσήκειν ἑκάστῳ δόξειεν ἂν τοῖς ἑαυτοῦ τέκνοις καὶ φίλοις εἰς ἀρετὴν βοηθεῖν ἢ βοηθεῖν προθυμεῖσθαι· δυνηθείη δ’ ἂν ἕκαστος ταῦτα τοὺς οἰκείους εὐεργετεῖν νομοθετικὸς γενόμενος, ὡς φανερὸν ἐκ τῶν εἰρημένων. γίνεται γὰρ πᾶσα ἐπιμέλεια διὰ νόμων· καὶ αἱ μὲν κοιναὶ ἐπιμέλειαι διὰ τῶν κοινῶν νόμων, αἱ δὲ σπουδαῖαι καὶ ἐπιεικεῖς ἐπιμέλειαι καὶ παιδεῖαι διὰ τῶν καταλλήλων, τῶν σπουδαίων καὶ ἐπιεικῶν φημι νόμων. γεγραμμένους δὲ ἢ ἀγράφους εἶναι τοὺς νόμους, οὐδὲν διαφέρει·2 οὐδὲ τὸ πολλοὺς παιδεύειν ἢ ἕνα ῥυθμίζειν εἰσάγοι ἂν τοῖς νόμοις διαφοράν, ὥσπερ ἐπὶ τῆς μουσικῆς καὶ γυμναστικῆς καὶ τῶν ἄλλων ἐπιτηδευμάτων συμβαίνει· καὶ γὰρ ἃ τὸν ἕνα δύναται γυμνάσαι καὶ τοὺς πολλοὺς καὶ δι’ ὧν εἷς μουσικός, καὶ πολλοὺς οὐδὲν κωλύει γενέσθαι καὶ τὸ ἀνάπαλιν. διὰ τοῦτο καὶ τὸν οἰκίαν διατιθέντα μίαν καὶ ῥυθμίζοντα ἢ ἕνα ἄνδρα παιδεύοντα οὐδὲν κωλύει νόμους τιθέναι καὶ εἶναι νομοθετικόν, οὐδὲν ἧττον τοῦ πόλιν ὅλην ἢ ἔθνος διατιθέντος. καὶ γὰρ ὥσπερ ἐν ταῖς πόλεσιν ἰσχύει τὰ νόμιμα καὶ τὰ ἔθη, οὕτω καὶ ἐν τῇ οἰκίᾳ μιᾷ οἱ πατρικοὶ λόγοι καὶ τὰ ἔθη, οἷς φαίνεται χαίρων, μεγάλην ἐν τοῖς παισὶ καὶ τοῖς ἄλλως οἰκείοις δύναμιν ἔχει, καὶ πολλῷ πλέον διὰ τὴν συγγένειαν καὶ τὰς εὐεργεσίας· εὖνοι γάρ εἰσι διὰ ταῦτα τῷ πατρὶ μᾶλλον οἱ παῖδες ἢ οἱ πολῖται τῷ νομοθέτῃ· καὶ διὰ τοῦτο ῥᾷον ἄγονται καὶ τοῖς νόμοις πείθονται μᾶλλον, κἂν ἄλλως ἀπειθεῖς ὦσι, φύσει τινὶ στέρξαντες ἐξ ἀρχῆς· ἔτι δὲ καὶ ἀκριβέστεροι γίνοιντο ἂν τῶν κοινῶν οἱ καθ’ ἕκαστον νόμοι καὶ διὰ τοῦτο λυσιτελέστεροι, καθάπερ καὶ ἐπὶ τῆς ἰατρικῆς ἔχει. καὶ γὰρ οἱ μερικοὶ ἰατρικοὶ λόγοι, οἱ ἑνὶ ἐφαρμόζοντες σώματος ἕξει, βέλτιον ἰάσονται τῶν καθόλου· καθόλου μὲν γὰρ τῷ πυρέττοντι συμφέρει ἀσιτία καὶ ἡσυχία, τινὶ δὲ ἴσως οὐ ταῦτα ἀλλὰ τἀναντία λυσιτελήσει, καὶ διὰ τοῦτο ὁ ἑνὶ σώματι νομοθετῶν ἀκριβέστερον νομοθετήσει τοῦ πᾶσιν ἁπλῶς διαιτῶντος· καὶ ὁ πυκτικὸς δέ, ἐὰν ἀπὸ τοῦ ἀεὶ παρόντος ἀνταγωνιστοῦ τὸν ἀγῶνα διατιθῇ, καὶ τὴν μάχην οὐχ ὁμοίαν ἀεὶ τὴν αὐτήν, ἀλλὰ προσήκουσαν ἑκάστῳ ποιῆται, ἄμεινον ἀγωνιεῖται· καὶ ὅλως ἀκριβέστερον ἕκαστον ὠφεληθήσεται, τῆς ἐπιμελείας ἰδίας καὶ καθ’ ἕκαστον γινομένης· οὕτω γὰρ ἑκάστῳ γένοιτο τοῦ προσήκοντος τυχεῖν. φανερὸν τοίνυν, ὅτι ἐπιμεληθείη μὲν ἄριστα καὶ ἑνός τινος καὶ ὀλίγων, ὁ τὸ καθόλου γινώσκων ἢ ἰατρὸς ἢ γυμναστὴς ἢ νομοθέτης, ἐπειδὰν τὸν καθόλου λόγον τῆς ἐπιστήμης συνάψῃ τῷ μερικῷ· καὶ γὰρ οἶδεν ἃ πᾶσιν ἢ τοῖσδε ἢ οὕτως ἢ οὕτως ἔχουσι λυσιτελεῖ· τοῦ κοινοῦ γὰρ αἱ ἐπιστῆμαι λέγονταί τε καὶ εἰσίν. οὐδὲν δὲ κωλύει καὶ τὸν μὴ τὸ καθόλου εἰδότα, τεθεαμένον δὲ ἀκριβῶς τὰ συμβαίνοντα ἑκάστῳ δι’ ἐμπειρίαν, ἑνός τινος καλῶς ἐπιμεληθῆναι· καὶ γὰρ ἰατροί τινές εἰσι τῶν σωμάτων τῶν ἑαυτῶν, ἄλλοις ταῦτα μὴ δυνάμενοι βοηθεῖν. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἐπιτηδευμάτων συμβαίνει, καὶ οὕτω δὲ τῆς ἐμπειρίας ἀρκούσης πρὸς τὴν ὠφέλειαν τῶν ἐπιτηδευμάτων ἑκάστου, τήν γε ἐπιστήμην ζητητέον πάσῃ σπουδῇ καὶ βαδιστέον ἐπὶ τὸ καθόλου τῷ τεχνικῷ καὶ θεωρητικῷ βουλομένῳ γενέσθαι. περὶ γὰρ τὸ καθόλου ἡ ἐπιστήμη· γινώσκειν δὲ οὕτω χρὴ τὸ καθόλου, τό γε τῆς ἰατρικῆς ἢ νομοθετικῆς ἢ ἄλλης τοιαύτης ἐπιστήμης οὐχ ὡς ἀκίνητον καὶ ἀεὶ ὡσαύτως ἔχον ἀλλ’ ὡς μάλιστα ἐνδεχόμενον·3 τῶν ἐνδεχομένων γὰρ καὶ οὐ τῶν ἀκινήτων αἱ τοιαῦταί εἰσιν ἐπιστῆμαι. ζητητέον τοίνυν ἐφ’ ἑκάστου τὴν ἐπιστήμην· καὶ τὸν βουλόμενον δι’ ἐπιμελείας βελτίους ποιεῖν, εἴτε πολλοὺς εἴτε ὀλίγους, νομοθετικὸν πειρατέον γενέσθαι· καὶ γὰρ διὰ τῶν νόμων πρὸς τὸ ἀγαθὸν κινούμεθα καὶ τὴν ἀρετήν. οὐ γὰρ ἔστι τοῦ τυχόντος ἢ πολλοὺς ἢ ἕνα τινὰ καλῶς διαθεῖναι, καὶ παιδεῦσαι πρὸς ἀρετὴν ἔχειν οἰκείως· ἀλλ’ εἴ γε τοῦτο δυνατὸν ἐν ἀνθρώποις, ἐκεῖνος ἂν δυνηθείη μόνος, ὃς οἶδε τοὺς νόμους τοὺς μὲν κρίνειν τοὺς δὲ τιθέναι.
〈人如何能够成为高尚而善良者;以及对于……有所需要然而,这样的法律仅在拉刻代蒙人的城邦以及极少数其他城邦中出现过;但在大多数城邦中,人们对此类事情并不关心,而是各人按其所愿安排生活和家庭,如独目巨人般“向子女与妻子”发号施令。因此,最好是产生公共而正确的照看,使所有人都能有序地、如正确理性所要求的那样生活;但若是这未能实现且公共事务受到忽视,那么各人协助自己的子女和朋友走向德性,或者热心于协助,便似乎是理所应当的了。而正如前文所表明的那样,各人若成为通晓立法者,便能够以此善待自己的亲人。因为一切照看都是通过法律实现的;公共的照看是通过共同的法律实现的,而严肃得体的照看和教育,则是通过相契合的法律——我指的是严肃得体的法律——实现的。法律是成文的还是不成文的,并无区别;教育许多人还是规训单个人,也不会给法律带来差异,正如在音乐、体操以及其他日常操练中所发生的那样;因为能够训练一个人的事情同样能够训练许多人,使一人成为通晓音乐者之事,也丝毫不妨碍使许多人同样成为通晓音乐者,反之亦然。正因如此,安排并规训单个家庭者,或教育单个男子者,制定法律并成为通晓立法者,丝毫没有任何妨碍,与安排整个城邦或部族的人毫无二致。因为正如在城邦中法令规章与风俗习惯具有效力一样,在单个家庭中,父亲的言语以及他显露出喜好的习惯,在子女与其他家庭成员中也具有巨大的力量,而且由于血缘亲情和恩惠,其力量还要大得多;因为由于这些原因,子女对父亲比公民对立法者更为心怀善意;也正因如此,他们更容易被引导,也更顺从法律,即使在其他方面不服从,但由于某种本性,他们从一开始就怀有爱戴;此外,个别的法律也可能比共同的法律更为精准,因此更为有益,正如在医学中也是如此。因为切合于身体单一状态的个别医疗方案,会比普遍的方案治疗得更好;因为普遍而言,绝食与静养对发热者有益,但对某个具体的人而言,也许不是这些而是相反的做法才有利,因此对单个身体立法的人,比起对所有人一概规定生活制度的人,立法会更为精准;拳击手若是依据每一次当前面对的对手来安排比赛,使战斗不总是千篇一律,而是切合于每个人,他就会竞技得更好;总体而言,当照看成为专属的和个别的时候,每个人都会更为精准地获益;因为只有这样,每个人才有可能获得相称之物。由此显而易见的是,知晓普遍者——无论是医师、体操教练还是立法者——在将这门科学的普遍道理与个别情况相结合时,即使对单个人或少数人也能做出最好的照看;因为他知道什么对所有人,或对这些人,或对具有这种或那种状态的人是有利的;因为诸科学被说成且确实是关于共同事物的。但是,即便某人不知晓普遍事物,却通过经验准确观察到发生在每个人身上的事情,也丝毫不妨碍他将单个人照看良好;因为确实有些人是自己身体的医师,却无法在这些事上协助他人。在其他日常操练中情况同样如此;即便经验像这样对于各项日常操练的助益是充分的,想要成为具有技术和理论素养的人,无论如何也必须竭尽全力追求科学,并走向普遍。因为科学是关于普遍事物的;但人们应当这样来认识这种普遍——至少就医学、立法术或另一类此类科学而言——不是将其作为不可变动的、永远保持同一状态的东西,而是作为极其可能变动的事物;因为此类科学是关于可能变动之事的,而不是关于不可变动之事的。因此,在每一件事情上都应当探求科学;而想要通过照看使人变好的人——无论是使许多人还是少数人变好——都应当尝试成为通晓立法者;因为我们确实是通过法律而被推动走向善和德性的。因为并非随便什么人都能将许多人或某单个人安排妥当,并教育其与德性相契合;但若这在人世间是可能的,唯有那个知道如何裁决某些法律、制定另一些法律的人,才能够做到这一点。
- 10.κυκλωπικῶς θεμιστεύων ‘παίδων ἠδ’ ἀλόγου’
此句脱胎于荷马《奥德赛》第9卷第115行(θεμιστεύει δὲ ἕκαστος / παίδων ἠδ᾽ ἀλόχων),转承亚里士多德正文(1180a28)。属格短语 παίδων ἠδ’ ἀλόχου(含史诗阴性词 ἄλοχος 的单数属格)充当分词 θεμιστεύων 的支配对象。各语言均按引文形式保留并翻译。
- 10.γεγραμμένους δὲ ἢ ἀγράφους εἶναι τοὺς νόμους, οὐδὲν διαφέρει
带不定式的宾格从句(γεγραμμένους δὲ ἢ ἀγράφους εἶναι τοὺς νόμους)充当无人称动词 διαφέρει 的主语,οὐδέν 是表示程度的状语性宾格(“毫无不同”)。接下来的 οὐδὲ τὸ πολλοὺς παιδεύειν... 同样充当后文 εἰσάγοι ἂν 的语法主语。
- 10.οὐχ ὡς ἀκίνητον καὶ ἀεὶ ὡσαύτως ἔχον ἀλλ’ ὡς μάλιστα ἐνδεχόμενον
两个带分词的 ὡς 短语(οὐχ ὡς... ἀλλ’ ὡς...)构成对比,充当前文宾格宾语 τὸ καθόλου 的述语性补足语(“应当这样认识普遍事物……不是将其作为不可变动的……而是作为……”)。此处 ἐνδεχόμενον 反映了亚里士多德关于“可能具有其他状态的事物”(偶变/可变之事)的核心术语。
